Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §284-365

厄勒克特拉陈情与农夫的款待

第 4 段,共 15 段 · 希腊语

内容简介

厄勒克特拉向陌生人诉说自己悲惨的处境、阿伽门农之墓所受的侮辱以及她对母亲和埃癸斯托斯的强烈复仇意志。此时,她的农夫丈夫归来,并慷慨地邀请这些隐瞒身份的陌生人进屋做客。

§284νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
因为你还年轻,所以和同样年轻的兄弟分离,这也是不足为奇的。
§285εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
我的朋友中只有一个人能认出他。
§286ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
是人们说将他从杀戮中救出来的那个老人吗?
§287πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
是的,正是父亲昔日的年迈养育者。
§288ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
那么,你死去的父亲是否得到了坟墓?
§289ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
能得到的他都得到了,毕竟他是被逐出家门的。
§290οἴμοι, τόδʼ οἷον εἶπας·
唉,你说了多么可怕的话!
— αἴσθησις γὰρ οὖν §291κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
因为对于凡人来说,即便是听到外人的苦难,那种同情心也会让他们痛心。
§292λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω §293λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.
告诉我吧,好让我了解情况,向你的兄弟带去虽不悦耳、却必须听取的话语。
§294ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, §295σοφοῖσι δʼ ἀνδρῶν·
同情心绝不存在于愚昧无知之中,而存在于聪明人之中。
καὶ γὰρ οὐδʼ ἀζήμιον §296γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
因为实际上,让聪明人拥有过于敏锐的思维,并非完全没有痛苦的代价。
§297κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.
我也怀有和这个人一样的渴望。
§298πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ §299οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
因为我住在远离城市的地方,并不知晓城里的惨状,但现在,我也渴望了解。
§300λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν — §301τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
如果必须说的话——而向朋友倾诉也是应该的——我就说一说我和父亲那沉重的命运。
§302ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, §303ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
既然你挑起了这个话题,异乡人啊,我恳求你,请把我和他的不幸传达给俄瑞斯忒斯。
§304πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι, §305πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε §306οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
首先是,我穿着怎样的衣服艰难度日,身上负荷着多少污秽,又是在怎样的屋顶下生活,自那王宫中被驱逐出来之后。
§307αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, §308ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, §309αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, §310ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
我自己用梭子辛苦地织衣服,否则我就得赤身裸体、一无所有;我自己去挑运河水,无法参加节日庆典,亦被剥夺了跳舞的权利。
§311ἀναίνομαι γυναῖκας οὖσα παρθένος, §312ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς §313ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
作为处女的我,躲避着其他的妇人,也羞于面对卡斯托耳,在他升天成神之前,他们曾将我许配给他,因为我是他的亲属。
§314μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν §315θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες §316δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ, §317Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι §318πόρπαισιν.
而我的母亲则在弗里吉亚的战利品之中坐在王座上,座旁站着亚洲的女奴,她们是我父亲征服得来的,身穿伊达的衣袍,用黄金的别针固定。
αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας §319μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν, §320ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί, §321καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει §322μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
而父亲那黑色的血迹仍在屋中腐烂,至于杀死他的那个人,则乘着与我父亲相同的战车出入,并且手握我父亲曾用来统帅希腊人的王笏,用那双沾满鲜血的手得意洋洋。
§323Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος §324οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης §325ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
而阿伽门农那受尽凌辱的坟墓,至今未曾得到过一次奠酒,也未曾得到过一枝桃金娘,祭坛上没有任何祭品,干涸一片。
§326μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις §327ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ §328πέτροις τε λεύει μνῆμα λάινον πατρός, §329καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν· §330ποῦ παῖς Ὀρέστης;
我母亲那“赫赫有名”的丈夫,在喝得酩酊大醉后,正如人们所说,践踏着坟墓,并用石头砸向我父亲的石碑,甚至竟敢对我们说出这样的话: “俄瑞斯忒斯那小子在哪?
ἆρά σοι τύμβῳ καλῶς §331παρὼν ἀμύνει;
他是否在这坟墓前好好地守护你呢?
— ταῦτʼ ἀπὼν ὑβρίζεται.
” ——身在远方的他,就是这样遭受着侮辱。
§332ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
但是,异乡人啊,我恳求你,请把这些转告给他。
§333πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ, §334αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν, §335κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.
许多人都在托付你,而我就是他们的代言人—— 这双手、这舌头、这不幸的心灵、这剃光的头颅,还有生他的父亲。
§336αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, §337ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν, §338νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
因为这是可耻的,如果父亲消灭了弗里吉亚人,而他作为独子,却不能杀死区区一个仇人,明明他还年轻,且出身于更优秀的父亲。
§339καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, §340λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
瞧,我看见了这个人——我是说你的丈夫—— 已经结束了劳作,正往家里赶来。
§341ἔα·
啊!
τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
我看到在门前的这些陌生人是谁?
§342τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας §343προσῆλθον;
他们因何缘故来到这荒野中的家门前?
ἦ ʼμοῦ δεόμενοι;
是为了找我吗?
γυναικί τοι §344αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
对于女人来说,确实,与年轻男子站在一起是令人羞愧的。
§345ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· §346τὸν ὄντα δʼ εἴσῃ μῦθον·
最亲爱的人,请不要对我产生猜疑;你会知道事情的真相。
οἵδε γὰρ ξένοι §347ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
因为这些陌生人是作为使者,为了向我传达俄瑞斯忒斯的话而来的。
§348ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
但是,陌生人们,请原谅我刚才的话。
§349τί φασίν;
他们怎么说?
ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
那个人还活着并能看见阳光吗?
§350ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
至少口头上是活着的。 他们的话对我来说并非不可信。
§351ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
那他是否还记得父亲和你的苦难?
§352ἐν ἐλπίσιν ταῦτʼ·
这还在希望之中。
ἀσθενὴς φεύγων ἀνήρ.
流亡之人是无能为力的。
§353ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;
那他们来是传达俄瑞斯忒斯的什么话?
§354σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
他派这些人来作为我苦难的目击者。
§355οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
那么,他们亲眼看到了一部分,而另一部分大概由你来诉说。
§356ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
他们知道,这一切他们都了解得一清二楚。
§357οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
那么,难道不该早就为他们敞开大门吗?
§358χωρεῖτʼ ἐς οἴκους·
请进屋吧。
ἀντὶ γὰρ χρηστῶν λόγων §359ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
作为带来好消息的回报,你们将得到我这简陋屋舍里所能提供的一切款待。
§360αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.
仆人们,把这些客人的行李搬进屋里去。
§361καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι §362μολόντες ἀνδρός·
请不要推辞,你们是作为朋友从一位友好之人的身边而来的。
καὶ γὰρ εἰ πένης ἔφυν, §363οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
因为即使我贫穷,我也绝不会表现得缺乏高尚的品格。
§364πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους §365τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
凭神明起誓,这位为了不让俄瑞斯忒斯蒙羞,而帮你保守婚姻秘密的男子,就是他吗?

词汇与语法注释

  1. §285εἷς ἂν μόνος — 意为“我的朋友中只有一个人能认出他”。“希求式 + ἄν”(γνοίη ἄν)表示潜在或委婉的断定,而非违背事实的虚拟语气。
  2. §290αἴσθησις γὰρ οὖν — 意为“因为对他人苦难的感同身受确实会折磨凡人”。这阐明了人性中的一个心理真理:因为人的感知/共情能力(αἴσθησις)会延伸到外人(θύραια)的痛苦(πήματα),所以人们禁不住会产生同情,从而使自己感到痛苦(δάκνει)。
  3. §295οὐδʼ ἀζήμιον — “并非没有代价”,双重否定表强调(缓和陈述)。接下来的不定式短语 γνώμην ἐνεῖναι... λίαν σοφήν(拥有过于聪慧的心思)充当主语,而 τοῖς σοφοῖς(对于智者而言)则是与格。
  4. §307αὐτὴ μὲν ἐκμοχθοῦσα — 伴随主句(在何种屋顶下生活)的伴随分词。它与随后的 ἢ(否则)形成对比,暗示了一种条件关系:除非她自己辛苦织衣服,否则就只能赤身裸体。
  5. §333ἑρμηνεύς — 意为“代言人”或“翻译者”。在 §334–335 中列举的“我的双手、舌头、可怜的心、剃光的头颅以及亡父”正是托付重任的“许多人(πολλοί)”,而厄勒克特拉本人作为他们的代言人(ἑρμηνεύς),这是一种高度比喻性和诗意的句法结构。
  6. §343γυναικί τοι — 意为“对于女人来说确实”。小词 τοι 指向一个普遍真理或不言自明的道理。接下来的不定式结构 αἰσχρὸν ... ἑστάναι(与年轻男子站在一起是可耻的)充当非人称判断句的主语。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §284-365. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:284-365

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。