Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §455-546

老仆的到来与对俄瑞斯忒斯归来线索的怀疑

第 6 段,共 15 段 · 希腊语

内容简介

歌队歌颂了阿喀琉斯盾牌上华丽的弗里吉亚图案后,阿伽门农忠实的老家仆来到伊拉克特拉家。老人报告说在扫墓时发现了头发等祭品,猜测俄瑞斯忒斯已然归国,但伊拉克特拉理性地反驳了这些认亲的线索。

§455κλεινᾶς ἀσπίδος ἐν κύκλῳ §456τοιάδε σήματα, δείματα §457Φρύγια, τετύχθαι· §458περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ §459Περσέα λαιμοτόμαν ὑπὲρ §460ἁλὸς ποτανοῖσι πεδί- §461λοισι φυὰν Γοργόνος ἴ- §462σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ- §463μᾷ, τῷ Μαί- §463bας ἀγροτῆρι κούρῳ· §464ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων §465κύκλος ἀελίοιο §466ἵπποις ἂμ πτεροέσσαις §467ἄστρων τʼ αἰθέριοι χοροί, §468Πλειάδες, Ὑάδες, Ἕκτορος §469ὄμμασι τροπαῖοι· §470ἐπὶ δὲ χρυσοτύπῳ κράνει §471Σφίγγες ὄνυξιν ἀοίδιμον §472ἄγραν φέρουσαι· περιπλεύ- §473ρῳ δὲ κύτει πύρπνοος ἔ- §474σπευδε δρόμῳ λέαινα χαλ- §474aαῖς Πειρη- §475ναῖον ὁρῶσα πῶλον. §476ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ- §477λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.
在名震天下的盾牌圆盘上,刻有令弗里吉亚人丧胆的如此印记(我曾听说);在环绕边缘的轮毂处,斩首者珀尔修斯跨越海洋,穿着飞翼神鞋,手提戈耳工的头颅,与宙斯的使者赫尔墨斯同行,那迈亚的乡野之子;在盾牌的中央,闪耀着炽热的太阳圆盘,乘着带翼的骏马,还有天宇中星辰的舞队,昴星团与毕星团,令赫克托耳的眼睛惊退;在那金打的头盔上,斯芬克斯们用爪子抓着广为人知的猎物;在盾牌弯曲的侧腹上,喷火的牝狮在疾驰,用利爪注视着培雷内的飞马;在血腥的剑上,四足的战马腾跃,黑色尘土在它们的背部周围扬起。
§479τοιῶνδʼ ἄνακτα δοριπόνων §480ἔκανεν ἀνδρῶν, Τυνδαρίς, §481σὰ λέχεα, κακόφρων κούρα.
这样一位率领着辛劳长枪的勇士们的国王,廷达瑞俄斯的女儿啊,被你奸通的床榻杀害了,你这狠毒的女子。
§483τοιγάρ σέ ποτʼ οὐρανίδαι §484πέμψουσιν θανάτοις· ἦ σὰν §485ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν §486ὄψομαι αἷμα χυθὲν σιδάρῳ.
因此,有朝一日天上的神明会将你送入死地;我必将亲眼看见你那沾满鲜血的颈项下,鲜血被铁刃无情地溅洒出来。
§487ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε, §488Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
哪里,我那年轻高贵的男女主人在哪里,那个阿伽门农的孩子,我曾抚育过的孩子在哪里?
§489ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει §490ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
走向这间屋子的道路是多么陡峭,让这个满脸皱纹的老人用这双脚去攀登。
§491ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον §492διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
尽管如此,为了挚爱之人,也必须拖着这弯曲的脊椎和踉跄的膝盖前行。
§493ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ — §494ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων §495ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε §496στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα, §497παλαιόν τε θησαύρισμα Διονύσου τόδε §498ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν §499ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.
噢,孩子——我刚好看见你在门前—— 我给你带来了我放牧的生灵,这只刚从母羊身边带走的初生幼羔,还有花冠,以及从容器里取出的奶酪,还有这狄俄尼索斯的古老珍藏,芬芳四溢,虽少,但倒入较淡的饮品中,足以满杯,令人欢欣。
§500ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους· §501ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας §502δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
让人把这些送进屋里给客人们吧;我则想用这破烂的衣角,将泪水浸湿的双眼擦拭干净。
§503τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;
怎么了,老人家,你为何眼含热泪?
§504μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;
难不成是我的不幸,让你时隔多年再度勾起回忆?
§505ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις §506καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων §507ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;
还是你在为俄瑞斯忒斯悲惨的流亡而哀叹,或是为我的父亲? 他曾被你抱在怀中,你却白白将他养大,对自己和朋友毫无益处。
§508ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.
毫无益处;但无论如何,我绝不能容忍这件事(墓地的荒芜)。
§509ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ §510καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών, §511σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, §512ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.
因为我顺路去了他的墓前,趁着四下无人,便跪倒痛哭,我解开为客人带来的皮囊,洒下奠酒,并在墓冢周围献上了香桃木枝。
§513πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ §514σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν §515ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
在祭坛本身之上,我看到了一只黑毛的羊作为祭品,还有刚流下不久的鲜血,以及被剪下的金色秀发的发丝。
§516κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη §517πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
孩子,我感到惊异,究竟有谁敢于走向这坟墓;因为阿耳戈斯人中绝无此人。
§518ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ, §519μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.
或许是你的兄弟秘密来到了此地,他来到后,对父亲凄凉的坟墓表达了敬意。
§520σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, §521εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός· §522φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, §523τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
看看这头发,把它贴在你的头发上,看看这剪下的头发颜色是否相同;因为拥有同一个父亲之血的人,身体的多数部分往往是相似的。
§524οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, §525εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ §526δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
老人家,你的话可不像是一个聪明人会说的,如果你认为我那勇敢的兄弟,会因为害怕艾吉斯托斯而偷偷摸摸来到这片土地。
§527ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
况且,头发的质地又怎会相符?
§528ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, §529ὁ δὲ κτενισμοῖς θῆλυς;
一方是在贵族男子的摔跤场中长大的发丝,另一方则是因梳理而柔弱的女子之发?
ἀλλʼ ἀμήχανον.
这不可能。
§530πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους §531καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
你能在许多人身上找到相似的秀发,哪怕他们并非生自同一种血液,老人家。
§532σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν §533εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
孩子,你去踩一下那靴子的足迹,看看它的尺寸是否与你的脚相合。
§534πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ §535γαίας ποδῶν ἔκμακτρον;
在乱石林立的坚硬土地上,怎会留下脚印?
εἰ δʼ ἔστιν τόδε, §536δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος §537ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
即便留下了,兄妹两人的脚也不可能一样大,一个是男人,一个是女人,男人的脚显然更大。
§538οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών, §539κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,
难道,哪怕你的兄弟已经来到了这片土地,就没有一件由你的织机织出的衣物能让你认出他吗?
§540ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
就是当初我抱走他使他免于一死时穿的那件?
§541οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός, §542νέαν μʼ ἔτʼ οὖσαν;
难道你不知道,在俄瑞斯忒斯被逐出这片土地时,我还只是个年幼的孩子?
εἰ δὲ κἄκρεκον πέπλους, §543πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, §544εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;
即使我曾织过衣物,当时还是个孩子的他,现在怎能穿着同样的衣服,除非衣服能随着身体一同长大?
§545ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος §546ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —
宁可说是有某个外邦人怜悯他的坟墓,剪下了头发,或者是避过了这片土地的看守——

词汇与语法注释

  1. 457τετύχθαι — 由第452行的动词 ἔκλυον(我听说)引导的间接陈述中的完成时不定式,表示关于阿喀琉斯武器“被制成”某种样貌的传闻内容。
  2. 469ὄμμασι τροπαῖοι — 意为“使赫克托耳的双眼退却(炫目)”。主格复数形容词 τροπαῖοι 表现了星辰的光芒令敌手(赫克托耳)心生恐惧并使其败退的样貌。
  3. 491ἐξελκτέον — 表示必要性或义务的动形容词。作为非人称句使用,表达了老人即使拖着年迈的身躯(脊椎和膝盖)也必须前行的义务。
  4. 498ἐπεσβαλεῖν — 修饰形容词 ἡδύ 的目的或结果不定式,表示将浓烈的原酒“倒入(较淡的饮品中)或稀释混合”是件令人愉悦的事。
  5. 524οὐκ ἄξιʼ ἀνδρός — 伊拉克特拉对老人推论的反驳引入。此处以欧里庇得斯式的理性主义批评而闻名,针对埃斯库罗斯《奠酒人》中传统的认亲场景(通过头发、足迹、衣服的契合来确认亲属)。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §455-546. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:455-546

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。