Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §202-283

伪装的俄瑞斯忒斯与厄勒克特拉的相遇

第 3 段,共 15 段 · 希腊语

内容简介

厄勒克特拉正哀叹自己与漂泊的弟弟俄瑞斯忒斯的悲惨境遇,却被突然现身的陌生人吓得企图逃跑。伪装的俄瑞斯忒斯安抚了她,两人随后就她的不幸婚姻以及复仇的坚定决心展开了交谈。

§202τοῦ τε ζῶντος ἀλάτα,
也是为了那个活着却在漂泊的人。
§203ὅς που γᾶν ἄλλαν κατέχει, §204μέλεος ἀλαί- §205νων ποτὶ θῆσσαν ἑστίαν,
他不知正身处何处的他乡异土,凄惨地游荡着,寻向雇工的炉灶。
§206τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
他明明出生于那位名声显赫的父亲。
§207αὐτὰ δʼ ἐν χερνῆσι δόμοις §208ναίω ψυχὰν τακομένα §209δωμάτων πατρίων φυγάς, §210οὐρείας ἀνʼ ἐρίπνας.
而我则在贫穷之家中虚度度日,消磨着灵魂,被逐出父辈的府邸,身处群山的悬崖深壑之间。
§211μάτηρ δʼ ἐν λέκτροις φονίοις §212ἄλλῳ σύγγαμος οἰκεῖ.
而母亲在血腥的婚床上,与另一个男人结合并生活。
§213πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει §214σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
无论对希腊人还是对你的家庭,你母亲的姐妹海伦都是许多灾祸的根源。
§215οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
唉,女人们,我要停止我的哀悼了。
§216ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους §217εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
这座房子附近有一些陌生人,他们之前一直藏匿在埋伏之处,现在从藏身所站了起来。
§218φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ §219φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
你朝小路逃跑,我往屋里逃去,让我们迈开脚步,避开这些行恶的男人。
§220μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.
站住,不幸的人啊;不要害怕我的手。
§221ὦ Φοῖβʼ Ἄπολλον·
哦,福波斯·阿波罗!
προσπίτνω σε μὴ θανεῖν.
我恳求你,愿我免于一死。
§222ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
我宁可去杀死其他比你更可憎的敌人。
§223ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
走开,不要触碰你不该触碰的人。
§224οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
没有人能比我更合情合理地触碰你。
§225καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
那你为什么手持长剑,在我家附近埋伏?
§226μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
留步并听我说,很快你就会改变想法。
§227ἕστηκα·
我站住了。
πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
无论如何我都任凭你处置,因为你比我强大。
§228ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
我是带着你兄弟的话来的。
§229ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
哦,最亲爱的人,他是活着还是死了?
§230ζῇ·
他活着。
πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
首先我想向你宣告这个好消息。
§231εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
愿你幸福,作为这最悦耳之语的酬报。
§232κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
我将这福分归于我们两人共同享有。
§233ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
那个不幸的人,在世上何处过着不幸的流亡生活?
§234οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
他不遵循任何一个城邦的习俗,四处流落。
§235οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;
难道他缺乏维持每日生计的资粮?
§236ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
资粮是有的,但流亡的男子终究是无能为力的。
§237λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;
那你究竟带着那人怎样的口信而来?
§238εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
询问你是否活着,若活着,你又是如何在这不幸中度日的。
§239οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
那么,你首先能看到我这干瘪的身体。
§240λύπαις γε συντετηκός, ὥστε με στένειν.
它因悲伤而消损,令我禁不住叹息。
§241καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.
还有我这用剃刀剃短的头颅和头发。
§242δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
兄弟以及也许死去的父亲,正在噬咬着你的心。
§243οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
唉,对我而言,还有什么比他们更珍贵?
§244φεῦ φεῦ·
叹息。
τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
那么你认为,在你的兄弟眼里,你又有多珍贵呢?
§245ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
哪怕他身处远方,他也是我至爱的人,而留在这里的人却不然。
§246ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
你为什么住在远离城市如此遥远的地方?
§247ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.
异乡的客啊,我结婚了,一场致命的婚姻。
§248ᾤμωξʼ ἀδελφὸν σόν.
我为你的兄弟感到哀伤。
Μυκηναίων τίνι;
你是嫁给迈锡尼的哪个人?
§249οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.
不是父亲曾指望将我托付的人。
§250εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
告诉我吧,好让我听见后转告你的兄弟。
§251ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
我住在这座远离那个人的屋舍里。
§252σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
挖掘土地的人或放牛的人,才配得上这样的屋舍。
§253πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
他是个贫穷但高尚的男子,对我十分敬重。
§254ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
那么,你的丈夫对你的敬重体现在哪里?
§255οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
他从未敢染指我的床榻。
§256ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
或是出于某种神圣的誓言,或是嫌你配不上他?
§257γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
他不愿侮辱我的父母。
§258καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
那他得到这样的婚姻,怎能不感到高兴?
§259οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
异乡的客啊,他并不认为那个把我交给他的人是正当的监护人。
§260ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.
我明白了,免得他日后向俄瑞斯忒斯偿还罪责。
§261τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
他正是畏惧这一点,此外,他本性也是个克己的人。
§262φεῦ·
唉。
§262aγενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.
你说的是个高尚的人,我们必须善待他。
§263εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.
如果如今身在远方的那人有朝一日能回到这个家。
§264μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
但生下你的母亲,难道容忍了这样的事吗?
§265γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.
异乡的客啊,女人们爱的是丈夫,而不是孩子。
§266τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
埃癸斯托斯究竟因何缘故如此侮辱你?
§267τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.
他想通过把我嫁给这样的人,让我生下软弱无力的孩子。
§268ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
这样一来你便不会生下复仇的孩子了?
§269τοιαῦτʼ ἐβούλευσʼ·
他曾这般策划。
ὧν ἐμοὶ δοίη δίκην.
愿他因此向我偿清罪责。
§270οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;
你母亲的丈夫知道你依然是处女吗?
§271οὐκ οἶδε·
他不知道。
σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.
我们用沉默向他隐瞒了这件事。
§272αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
那么,听到这些话的这些女人,是你的朋友吗?
§273ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
是用以守口如瓶,极好地隐藏我的话和你的话的。
§274τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;
俄瑞斯忒斯若回到阿耳戈斯,对此会有何作为?
§275ἤρου τόδʼ;
你问这个?
αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
你说出这样令人羞愧的话,难道现在不正是关键时刻吗?
§276ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
如果他真的回来了,他又如何杀死父亲的凶手们?
§277τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
通过敢于去做父亲被仇敌们所敢于施加的那种事。
§278ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
你真的敢于与他一起,连母亲也杀死吗?
§279ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
用害死我父亲的同一把斧头。
§280λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;
我要把这些话告诉他,而你说的这些是确定无疑的吗?
§281θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
只要我能屠戮母亲、流下她的血,即便死我也甘心。
§282φεῦ·
唉。
§282aεἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
但愿俄瑞斯忒斯就在近旁听着这些话。
§283ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
但是,异乡的客啊,哪怕我见到他,我也认不出他来。

词汇与语法注释

  1. 202τοῦ τε ζῶντος ἀλάτα — 此处承接了前句 §201 中由感叹词 οἴμοι 引导的感叹属格结构(οἴμοι τοῦ καταφθιμένου),并通过连词 τε 进行并列。
  2. 221προσπίτνω σε μὴ θανεῖν — 动词 προσπίτνω(跪求、恳求)接宾格代词 σε(你)以及带有否定词 μὴ 的不定式 θανεῖν(死)。这里不定式的逻辑主语并非宾格的 σε,而是说话者(厄勒克特拉)自身,整句意为“我哀求你免我一死”。
  3. 259οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται — 动词 ἡγέομαι(认为……是……)带双宾格的结构。分词短语 τὸν δόντα μʼ(把我[作为妻子]交出去的人,即埃癸斯托斯)是直接宾语,而形容词 κύριον(具有正当权利的监护人)作宾语补足语。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §202-283. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:202-283

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。