§1ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, §2ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη §3ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ.
哦,这片大地古老的阿耳戈斯,伊那科斯河的水流,阿伽门农国王曾从这里率领千只战船,载着军队向特洛伊的土地航行。
§4κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ §5Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, §6ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ §7ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
他杀死了统治伊利翁土地的普里阿摩斯,夺取了达耳达诺斯名城,回到了这阿耳戈斯,并在高耸的神殿上,奉献了无数异民族的战利品。
§8κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι §9θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ §10καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
他在那里确实走运;但在他自己的府邸中,他因妻子克吕泰涅斯特拉的阴谋,并死于塞斯忒斯之子埃癸斯托斯的手中。
§11χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν §12ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, §13ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
就这样,他留下了坦塔罗斯古老的王权,离开了人世,埃癸斯托斯统治着这片土地,娶了那人的妻子、廷达瑞俄斯之女为妻。
§14οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει, §15ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος, §16τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς §17μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν §18Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· §19ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, §20ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος, §21μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
至于他在航向特洛伊时留在府邸里的孩子,男孩子奥瑞斯托斯和女孩子的幼苗厄勒克特拉,其中男孩被他父亲年迈的乳父偷偷带走,当时奥瑞斯托斯正要死于埃癸斯托斯的手中,乳父将他交给了福基斯土地上的斯特罗菲俄斯去抚养;而厄勒克特拉则留在了父亲的府邸中,当她那充满青春活力的年华到来时,希腊土地上最显赫的求婚者们前来求娶她。
§22δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι §23Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις §24Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.
但埃癸斯托斯害怕她会与哪位贵族生下孩子来为阿伽门农复仇,便把她留在府邸中,不把她许配给任何新郎。
§25ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων, §26μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, §27κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως §28μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
但当这件事也充满了巨大的恐惧,害怕她会秘密地给哪位高贵的男子生下孩子,尽管他企图杀害她,然而她那冷酷的母亲还是把她从埃癸斯托斯的手中救了出来。
因为对于死去的丈夫,她尚有借口,阻碍她对孩子下手的主要是害怕招致民怨。
§31ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο §32Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς §33Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ, §34ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν §35δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
为此,埃癸斯托斯设计了这样的计划:对于被驱逐离开这片土地的阿伽门农之子,他宣布谁杀了他就能得到黄金;而对我们,他则把厄勒克特拉交给我们拥有作为妻子——交给了我们这生自迈锡尼先祖之人。
§36γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι· §37λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ §38πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται — §39ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
——关于这门第我绝非无可指摘—— 因为论出身我们固然显赫,但论财富我们却贫穷,因此高贵出身也随之丧失—— 他把她给了一个弱者,以便消除自己的恐惧。
§40εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, §41εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος §42φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε.
因为如果一个有地位的男子娶了她,他就会唤醒阿伽门农那沉睡着的谋杀,那时正义的惩罚就会降临到埃癸斯托斯身上。
而这个女人,这个男人——塞浦路斯女神为我作证—— 从未在床笫之间玷污过她;她至今仍是处女。
因为我耻于在娶了幸福之人的女儿之后去凌辱她,我自知不配。
§47στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ §48ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν §49γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
我也为在言语上与我结亲的不幸的奥瑞斯托斯哀悼,如果他有一天来到阿耳戈斯,目睹他姐妹这不幸的婚姻。
§50ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν §51νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, §52γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος §53τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
如果有谁说我是个傻子,因为把年轻的处女接进家门却不碰她,那他是用自己邪恶心灵的尺度来衡量克制,让他知道他自己其实也是这样的人。
§54ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, §55ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ §56φέρουσα πηγὰς ποταμίας μετέρχομαι — §57οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη, §58ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς — §59γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.
哦,黑夜,金色星辰的哺育者,在你的怀抱中,我头顶着这个水罐去汲取河水—— 倒不是因为我到了如此穷困的境地,而是为了向神明展示埃癸斯托斯的暴行—— 我向着浩瀚的苍穹为父亲发出哀号。
§60ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, §61ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει· §62τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα §63πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —
因为那毁灭一切的廷达瑞俄斯之女,我的母亲,为了取悦她的丈夫,把我赶出了家门;她与埃癸斯托斯生了别的孩子,便把奥瑞斯托斯和我当作这府邸里多余的人。
§64τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν §65πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, §66καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
为什么,不幸的人啊,你要为了我而如此劳心,承担这些苦差,你以前可是娇生养惯的,而且即使我这样劝说你,你也不肯停止?
我把你视作等同于神明的朋友;因为在我的灾难中你没有凌辱我。
对于凡人来说,在不幸的灾难中找到一位医生是极大的幸运,正如我得到了你一样。
§71δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω §72μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, §73συνεκκομίζειν σοι πόνους.
即使在没有人要求的情况下,我也必须尽我所能,减轻你的劳苦,让你轻松一些,与你分担工作。
你已经承担了足够多的外面的活计;而这屋子里的事情,我们理当去操持妥当。
εἰσιόντι δʼ ἐργάτῃ §76θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
对于从外面回来的劳动者来说,回到家中看到一切井井有条是令人愉快的。
ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ §79βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
而我,在天亮时,把牛群赶进田里,去播种土地。
因为没有任何懒汉,口头上念叨着神明,就能不劳而获地维持生计。