Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §904-981

谴责埃吉斯托斯之尸与弑母的犹疑

第 11 段,共 15 段 · 希腊语

内容简介

埃克特拉在埃吉斯托斯的尸体前,强烈谴责其不义、傲慢以及对财富的执迷。随后,看到母亲克吕泰涅斯特拉逼近的俄瑞斯忒斯,对阿波罗命令弑母的神谕产生了深切的挣扎与怀疑。

§904δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
我们的城邦难以取悦且喜好非难。
§905λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ §906νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
说话吧,姐姐,如果你想说的话;因为我们已经在不休战的法则下与他结下了仇怨。
§907εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
好吧;关于你的恶行,我该先向你诉说怎样的开头,怎样的结尾?
§908ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
中间又该安排怎样的言辞?
§909καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον §910θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν, §911εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα §912τῶν πρόσθε.
事实上,在每一个黎明,我从未停止低语那些我想当面指责你的话,只要我能从先前的恐惧中解脱出来。
νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι §913ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
现在,我们终于自由了;因此,我要把那些在你活着时我想对你说的恶言,现在还给你。
§914ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς §915καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος, §916κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες §917στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
你在没有受到任何伤害的情况下,毁灭了我,使我和这个人失去了亲爱的父亲,成为孤儿,你可耻地娶了我的母亲,并杀害了率领希腊人出征的她的丈夫,而你甚至没有亲自去往弗里吉亚。
§918ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας §919ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν §920γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
你竟然愚蠢到了这种地步,以为在玷污了我父亲的床榻之后,娶了我的母亲,她对你而言不会成为一个恶妇。
§921ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του §922κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν, §923δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν §924ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.
应该知道,每当有人用秘密的私通败坏了他人的妻子、然后被迫娶她时,他就是个可怜的蠢人,如果他以为她在那人那里没有贞守,在自己这里却会拥有。
§925ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· §926ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον, §927μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
你生活得极度凄惨,却不觉得自己过得不好;因为你确实知道自己缔结了不神圣的婚姻,而我的母亲也知道自己得到了一个不敬神的丈夫。
§928ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην §929κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
既然两者都是恶人,你们便共同承受了厄运,她承受了你的恶,你承受了她的恶。
§930πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε· §931Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.
在所有的阿尔戈斯人中,你总是听到这样的话:“那个女人的丈夫”——而不是“那个男人的妻子”。
§932καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων §933γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ §934τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς §935οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
然而这是可耻的,由女人来支配家政,而不是男人;我也憎恨那些孩子,那些在城邦中不以生父之名、而以母亲之名被称呼的人。
§936ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη §937τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
因为娶了显赫且门第更高的妻子的男人,人们便不再谈论丈夫,而只谈论女人。
§938ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, §939ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων· §940τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
最欺骗了你而你却不自知的是,你因富有而自夸自己是个了不起的人物;但财富除了能相伴短暂的时间外,什么也不是。
§941ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
因为天性是坚固的,而财富不是。
§942ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά· §943ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν §944ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
天性因始终存在而能消除灾难;但财富,若是不正义地与愚蠢之人相伴,在短暂繁荣之后,便会飞离家园。
§945ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν §946λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
至于关乎女人的事——因为由处女说出来并不体面——我保持沉默,但我会隐晦却明白地暗示。
§947ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους §948κάλλει τʼ ἀραρώς.
你肆意妄为,仿佛拥有王宫且美貌绝伦。
ἀλλʼ ἔμοιγʼ εἴη πόσις §949μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
但在我看来,愿我的丈夫不要有一副女儿家的容貌,而要有男子的气概。
§950τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, §951τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
因为这类男子的后代依附于阿瑞斯,而那些徒有其表的人,不过是舞群中的摆设罢了。
§952ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
毁灭去吧!
§953δίκην δέδωκας.
你对那些事情一无所知,而今随着时间推移暴露出来,你已付出了代价。
— ὧδέ τις κακοῦργος ὢν §954μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, §955νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας §956γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
因此,任何作恶之人,即使他起跑的第一步跑得很好,也不要以为自己战胜了正义,直到他临近终点线并转过生命的尽头。
§957ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ §958καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
他做下了可怕的事,也给你们俩带来了可怕的报应;因为正义拥有巨大的力量。
§959εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν §960σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ §961μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.
好吧;必须把这个人的尸体抬进去并交给黑暗,仆役们,好让母亲到来时,在被杀之前不要看见这具尸体。
§962ἐπίσχες·
慢着!
ἐμβάλωμεν εἰς ἄλλον λόγον.
让我们转到别的话题上。
§963τί δʼ;
怎么了?
ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
难道我看见从迈锡尼跑来求援的人吗?
§964οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο.
不是,而是生我的母亲。
§965καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται — §966καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.
那她真是极好地走进了网罗中央—— 而且她确实正因马车与华服而显得光彩夺目。
§967τί δῆτα δρῶμεν;
那么我们该怎么办?
μητέρʼ ἦ φονεύσομεν;
难道我们要杀害母亲吗?
§968μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
难道当你看到母亲的身影时,怜悯之情抓住了你?
§969φεῦ·
唉!
§969aπῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν;
我怎能杀害那个抚养我并生下我的女人?
§970ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
正如她毁灭了你的和我的父亲。
§971ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας — §972ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;
噢,福波斯啊,你降下了极其愚蠢的启示—— 如果阿波罗是愚蠢的,那谁又是明智的呢?
§973ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.
你竟命令我杀害母亲,那是本不该杀害的人。
§974βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
你为父亲复仇,究竟会受到什么伤害?
§975μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.
先前我尚且纯洁,如今却要作为弑母者四处逃亡。
§976καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
如果你不起而为父亲复仇,你将是不敬神的。
§977ἐγὼ δὲ μητρὸς —; τῷ φόνου δώσω δίκας;
那么,对于母亲的血债,我该向谁付出代价?
§978τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
如果你放弃对父亲的复仇,你又该向谁付出代价?
§979ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ;
难道是一个复仇的恶灵,假扮成神明说了这些话吗?
§980ἱερὸν καθίζων τρίποδʼ;
坐在圣洁的三脚座上吗?
ἐγὼ μὲν οὐ δοκῶ.
我可不这样认为。
§981οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
我绝不相信这些神谕是正确的启示。

词汇与语法注释

  1. 904δυσάρεστος ἡμῶν — ἡμῶν 是修饰形容词 δυσάρεστος(难以取悦的)的属格,表示关于“我们”而言。
  2. 911εἰ δὴ γενοίμην... τῶν πρόσθε — 条件从句 εἰ δὴ γενοίμην...(祈愿法)修饰过去时主句 ἤθελον,表示过去的某种潜在可能性(“如果我能……我曾希望说”)。
  3. 924ἐκει μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν — 该句属于不代格不定式结构,作为 εἰ δοκεῖ(如果他认为)的补足语。不定式的发端主语(αὐτήν)指代女方,而 τὸ σωφρονεῖν(贞洁)作为宾语在两个分句中均被省去:“认为她在那人那里没有,而在自己这里却有”。
  4. 938ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα — 关系代词 ὅ 包含其先行词,并作为主句的主语(“最欺骗了你的事情”)。分词 οὐκ ἐγνωκότα 是单数宾格,修饰 σε,表示“你,在不自知的情况下”。
  5. 954μή μοι... νικᾶν δοκείτω τὴν Δίκην — μὴ... δοκείτω 是第三人称单数命令法的否定形式(“绝不要让他以为”)。μοι 是伦理与格,表达说话者的关切(“依我之见”)。
  6. 979ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ; — αὔτʼ 是 αὐτά(这些事,中性复数宾格)的缩略形,作为 εἶπε 的直接宾语。被动分词 ἀπεικασθείς 与主语 ἀλάστωρ(复仇之灵)一致,表示“化身为神明/被模仿为神明”。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §904-981. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:904-981

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。