Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §547-630

俄瑞斯忒斯的辨认与姐弟重聚

第 7 段,共 15 段 · 希腊语

内容简介

老仆人通过眉毛旁的旧伤疤认出了俄瑞斯忒斯,使他和艾立克特拉得以戏剧性地团聚。众人欢庆重逢之余,老仆人透露了艾吉斯托斯的近况,为复仇计划提供了最初的线索。

§547οἱ δὲ ξένοι ποῦ;
“但客人们在哪里?
βούλομαι γὰρ εἰσιδὼν §548αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
因为我想要见到他们,并询问关于你兄弟的事。
§549οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
” “看,他们正从屋里迈着轻快的脚步走出来。
§550ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· §551πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
” “他们看起来确实高贵,但这是有欺骗性的;因为许多高贵的人其实是邪恶的。
§552ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
无论如何——我向客人们致敬。
§553χαῖρʼ, ὦ γεραιέ.
” “你好,老人家。
— τοῦ ποτʼ, Ἠλέκτρα, τόδε §554παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
——艾立克特拉,这个衰老男人的余生,究竟是属于哪位朋友的?
§555οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε.
” “客人啊,此人曾抚育我的父亲。
§556τί φῄς;
” “你说什么?
ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;
就是他把你兄弟偷偷带走的吗?
§557ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.
” “正是他救了彼,如果彼确实还活着的话。
§558ἔα·
” “呀!
§558aτί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν §559λαμπρὸν χαρακτῆρʼ;
他为何这样盯着我,仿佛在检验银币那闪亮的印记?
ἢ προσεικάζει μέ τῳ;
还是他把我当成了某个人?
§560ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων.
” “也许他是高兴看到你,因为你与俄瑞斯忒斯同岁。
§561φίλου γε φωτός.
” “确实是一个可爱的人。
τί δὲ κυκλεῖ πέριξ πόδα;
但他为何绕着我的脚打转?
§562καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.
” “客人啊,我看着这一幕也感到惊奇。
§563ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
” “噢,高贵的女王,女儿艾立克特拉啊,向神明祈祷吧。
§564τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
” “是为了不在的人,还是为了在场的人? 要祈求什么呢?
§565λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
” “为了得到神所显现的、亲爱的珍宝。
§566ἰδού· καλῶ θεούς.
” “看啊,我呼唤神明。
ἢ τί δὴ λέγεις, γέρον;
但是,老人家,你究竟在说什么?
§567βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον.
” “现在看看这位最亲爱的人吧,我的孩子。
§568πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς.
” “我早就看着了,只怕你不再神志清醒。
§569οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;
” “我看着你的兄弟,难道神志不清醒吗?
§570πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον;
” “老人家,你怎么说出这意想不到的话?
§571ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
” “你看到的就是阿伽门农之子俄瑞斯忒斯。
§572ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι;
” “看到了什么印记,能让我信服?
§573οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις
” “眉旁的伤疤。
§574νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών.
那是曾经在父亲的府邸里,他和你一起追赶小鹿时,摔倒流血留下的。
§575πῶς φῄς;
” “你说什么?
ὁρῶ μὲν πτώματος τεκμήριον.
我确实看到了摔倒的证据。
§576ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
” “那么你还要迟疑,不去拥抱最亲爱的人吗?
§577ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ §578τοῖς σοῖς πέπεισμαι θυμόν.
” “不再迟疑了,老人家;因为由于你的证据,我的心已经信服。
— ὦ χρόνῳ φανείς, §579ἔχω σʼ ἀέλπτως — §579bκἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ.
——噢,终于显现的人啊,我意外地拥抱着你——” “你也终于被我拥抱着。
§580οὐδέποτε δόξασα.
” “我从未想过。
§580bοὐδʼ ἐγὼ γὰρ ἤλπισα.
” “因为我也未曾敢希冀。
§581ἐκεῖνος εἶ σύ;
” “你真的是他吗?
§581bσύμμαχός γέ σοι μόνος.
” “至少我是你唯一的盟友。
§582ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον — §583πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς, §584εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.
” “如果我能收起我正在追求的网—— 我对此抱有信心;否则我们便不该再相信神明,如果不义将压倒正义。
§585ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,
” “你来了,你来了,噢,久违的日子!
§586κατέλαμψας, ἔδειξας ἐμφανῆ §587πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ §588πατρίων ἀπὸ δωμάτων τάλας §589ἀλαίνων ἔβα.
你闪耀着,你向城邦显露了那明亮的火炬,彼曾在长期的流亡中,悲惨地从祖辈的家屋,漂泊而去。
§590θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει §591νίκαν, ὦ φίλα.
” “神,是的,某位神正引导着我们的胜利,我的朋友。
§592ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς §593ἐς θεούς, τύχᾳ σοι τύχᾳ §595κασίγνητον ἐμβατεῦσαι πόλιν.
” “举起双手,高声呼喊,发出祈求给神明,因着幸运,因着幸运你的兄弟已经踏入了城邦。
§596εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων §597ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
” “好啦;我已经得到了拥抱的亲切欢愉,以后我们还会再次享受它们。
§598σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες — §599λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
” “但是你,老人家——因为你来得正是时候—— 告诉我,做什么才能让我向杀父仇人复仇?
§601ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;
” “在阿耳戈斯有什么对我有好心的朋友吗?
§602ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;
还是我们已经彻底毁灭,就像我们的命运一样?
§603τῷ ξυγγένωμαι;
我应该与谁联手?
νύχιος ἢ καθʼ ἡμέραν;
在黑夜还是在白昼?
§604ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;
我们应该采取什么途径对付我的敌人?
§605ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
” “噢,孩子,在你的不幸中,没有一个是你的朋友。
§606εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε, §607κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
因为这确实是一件稀罕的珍宝,能够共同分享福与祸。
§608σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις §609οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων, §610ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ, §611πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
” “但是你——因为对朋友而言你已彻底被毁灭,甚至连希望也没有留下——听我的话,你要知道,在你的手中和命运中,你拥有一切,去夺回你父祖的家屋和城邦。
§612τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
” “那么我们究竟要怎么做才能达到这个目的?
§613κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
” “通过杀死廷厄斯忒斯之子和你的母亲。
§614ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
” “我正是为了这顶桂冠而来的;但我该如何夺取它?
§615τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
” “即使你想,你也无法走入城墙之内。
§616φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
” “彼被守卫和执枪侍卫们的右手所防守着吗?
§617ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
” “你说对了;因为彼害怕你,显然无法安睡。
§618εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
” “好啦;老人家,你就为接下来的事情出谋划策吧。
§619κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
” “那就听我说;因为刚才我脑海中闪过一个主意。
§620ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.
” “愿你指示一个好办法,而我能领会它。
§621Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
” “当我走到这里时,我看到了艾吉斯托斯。
§622προσηκάμην τὸ ῥηθέν.
” “我接受你所说的话。
ἐν ποίοις τόποις;
在什么地方?
§623ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
” “就在这些农田附近,彼的牧马场上。
§624τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
” “彼在干什么? 因为我在绝境中看到了希望。
§625Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
” “彼在为宁芙女神们准备祭祀宴会,在我看来是这样。
§626τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
” “是为了感谢养育了孩子,还是在未来的生育之前?
§627οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
” “我不知道,只知道一件事:彼正准备宰牛献祭。
§628πόσων μετʼ ἀνδρῶν;
” “和多少人在一起?
ἢ μόνος δμώων μέτα;
还是独自和仆人们在一起?
§629οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
” “没有一个阿耳戈斯人在场,只有彼自己家的人手。
§630οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
” “老人家,应该没有谁一见到我就能认出我来吧? ”

词汇与语法注释

  1. 553τοῦ — 疑问代名词 τίσ 的属格形式。在此处或修饰动词 κυρεῖ(κυρέω,伴随属格表示“属于”、“是……的”),或修饰 φίλων(表示“在你的朋友当中,属于谁的”)。
  2. 564τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι; — 介词 πέρι(περί)置于句末,同时支配前面的两个名词短语(τῶν ἀπόντων 与 τῶν ὄντων)。它伴随属格,表示由 εὔχου(“祈祷”)所指引的对象,清晰地对比了“关于不在场之人,还是关于在场之人”。
  3. 568μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς — 紧随表示担忧或察觉的动词 δέδορκα 之后的 💡μή 从句,表示“恐怕/怀疑……”。此处使用虚拟语气 φρονῇς,委婉地表达了说话者(艾立克特拉)对对方(老仆)是否神志清醒的怀疑。
  4. 582ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον — 此处的结构中,作为关系代词 ὅν 的先行词 βόλον(网、陷阱)被纳入了关系从句内部(先行词并入)。意为“如果我能拉起我所追寻的那张网”,将复仇的成功比作捕鱼拉网的隐喻。
  5. 608σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις — 此处展现了语法上的破格(anacoluthon)现象。句子以主语 σὺ δʼ(“而你”)开始,紧接着插入了表示原因的 γάρ 从句,随后在 §609 中连接到命令式 ἴσθι(“你要知道”)。被动动词 ἀνῄρησαι 伴随表示关系或施事者的与格 φίλοις,意为“在朋友方面你已被彻底毁灭”。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §547-630. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:547-630

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。