Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §722-813

使者到来与埃吉斯托斯伏诛的报告

第 9 段,共 15 段 · 希腊语

内容简介

歌队歌唱阿特柔斯家族关于黄金羊与天象异变的历史神话。随后一名使者带来捷报,向埃克特拉详细叙述俄瑞斯忒斯如何在祭祀中刺杀埃吉斯托斯。

§722Ἀτρέως, τέρας ἐκκομί- §723ζει πρὸς δώματα· νεόμενος δʼ §724εἰς ἀγόρους ἀυτεῖ §724aτὰν κερόεσσαν ἔχειν χρυσεόμαλ- §725λον κατὰ δῶμα ποίμναν.
阿特柔斯的那件奇珍(黄金羊),他将它带回了自己的府邸;他走向集会高声宣称,他的屋里有那只长着角、披着金黄色毛皮的羊群。
§726τότε δὴ τότε φαεν- §727νὰς ἄστρων μετέβασʼ ὁδοὺς §728Ζεὺς καὶ φέγγος ἀελίου §730λευκόν τε πρόσωπον ἀ- §731οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ- §732νει θερμᾷ φλογὶ θεοπύρῳ, §733νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ- §734κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ- §735δραι φθίνουσʼ ἀπειρόδροσοι, §736καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
那时,是的,就在那时,宙斯改变了星辰闪耀的轨道,改变了太阳的光芒,以及黎明洁白的容颜;他用神圣之火的炽热烈焰驱赶着西方的天空,湿润的云朵飘向北方,干燥的阿蒙之地因无露水而荒芜,被剥夺了来自宙斯最美妙的雨水。
§737λέγεται, τὰν δὲ πί- §738στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει, §739στρέψαι θερμὰν ἀέλιον §740χρυσωπὸν ἕδραν ἀλλά- §741ξαντα δυστυχίᾳ βροτεί- §742ῳ θνατᾶς ἕνεκεν δίκας.
有人这样说——但在我看来这种说法几乎不可信—— 太阳转动了他那炽热的、金色的宝座,改变了路线,是因为人类的灾祸,是因为凡人之间那场关于正义的争端。
§743φοβεροὶ δὲ βροτοῖσι μῦ- §744θοι κέρδος πρὸς θεῶν θεραπεί- §745αν.
然而,可怕的神话对凡人是有益的,它们能促使人们敬奉神明。
ὧν οὐ μνασθεῖσα πόσιν §746κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.
你没有记住这些,却杀害了你的丈夫,噢,赫赫有名的兄弟们的姐妹啊。
§747ἔα ἔα·
哎呀,哎呀!
§747aφίλαι, βοῆς ἠκούσατʼ — ἢ δοκὼ κενὴ §748ὑπῆλθέ μʼ;
朋友们,你们听到呼喊声了吗——还是虚幻的幻觉潜入了我的心田?
— ὥστε νερτέρα βροντὴ Διός;
——就像宙斯地下的雷鸣?
§749ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται·
看啊,这绝非不清晰的风声正在升起。
§750δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.
女主人埃克特拉啊,离开这所房子吧。
§751φίλαι, τί χρῆμα;
朋友们,发生什么事了?
πῶς ἀγῶνος ἥκομεν;
我们的斗争结果如何?
§752οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
除了这一件事,我什么也不知道:我听到了杀戮的哀号。
§753ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως.
我也听到了,虽然很远,但确实听到了。
§754μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
因为声音传得很远,而且非常清晰。
§755Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;
这呻吟声是阿耳戈斯人的;难道是我的朋友们的吗?
§756οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
我不知道;因为各种呼喊的调子都混杂在一起。
§757σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;
你向我预示了这场屠杀;我们还在等什么?
§758ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
稍等片刻,好让你看清自己的命运。
§759οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
不可能;我们被打败了;否则使者在哪里?
§760ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
他们会来的;杀死一位君王绝非易事。
§761ὦ καλλίνικοι παρθένοι Μυκηνίδες, §762νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, §763Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ §764Αἴγισθον·
噢,迈锡尼胜利的少女们,我向所有朋友宣布俄瑞斯忒斯获得了胜利,阿伽门农的谋杀者埃吉斯托斯已陈尸地上。
ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
然而,我们必须向神明祈祷。
§765τίς δʼ εἶ σύ;
你是谁?
πῶς μοι πιστὰ σημαίνεις τάδε;
你如何向我证明这消息可靠?
§766οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
你看着你弟弟的仆人,却认不出我来吗?
§767ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν §768εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
噢,最亲爱的人啊,由于恐惧,我刚才确实难以辨认你的面容;但现在我终于认出你了。
§769τί φῄς;
你说什么?
τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
杀害我父亲的那位令人痛恨的凶手死了吗?
§770τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω.
他死了;我向你重复两遍这件你最期盼的事。
§771ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
噢,神明啊,还有洞察一切的正义啊,你终于来到了。
§772ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου §773κτείνει Θυέστου παῖδα;
可是,他是以何种方式,通过何种杀戮的步骤,杀死了塞厄斯忒斯之子的?
βούλομαι μαθεῖν.
我想知道。
§774ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα, §775ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν §776ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
当我们迈步离开这所宅邸之后,我们便步入了那条有双重车辙的马车大道,迈锡尼那位声名赫赫的君王就在那里。
§777κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, §778δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους· §779ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι·
他当时正漫步在泉水灌溉的园林中,摘取娇嫩的香桃木枝,准备编织戴在头上的花冠;他看见我们便喊道:‘欢迎你们,异邦人;你们是谁,从何处旅行而来?
τίνες §780πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;
你们来自哪个国家?
§781ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν §782θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
’ 俄瑞斯忒斯便说:‘我们是帖撒利人;我们正要去阿尔斐俄斯河,向奥林匹亚的宙斯献祭。
§783κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε· §784νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ §785θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν §786νύμφαις·
’ 埃吉斯托斯听了这话,便这样说道: ‘现在你们必须在我的炉边做客,与我共同享用宴席;我刚好在向宁芙们宰牛献祭。
ἑῷοι δʼ ἐξαναστάντες λέχους §787ἐς ταὐτὸν ἥξετʼ.
清晨醒来后,你们再去继续你们的行程。
ἀλλʼ ἴωμεν ἐς δόμους — §788καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν §789παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών·
但现在让我们进屋吧’—— 他一边说着,一边拉着我们的手,引我们进去——‘你们绝不该拒绝。
§791λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, §792ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
’ ‘来人啊,快给客人们准备洗浴的水,好让他们站在祭坛周围,靠近洗手的水盆。
§793ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα §794λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
’ 但俄瑞斯忒斯说:‘我们刚刚用河水洗净了身体。
§795εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, §796Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
埃吉斯托斯王啊,如果允许异邦人与公民一同献祭,我们已经准备好了,绝不拒绝,陛下。
§797τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· §798λόγχας δὲ θέντες δεσπότου φρουρήματα §799δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· §800οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ, §801ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας §802λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
’ 于是,他们便不再谈论这个话题;主人的护卫仆人们都放下了长枪,所有人都在为献祭而动手忙碌起来:有人抬着宰杀用的器皿,有人拿来盛祭品的篮子,还有人点燃了炉火,在祭坛周围架起大锅;整座房屋响声震天。
§803λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν §804ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη· §805νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν §806καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν §807πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς §808— λέγων Ὀρέστην καὶ σέ.
你的母亲的同衾者拿了大麦粉,撒在祭坛上,口中念着这样的话语: ‘岩石的宁芙们啊,愿我能经常这样宰牛献祭,愿我在家中的妻子、廷达瑞俄斯的女儿,能像我们现在这样幸福,愿我的仇敌遭受不幸’—— 他指的是俄瑞斯忒斯和你。
δεσπότης δʼ ἐμὸς §809τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους, §810λαβεῖν πατρῷα δώματʼ.
但我的主人却在默默祈祷着相反的事情,没有大声说出来,祈求能夺回父亲的家园。
ἐκ κανοῦ δʼ ἑλὼν §811Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα §812τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, §813κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
埃吉斯托斯从篮子里拿出一把直刀,剪下牛犊的毛,用右手将它放在圣火之上,然后,在仆人们用双手将牛犊抬到肩上时,他便割断了它的喉咙。

词汇与语法注释

  1. 727μετέβασʼ — 及物动词过去时(μετέβασε),意为“宙斯使(星辰的轨道)改变”。虽然该动词通常用作不及物动词(“移动”、“渡过”),但此处支配宾语 ὁδούς,作使役或及物解,即“使……改变”。
  2. 742ἕνεκεν δίκας — 此处的 δίκη 并非指抽象的“正义”,而是指阿特柔斯与塞厄斯忒斯之间“凡人的争端(诉讼、不和)”。因此,该介词短语支配属格,表示原因,译为“因为凡人之间的争端”。
  3. 748ὥστε — 此处作为引入比较的副词,相当于 ὥσπερ(意为“如同”、“好似”),用于将刚才听到的声音与“地下宙斯的雷鸣”作对比。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §722-813. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:722-813

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。