Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §1-84

波塞冬的哀叹与雅典娜的复仇誓约

第 1 段,共 14 段 · 希腊语

内容简介

波塞冬哀叹特洛伊的毁灭、神明的离去以及赫卡柏和卡珊德拉的悲惨命运。此时雅典娜现身,提议消除往昔的敌意,共同利用风暴对归途中的希腊军队展开报复。

§1Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος §2πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
我已离开爱琴海的咸涩深渊来到此处,我,海洋之神波塞冬。
§3κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
在那里,涅瑞伊得斯们的舞群正以双足舞出最美丽的足迹。
§4ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα §5Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ §6ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν §7εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
自从围绕这片特洛伊的土地,福玻斯与我用笔直的测尺立起石造的塔楼以来,对我而言,对我的弗里吉亚人城邦的善意就从未从心中消逝。
§8ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς §9ὄλωλε πορθηθεῖσʼ·
而今它已化作硝烟,在阿耳戈斯人的枪矛下被劫掠毁灭。
ὁ γὰρ Παρνάσιος §10Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος §11ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας, §12πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
因为帕尔纳索斯山下的福基斯人艾佩俄斯,依靠帕拉斯的巧计,组装了一匹怀胎般藏满兵器的木马,将这具毁灭性的造像送入了塔楼内部。
§15ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα §16φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις §17πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
荒废的神林与诸神的殿堂血流成河;而在家宅守护神宙斯的祭坛基座旁,普里阿摩斯已经倒下,死于此地。
§18πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα §19πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ §20πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ §21ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι, §22οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
众多的黄金与弗里吉亚的战利品被运往阿开亚人的船只;而他们正在等待顺风自船尾吹来,好在经历了十年的岁月后,得以欣然见到妻子与儿女,这些远征这座城邦的希腊人。
§23ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ §24Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας — §25λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς· §26ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, §27νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
而我——因为我被阿耳戈斯的女神赫拉与雅典娜打败,她们联手毁灭了弗里吉亚人—— 只能离开这著名的伊利翁和我的祭坛;因为当惨痛的荒凉降临城邦,神明之事便遭废弛,亦无人再加奉祀。
§28πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων §29βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
在被掳女子的重重哀号中,斯卡曼德罗斯河回荡着她们被抽签分配给主人的啼哭。
§30καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς §31εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
有些归了阿卡迪亚人,有些归了色萨利民众,还有些归了雅典人的领袖忒修斯之子。
§32ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις §33ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
至于未被抽签分配的特洛伊妇女,则在这些居所之下,她们是为军中首领预留的选拔者。
§34στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς §35Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.
同她们在一起的,还有拉栖代梦、廷达瑞俄斯之女海伦,她被理所当然地视为俘虏。
§36τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει, §37πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, §38δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
若有人想看看眼前这悲惨的妇人,她就在此,赫卡柏正瘫倒在门前,为着许多人事,洒下无尽的泪水。
§39ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου §40λάθρα τέθνηκε τλημόνως Πολυξένη· §41φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ·
她的女儿波吕克塞娜,已在阿喀琉斯墓冢的纪念碑旁暗中悲惨地死去;普里阿摩斯和孩子们都已逝去。
ἣν δὲ παρθένον §42μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, §43τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς §44γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
而那名主宰阿波罗纵容其狂乱奔驰的处女卡珊德拉,阿伽门农竟置神圣与虔敬于不顾,强行娶她作为幽暗的枕边侍妾。
§45ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις §46ξεστόν τε πύργωμʼ·
然而,曾经幸福一时的城邦啊,向我告别吧,还有那琢石的城墙!
εἴ σε μὴ διώλεσεν §47Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
若非宙斯之女帕拉斯将你毁灭,你至今仍会屹立于基石之上。
§48ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς §49μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, §50λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
雅典娜:与我父亲血缘最近、并在诸神中尊贵显赫的伟大神明,容我消解往昔的仇怨,向您致意吗?
§51ἔξεστιν·
波塞冬:自是可行。
αἱ γὰρ συγγενεῖς ὁμιλίαι, §52ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.
盖因血亲之交往,女王雅典娜啊,实为拂拭心灵的莫大慰藉。
§53ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ §54κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.
雅典娜:我赞赏您温和的态度;我在此向您呈上于您我双方共同有关的建言,主宰啊。
§55μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, §56ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
波塞冬:莫非您要传达某位神明的新旨意,是来自宙斯,还是来自其他某位神灵?
§57οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν, §58πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
雅典娜:不,而是为了特洛伊,为了我们驻足之地,我前来求助于您的力量,以期达成共识。
§59ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν §60ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;
波塞冬:莫非您抛弃了先前的仇恨,如今对这被烈火化作灰烬的城邦动了怜悯之心?
§61ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους §62καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
雅典娜:请先回到那一点:您是否愿意与我共议,并赞同我想去施行的计划?
§63μάλιστʼ·
波塞冬:甚好。
ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· §64πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;
不过我也极想知道您的来意:您是为了阿开亚人而来,还是为了弗里吉亚人?
§65τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, §66στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
雅典娜:我想让昔日的仇敌特洛伊人感到宽慰,并给阿开亚人的军队带来痛苦的归途。
§67τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους §68μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;
波塞冬:您为何如此忽左忽右,变换莫测,既过度憎恨,又对自己一时碰巧遇上的人施以青睐?
§69οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
雅典娜:难道您不知我与我的神殿已遭凌辱?
§70οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.
波塞冬:我知道,是在埃阿斯强行拖拽卡珊德拉之时。
§71κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.
雅典娜:而他未受到阿开亚人任何惩罚,甚至连一句责备也未听闻。
§72καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.
波塞冬:可他们确实是凭着您的力量才摧毁了伊利翁。
§73τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
雅典娜:正因如此,我愿同您联手,让他们遭受厄运。
§74ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ.
波塞冬:我这方已准备好成全您的心愿。
δράσεις δὲ τί;
但您打算如何做?
§75δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
雅典娜:我想让他们踏上一条艰险难行的归途。
§76ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;
波塞冬:是在他们滞留陆地之时,还是在咸涩的大海之中?
§77ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.
雅典娜:当他们从伊利翁启航归国之时。
§78καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον §79πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα· §80ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, §81βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
宙斯必将降下暴雨和无边的冰雹,以及天空中阴暗的飓风;他还许诺将雷霆之火交予我,以便击打阿开亚人,并用烈火焚烧其船只。
§82σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον §83τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, §84πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
而您,则请尽您的职分,让爱琴海的通道在滔天巨浪与大海的漩涡中咆哮,并在优波亚那幽深的湾口中塞满尸首,

词汇与语法注释

  1. §1πόντου Ποσειδῶν — πόντου 饰于 Ποσειδῶν(“海洋之神波塞冬”)。分词 λιπὼν 与主句动词 Ἥκω 的主语一致,构成了神明自我介绍的悲剧开场公式。
  2. §20δεκασπόρῳ χρόνῳ — δεκασπόρῳ χρόνῳ(十次播种的时间)是表示“十年”的诗意表达。
  3. §23νικῶμαι γὰρ Ἀργείας θεοῦ — 被动语态动词 νικῶμαι 伴有表示行为者的属格 Ἥρας Ἀθάνας θʼ(“被赫拉和雅典娜战胜”)。
  4. §36τὴν δʼ ἀθλίαν τήνδʼ — τὴν δʼ ἀθλίαν τήνδʼ 为前置(prolepsis)结构,作为 εἰσορᾶν 的宾语,并与后面的 Ἑκάβην κειμένην 同格。
  5. §47ἦσθʼ ἂν ἐν βάθροις ἔτι — 虚拟语气条件句(违背过去事实)。针对从句(εἰ μ境况下 μὴ διώλεσεν)的过去否定事实,主句使用未完成过去时 ἦσθα + ἂν(ἦσθʼ ἂν),表示在目前依然持续的状态:“你现在仍会屹立”。
  6. §60πυρὶ κατῃθαλωμένης — 属格分词修饰省略的名词 πόλεως(城邦),作为修饰 οἶκτον(怜悯)的宾格性属格(“对被烈火烧成灰烬的城邦的怜悯”)。
  7. §71ἤκουσʼ ὕπο — ἤκουσʼ ὕπο 即 ἤκουσε + ὑπό。不及物动词 ἀκούω 在此处作被动意义使用(“被(恶言)指责”),介词 ὑπό 引导行为者(此处指阿开亚人)。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §1-84. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:1-84

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。