Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §366-454

俄瑞斯忒斯论高贵与遣使召老仆

第 5 段,共 15 段 · 希腊语

内容简介

俄瑞斯忒斯为农夫的高尚品格所感动,论述了高贵的真正定义并接受了款待。伊拉克特拉和农夫决定派人召来当年救出俄瑞斯忒斯的老仆以协助款待客人,随后歌队歌唱阿喀琉斯的华丽盔甲与出征特洛伊的传说。

§366οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
这个人被称为我这可怜女子的丈夫。
§367φεῦ·
唉!
§367aοὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· §368ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
关于男子的品性,没有什么事是确定的;因为凡人的本性中存有混乱。
§369ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς §370τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα, §371λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι, §372γνώμην τε μεγάλην ἐν πένητι σώματι.
因为我曾见过高贵父亲所生的儿子却是个无用之辈,也见过恶人得善子,见过富贵之人的心中存着饥渴,以及贫寒之躯中存着伟大的志向。
§373πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
那么,人该如何划分并正确判断这些呢?
§374πλούτῳ;
凭财富吗?
πονηρῷ τἄρα χρήσεται κριτῇ.
那他将使用一个糟糕的裁判。
§375ἢ τοῖς ἔχουσι μηδέν;
或者是凭一无所有之人?
ἀλλʼ ἔχει νόσον §376πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
然而贫穷是一种疾病,并通过匮乏教人作恶。
§377ἀλλʼ εἰς ὅπλʼ ἔλθω;
那么我该转向武器吗?
τίς δὲ πρὸς λόγχην βλέπων §378μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
但看着长枪,谁能见证谁是勇者呢?
§379κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
最好还是任由这些事情随风而去,不予理会。
§380οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας §381οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος, §382ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
因为这个男子在阿耳戈斯人中既不显赫,亦未因门第的虚名而自负,虽只是平民之一,却被发现是最高尚的人。
§383οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων §384πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς §385κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
你们这些满脑子空洞成见、到处迷茫的人,难道还不清醒过来,不去通过交往和性格来判断凡人中谁是高尚的吗?
§386οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ §387καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν §388ἀγάλματʼ ἀγορᾶς εἰσιν.
因为正是这样的人治国方略得当,治家也有条理;而那些没有智慧的空洞肉躯,不过是广场上的雕像罢了。
οὐδὲ γὰρ δόρυ §389μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· §390ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
因为强壮的手臂并不能比软弱者更稳地握住长枪;这取决于天性与高尚的灵魂。
§391ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν §392Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν — §393δεξώμεθʼ οἴκων καταλύσεις.
但是——因为不论是在场的还是不在场的阿伽门农之子(我们正是为此而来)都配得上款待—— 让我们接受这屋舍的招待吧。
χωρεῖν χρεών, §394δμῶες, δόμων τῶνδʼ ἐντός.
应该进去了,仆人们,进到这屋里去。
ὡς ἐμοὶ πένης §395εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
因为对我而言,热情的主人比富有的主人更可贵。
§396αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων, §397ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς §398ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
我固然赞美这个男子的开门款待,但我更希望,如果你那同样幸运的兄弟能把我们带进他那幸运的家园。
§399ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι §400χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
或许他会来的;因为洛克西阿斯的神谕是可靠的,至于凡人的占卜,我则不予理会。
§401νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ §402θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν §403μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.
伊拉克特拉,现在我们比以往任何时候都更加心潮澎湃;因为或许命运虽进展缓慢,但终将柳暗花明。
§404ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν §405τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
哀怜的人啊,你既然深知自己家境贫寒,为何还要迎接这些地位高于你的客人?
§406τί δʼ;
那又怎样?
εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, §407οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
如果他们真如看起来那般高贵,难道在简陋或奢华的居所中,他们不会同样感到满意吗?
§408ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, §409ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, §410ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους §411τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς §412ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
既然你在这贫困中犯下了过错,快去见我父亲的那位老仆兼好友,他在塔纳奥斯河畔,即划分阿耳戈斯与斯巴达疆界的河畔,被逐出城邦后,正与羊群为伴。
§413κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων §414ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.
叫他到我这儿来迎接这些刚到的客人,并为客人们准备些宴席的食物。
§415ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, §416ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.
他一定会很高兴,并向神明祈祷,当他听说自己当年救下的孩子还活着。
§417οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα §418λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν, §419εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.
因为从我父亲的家中,从我的母亲那里,我们得不到任何东西;如果我们向那可怜的人透露俄瑞斯忒斯还活着,那将会带来痛苦的灾祸。
§420ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους §421γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος §422καὶ τἄνδον ἐξάρτυε.
好吧,既然你这么想,我就把这些话传达给那位老人;你则要尽林进屋去,料理好家里的事务。
πολλά τοι γυνὴ §423χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
女人只要有份心,就能为宴席增添许多菜肴。
§424ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι, §425ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
况且屋里现有的东西,足够填饱这些客人至少一天的肚子。
§426ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω, §427σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος, §428ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν §429δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς §430ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ §431ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
当当我陷入此类沉思时,我便能看出财富拥有多么伟大的力量,既能施予客人,又能在身体染病时,靠着花费来拯救它;但对于一日三餐而言,财富的分量就微乎其微了;因为每个人一旦饱足,富足之人与贫寒之辈并无二致。
§432κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν §433τοῖς ἀμετρήτοις ἐρετμοῖς §434πέμπουσαι χοροὺς μετὰ Νηρῄδων, §435ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ- §436φὶς πρῴραις κυανεμβόλοι- §437σιν εἱλισσόμενος, §438πορεύων τὸν τᾶς Θέτιδος §439κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ §440σὺν Ἀγαμέμνονι Τρωίας §441ἐπὶ Σιμουντίδας ἀκτάς.
赫赫有名的战船啊,你们曾驶往特洛伊,划动着数不尽的船桨,与涅瑞伊得斯女仙们同行起舞,在那里,喜爱笛声的海豚跳跃,围绕着青铜包头的船艏盘旋,护送着忒提斯那轻捷如飞的阿喀琉斯,与阿伽门农一同前往特洛伊的西摩伊斯河畔。
§442Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι §443μόχθους ἀσπιστὰς ἀκμόνων §444Ἡφαίστου χρυσέων ἔφερον τευχέων, §445ἀνά τε Πήλιον ἀνά τε πρυ- §446μνὰς Ὄσσας ἱερᾶς νάπας §447Νυμφαίας σκοπιὰς §448κόρας μάτευσʼ, ἔνθα πατὴρ §449ἱππότας τρέφεν Ἑλλάδι φῶς §450Θέτιδος εἰνάλιον γόνον §451ταχύπορον πόδʼ Ἀτρείδαις.
涅瑞伊得斯女仙们离开尤波亚的角岬,带来了赫淮斯托斯黄金锻铁砧上打造出的黄金重装武器,越过培利翁山,越过圣奥萨山幽谷的山脊,宁芙女仙们的瞭望哨,她们寻找着那个青年,在那里,骑士父亲为希腊养育着光明,忒提斯所生的海洋之子,为阿特柔斯之子们培养着疾驰的健步。
§452Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν §453Ναυπλίοισι βεβῶτος §454τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
我曾听一个从伊利翁来到纳乌普里亚港口的人说,忒提斯之子啊,关于你那

词汇与语法注释

  1. 383οὐ μὴ ἀφρονήσεθʼ — “οὐ μή + 直言语气将来时”的组合表示强烈的禁止(不要做……)或反问式的命令(难道你不停止……吗?)。此处用来严厉斥责那些被虚名和外表迷惑的人。
  2. 391ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν — 这是一种插入句结构,在第393行的主句“δεξώμεθʼ οἴκων καταλύσεις”出现之前,插入了解释原因的“ἄξιος γάρ...”分句。随后的关系从句“οὗπε修饰“Ἀγαμέμνονος παῖς”。
  3. 397ἐβουλόμην δʼ ἄν — 直言语气过去时(未完成过去)加上助词“ἄν”表示在当下无法实现的愿望,或与当下事实相反的虚拟语气主句(“我本希望[如果情况有所不同]”)。它强调了在当前情况下无法实现的渴望。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §366-454. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:366-454

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。