Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §85-201

奥瑞斯托斯的归来与厄勒克特拉的哀叹

第 2 段,共 15 段 · 希腊语

内容简介

奥瑞斯托斯返回阿耳戈斯并迈出复仇的第一步,在厄勒克特拉哀悼自己悲惨境遇之时,歌队登场邀请她参加赫拉的祭典,但她因悲伤而坚决拒绝。

§85πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών, §86ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος §87μήτηρ.
埃癸斯托斯让我遭受了可怕的事,如今正处于这般境地的我,他杀害了我的父亲——还有我那极其毁灭性的母亲。
ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων §88Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, §89φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
我遵照神谕来到了阿耳戈斯的土地上,没有让任何人知道,要用凶手之死来报复杀害我父亲的仇人。
§90νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς §91δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην §92πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου, §93λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
在这深夜,我来到了父亲的墓前,献上了泪水,剪下了一缕头发,在祭坛上宰杀了一只羊,献上了血祭,没有让统治这片土地的僭主们发觉。
§94καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, §95δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην §96πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ §97ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν, §98ζητῶν τʼ ἀδελφήν·
我并没有踏入城墙内半步,而是并进两项尝试,来到了这片土地的边界,以便在有人认出我时能够快速逃往别处,同时也是为了寻找我的姐妹。
φασὶ γάρ νιν ἐν γάμοις §99ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν· §100ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν §101λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
因为人们说她已经嫁了人,不再保持处女之身;我想与她相见,并让她成为我复仇的帮手,以便确切地了解城墙内的情况。
§102νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται — §103ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
那么现在――在白昼的曙光升起之前―― 让我们离开这条大路,避开他人的耳目吧。
§104ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ §105φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν §106εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
因为某个农夫或某个女仆会出现在我们面前,我们可以向她询问我的姐妹是否住在此处。
§107ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, §108πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ §109φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα §110δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος §111ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
看啊――我看见某个女仆,正把泉水担在她那剃短了发的头上, ――让我们蹲下身子,向这个女奴打听一下,看能否得到一些消息,关于我们为何来到这片土地,庇拉德斯。
§112σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, §113ἔμβα, ἔμβα κατακλαίουσα· §114ἰώ μοί μοι.
快点――是时候了――迈开你的脚步;哦,前进吧,前进吧,大声哭泣着;啊,我好悲伤。
§115ἐγενόμαν Ἀγαμέμνονος §116καί μʼ ἔτεκεν Κλυταιμήστρα §117στυγνὰ Τυνδάρεω κόρα, §118κικλήσκουσι δέ μʼ ἀθλίαν §119Ἠλέκτραν πολιῆται.
我是阿伽门农的孩子,克吕泰涅斯特拉生下了我,廷达瑞俄斯那可憎的女儿,市民们叫我这不幸的女子厄勒克特拉。
§120φεῦ φεῦ σχετλίων πόνων §121καὶ στυγερᾶς ζόας.
唉,唉,这凄惨的劳苦和可憎的生命。
§122ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα §123κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς §124Αἰγίσθου τʼ, Ἀγάμεμνον.
哦,父亲,你在冥界里躺着,死于你妻子的刀刃和埃癸斯托斯之手,阿伽门农啊。
§125ἴθι τὸν αὐτὸν ἔγειρε γόον, §126ἄναγε πολύδακρυν ἁδονάν.
去吧,唤醒同样的哀号,唤起那满含泪水的快乐。
§127σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, §128ἔμβα, ἔμβα, κατακλαίουσα· §129ἰώ μοί μοι.
快点――是时候了――迈开你的脚步;哦,前进吧,前进吧,大声哭泣着;啊,我好悲伤。
§130τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ §131τλᾶμον σύγγονʼ, ἀλατεύεις §132οἰκτρὰν ἐν θαλάμοις λιπὼν §133πατρῴοις ἐπὶ συμφοραῖς §134ἀλγίσταισιν ἀδελφάν;
你正在哪座城市,哪个家里,哦,不幸的兄弟啊,漂泊着,把可怜的姐妹留在父亲的闺房里,承受着最痛苦的灾难?
§135ἔλθοις τῶνδε πόνων ἐμοὶ §136τᾷ μελέᾳ λυτήρ, §137ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων §138ἐχθίστων ἐπίκουρος, Ἄρ- §139γει κέλσας πόδʼ ἀλάταν.
愿你来到这劳苦中,为我,为这可怜的我,带来解脱,哦,宙斯,宙斯,并作为父亲惨遭流血的复仇者,让漂泊的脚步降临在阿耳戈斯。
§140θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- §141λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους §142ἐπορθροβοάσω, §143ἰαχάν, Ἀΐδα μέλος, §144Ἀΐδα, πάτερ, σοι §144aκατὰ γᾶς ἐνέπω γόους §145οἷς ἀεὶ τὸ κατʼ ἦμαρ §146διέπομαι, κατὰ μὲν φίλαν §147ὄνυχι τεμνομένα δέραν §148χέρα τε κρᾶτʼ ἐπὶ κούριμον §149τιθεμένα θανάτῳ σῷ.
取下这个水罐,把它从我的头上拿下来,以便我可以在清晨向父亲发出深夜的哀号,那叫喊,那冥界的旋律,冥界啊,父亲,为了你,我在地下诉说着哀悼,我每天都沉浸在这些哀悼中,用指甲割破我那亲爱的颈项,把手放在我剃短了发的头上,为了你的死亡。
§150αἶ αἶ, δρύπτε κάρα· §151οἷα δέ τις κύκνος ἀχέτας §152ποταμίοις παρὰ χεύμασιν §153πατέρα φίλτατον καλεῖ, §154ὀλόμενον δολίοις βρόχων §155ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, §156πάτερ, ἐγὼ κατακλαίομαι, §157λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ §158κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
啊,啊,抓破你的头吧;就像一只哀鸣的天鹅在河水之畔,呼唤它最亲爱的父亲,它死在狡猾的网罗中那样,对于你这不幸的父亲,我痛哭流涕,你在最可怜的死亡之床上,洗了最后一次澡。
§159ἰώ μοι, ἰώ μοι §160πικρᾶς μὲν πελέκεως τομᾶς §161σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ §162Τροΐας ὁδίου βουλᾶς· §163οὐ μίτραισι γυνή σε §164δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις, §164aξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν §165Αἰγίσθου λώβαν θεμένα §166δόλιον ἔσχεν ἀκοίταν.
啊,悲伤啊,啊,悲伤啊,因为你那斧头惨痛的一击,父亲,也因为那惨痛的从特洛伊归来的计谋;那女人并没有用束发带或花冠迎接你,而是用双刃剑把你作为对埃癸斯托斯的悲惨凌辱,得到了一个奸诈的丈夫。
§167Ἀγαμέμνονος ὦ κόρα, §168ἤλυθον, Ἠλέκτρα, ποτὶ §169σὰν ἀγρότειραν αὐλάν.
阿伽门农的女儿啊,我来了,厄勒克特拉,来到你这乡间的庭院。
§170ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ §170aΜυκηναῖος ὀρειβάτας· §171ἀγγέλλει δʼ ὅτι νῦν τριταί- §172αν καρύσσουσιν θυσίαν §173Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ- §174ραν μέλλουσιν παρθενικαὶ στείχειν.
有人来了,一个喝奶的人,一个迈锡尼的山民;他宣告现在阿耳戈斯人正宣布第三天的祭祀,所有的处女都准备前往赫拉神庙。
§175οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, §176θυμὸν οὐδʼ ἐπὶ χρυσέοις §177ὅρμοις ἐκπεπόταμαι §178τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς §179Ἀργείαις ἅμα νύμφαις §180εἱλικτὸν κρούσω πόδʼ ἐμόν.
不是为了繁华,朋友们,我的心并未因此而飞扬,也不是为了黄金项链,可怜的我,我不会与阿耳戈斯的少女们一起列队起舞,旋转我的脚步。
§181δάκρυσι νυχεύ- §182ω, δακρύων δέ μοι μέλει §183δειλαίᾳ τὸ κατʼ ἦμαρ.
我用泪水度过夜晚,而流泪是我这悲惨之人每天的事情。
§184σκέψαι μου πιναρὰν κόμαν §185καὶ τρύχη τάδʼ ἐμῶν πέπλων, §186εἰ πρέποντʼ Ἀγαμέμνονος §187κούρᾳ ʼσται βασιλείᾳ §188τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος §189μέμναταί ποθʼ ἁλοῦσα.
看看我这肮脏的头发和我衣服上的这些破烂,它们是否配得上阿伽门农高贵的女儿,是否配得上特洛伊——它曾被我父亲攻陷,至今还记得他。
§190μεγάλα θεός· ἀλλʼ ἴθι, §191καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ- §192πηνα φάρεα δῦναι, §193χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.
那是一位伟大的女神;但是去吧,从我这里借去厚实的衣服穿上,还有黄金——请接受——增添华美的首饰。
§194δοκεῖς τοῖσι σοῖς δακρύοις §194aμὴ τιμῶσα θεούς, κρατή- §195σειν ἐχθρῶν;
你以为凭你的眼泪,在不敬重神明的情况下,能战胜仇敌吗?
οὔτοι στοναχαῖς, §196ἀλλʼ εὐχαῖσι θεοὺς σεβί- §197ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
绝非通过哀叹,而是通过祈祷来敬奉神明,你才会获得晴朗的日子,孩子。
§198οὐδεὶς θεῶν ἐνοπᾶς κλύει §199τᾶς δυσδαίμονος, οὐ παλαι- §200ῶν πατρὸς σφαγιασμῶν.
神明中没有人听见这不幸之人的叫喊,也不听见过去父亲所献上的祭祀。
§201οἴμοι τοῦ καταφθιμένου
唉,那死去的人啊。

词汇与语法注释

  1. §85πράσσονθʼ — 宾格分词 πράσσοντα(此处因省音而脱落 -α)指代奥瑞斯托斯(“我”),在语法上与下一行的属格 μου 形成逻辑上的呼应,这是悲剧诗歌中常见的无套协(anacoluthon)现象。
  2. §140ἑλοῦσʼ — 主格阴性单数分词 ἑλοῦσα(此处因省音而脱落 -α)修饰第二人称命令式 θές 的隐含主语,表现了厄勒克特拉以第二人称阴性单数形式向自己(或自己的手)说话并发出命令的自问自答结构。
  3. §170γαλακτοπότας — 意为“喝奶的人”的复合词 γαλακτοπότης 在此处用作形容词性表达,指代远离城市精致生活的朴实乡下人,与迈锡尼山民(ὀρειβάτας)同格并作修饰。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §85-201. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:85-201

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。