Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §814-903

刺杀埃吉斯托斯的详报与胜者归来

第 10 段,共 15 段 · 希腊语

内容简介

使者向埃克特拉报告了俄瑞斯忒斯在献祭时利用智谋刺杀埃吉斯托斯的经过。埃克特拉欣喜若狂,并用胜利的花冠迎接入境归来的俄瑞斯忒斯和皮拉德斯。

§814δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε· §815Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς §816εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς §817ἵππους τʼ ὀχμάζει·
仆役们。 他对你的兄弟说:『在帖撒利人中,有人夸耀这是件体面的事,也就是,谁能熟练地解剖公牛并且驯服马匹。
λαβὲ σίδηρον, ὦ ξένε, §818δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
异邦人啊,拿起这把铁刃,证明关于帖撒利人的传闻是真实的吧。
§819ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν, §820ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα, §821Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην, §822δμῶας δʼ ἀπωθεῖ·
』于是他用双手夺过那把锻造精良的多里斯钢刀,从肩膀上脱下那件带有漂亮饰纽的斗篷,选择皮拉德斯作为他劳动中的帮手,并推开了仆役们。
καὶ λαβὼν μόσχου πόδα, §823λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
他抓住牛犊的蹄子,伸出双手,露出了白色的皮肉。
§824θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς §825δισσοὺς διαύλους ἱππίους διήνυσε, §826κἀνεῖτο λαγόνας.
他的剥皮速度,甚至比跑者跑完两圈马用折返赛道还要快,并且剖开了牛腹。
ἱερὰ δʼ ἐς χεῖρας λαβὼν §827Αἴγισθος ἤθρει.
埃吉斯托斯将祭品的内脏拿到手中,进行观察。
καὶ λοβὸς μὲν οὐ προσῆν §828σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας §829κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
内脏上不仅没有肝叶,而且门脉和旁边的胆囊向观察者显示出了不祥的征兆。
§830χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ· §831τί χρῆμʼ ἀθυμεῖς;
他面露愁容,而我的主人询问他:『您为何如此沮丧?
— ὦ ξένʼ, ὀρρωδῶ τινα §832δόλον θυραῖον.
』——『异邦人啊,我害怕某种来自外部的阴谋。
ἔστι δʼ ἔχθιστος βροτῶν §833Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
因为在凡人中我最痛恨的阿伽门农之子,正是我家族的宿敌。
§834ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον, §835πόλεως ἀνάσσων;
』俄瑞斯忒斯说:『您身为统治城邦的君王,难道真的害怕一个流亡者的阴谋吗?
οὐχ, ὅπως παστήρια §836θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς §837οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
为了让我们能够享用牺牲的宴席,谁能为我们拿来一把普提亚的肉切刀,来代替这把多里斯的,好让其砸开胸骨?
§838λαβὼν δὲ κόπτει.
』他接过刀便砍了下去。
σπλάγχνα δʼ Αἴγισθος λαβὼν §839ἤθρει διαιρῶν.
埃吉斯托斯接过内脏,拨开进行仔细观察。
τοῦ δὲ νεύοντος κάτω §840ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν §841ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ §842ἔρρηξεν ἄρθρα·
当他俯身向下看时,你的兄弟踮起脚尖,猛击他的脊椎骨,震碎了他的脊髓关节。
πᾶν δὲ σῶμʼ ἄνω κάτω §843ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
他的整个身体上下抽搐,在血泊中痛苦地嚎叫,艰难地死去了。
§844δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, §845πολλοὶ μάχεσθαι πρὸς δύʼ·
仆役们见此情景,立即抓起长枪冲了过来,许多人企图围攻他们两人。
ἀνδρείας δʼ ὕπο §846ἔστησαν ἀντίπρῳρα σείοντες βέλη §847Πυλάδης Ὀρέστης τʼ.
但凭借着勇气,皮拉德斯和俄瑞斯忒斯挺起武器,正面迎敌。
εἶπε δʼ· οὐχὶ δυσμενὴς §848ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν, §849φονέα δὲ πατρὸς ἀντετιμωρησάμην §850τλήμων Ὀρέστης·
俄瑞斯忒斯说:『我绝非作为敌人来到这座城邦,也非针对我的追随者们,我只是向杀害我父亲的凶手复仇,我是遭遇不幸的俄瑞斯忒斯。
ἀλλὰ μή με καίνετε, §851πατρὸς παλαιοὶ δμῶες.
所以请不要杀我,我父亲的老仆人们啊!
οἳ δʼ, ἐπεὶ λόγων §852ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ §853γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
』他们听到了他的话,便收起了长枪;他被府邸中某位年迈的老人认了出来。
§854στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα §855χαίροντες ἀλαλάζοντες.
他们立即给你的兄弟头上戴上了花冠,欢呼雀跃。
ἔρχεται δὲ σοὶ §856κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων, §857ἀλλʼ ὃν στυγεῖς Αἴγισθον·
他正朝你走来,要向你展示一颗头颅,带来的不是戈耳工的,而是你所憎恨的埃吉斯托斯的头。
αἷμα δʼ αἵματος §858πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
血债血偿,苦涩的报应现在回到了死者身上。
§859θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, §860ὡς νεβρὸς οὐράνιον §861πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
朋友啊,迈开舞步吧,像一只跃向高空、满怀喜悦、身姿轻盈的小鹿。
§862νικᾷ στεφαναφορίαν §863κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας §864κασίγνητος σέθεν·
你的兄弟赢得了比在阿尔斐俄斯河畔所获得的更加辉煌的胜利花冠。
ἀλλʼ ἐπάειδε §865καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
来吧,伴着我的舞蹈唱起胜利的赞歌。
§866ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, §867ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, §868νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι, §869ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
噢,光明啊,噢,太阳那四马战车的烈焰,噢,大地,以及我先前所面对的黑夜,如今我的双眼和视线都已自由,因为杀害我父亲的凶手埃吉斯托斯已经倒下。
§870φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου §871κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι, §872στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
来吧,让我把我的宅邸里所珍藏的头发装饰品拿出来,朋友们,好去加冕我那赢得胜利的弟弟的头。
§873σὺ μέν νυν ἀγάλματʼ ἄειρε §874κρατί· τὸ δʼ ἁμέτερον §875χωρήσεται Μούσαισι χόρευμα φίλον.
现在请你抬起那些装饰品,戴在他的头上;而我们的缪斯所钟爱的舞蹈也将继续前行。
§876νῦν οἱ πάρος ἁμέτεροι §877γαίας τυραννεύσουσι φίλοι βασιλῆες, §878δικαίως τοὺς ἀδίκους καθελόντες.
如今,那些过去属于我们的、亲爱的国王们将统治这片土地,他们正义地打倒了非正义的人。
§879ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
让伴随欢乐的呼喊声一同响起吧。
§880ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου §881γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης, §882δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
噢,胜利者啊,由在伊利翁战役中赢得胜利的父亲所生的俄瑞斯忒斯,接受这饰于你发梢的头冠吧。
§883ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν §884ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν §885Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
因为你回到家园,并不是跑完了一场无益的六普勒特戎的竞技,而是杀死了仇敌埃吉斯托斯,那个毁灭了你我父亲的仇敌。
§886σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου §887παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς §888δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος §889ἀγῶνος·
还有你,噢,战友,那位最虔诚之人的门徒皮拉德斯,接受我手中的花冠吧;因为你也和他一样,承担了这场斗争均等的一份。
αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
愿你们在我的眼中永远显得幸福昌盛。
§890θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης §891ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον §892τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
埃克特拉啊,首先要将神明视为这次好运的缔造者,然后再来赞美我,这个神明与命运的仆人。
§893ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν §894Αἴγισθον·
因为我不是用言辞,而是用行动杀死了埃吉斯托斯。
ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε §895προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
为了能让你确信这一事实,我把死者本人带到了你的面前。
§896ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες, §897ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις, §898πήξασʼ ἔρεισον σκόλοπι·
如果你愿意,可以把他抛给野兽作猎物,或是给天之骄子鸟类作为食饵,用尖桩刺穿并插起来。
σὸς γάρ ἐστι νῦν
因为他现在属于你了。
§900αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.
我确实感到羞耻,但我还是想说。
§901τί χρῆμα;
怎么了?
λέξον·
说吧。
ὡς φόβου γʼ ἔξωθεν εἶ.
因为你现在已经没有恐惧了。
§902νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
侮辱死者,免得有人用嫉妒之箭射向我。
§903οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
没有任何人会责备你。

词汇与语法注释

  1. 815Ἐκ τῶν καλῶν — 作为 εἶναι(不定式)补语的部门属格结构。整体句意为“在帖撒利人看来,这被夸耀为他们的优秀品质之一”。
  2. 835οὐχ, ὅπως παστήρια θοινασόμεσθα — 否定词 οὐχ 与句末的 οἴσει τις(难道没有人拿来吗)构成修辞疑问句。中间的 ὅπως 引导目的状语从句(为了让我们享用宴席),起插入作用。
  3. 894τῷ σάφʼ εἰδέναι — 冠词性不定式的与格,作为动词 προσθῶμεν(增加、提供)的间接宾语。字面意思是“为了给你的确切知晓增添证据”,即通过带回尸体来提供确证。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §814-903. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:814-903

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。