Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §598-680

悼念波吕克塞娜之死与安德洛玛刻的绝望

第 7 段,共 14 段 · 希腊语

内容简介

赫卡柏与安德洛玛刻互相哀悼重叠在她们身上的不幸,并确认了波吕克塞娜的死讯。安德洛玛刻主张,相比于被迫沦为奴隶的自己,死去的波吕克塞娜更为幸福,并详细诉说了她昔日作为赫克托尔之妻恪守妇德,如今却讽刺地因此被选为仇人子嗣的俘虏新娘的荒谬命运。

§598ὃς λεχέων στυγερῶν χάριν ὤλεσε §598aπέργαμα Τροίας· αἱματόεντα δὲ §599θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν §600γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε §600aδούλια Τροίᾳ.
他因一场可憎的婚礼而毁灭了特洛伊的珀耳加摩斯;而血淋淋的死者遗体,在帕拉斯女神的近旁正被弃置以供秃鹰啄运;而他给特洛伊带来了奴役的轭。
§601ὦ πατρίς, ὦ μελέα §601bκαταλειπομέναν σε δακρύω, §602νῦν τέλος οἰκτρὸν ὁρᾷς. §602bκαὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.
噢,我的祖国,噢,可怜的祖国,我为你即将被抛弃而流泪痛哭,如今你正目睹着悲惨的结局,还有我那诞生了我的家园。
§603ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
噢,孩子们,失去城邦的母亲正被你们抛下。
§604οἷος ἰάλεμος, οἷά τε πένθη §605δάκρυά τʼ ἐκ δακρύων καταλείβεται §606ἁμετέροισι δόμοις·
何等的哀歌,何等的悲伤,泪水接着泪水,不断地流淌,在我们的家中!
ὁ θανὼν δʼ ἐπι- §607λάθεται ἀλγέων.
然而死者已经忘记了痛苦。
§608ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι §609θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
对于身处逆境的人来说,泪水、哀歌的哭诉和带有悲伤的缪斯之歌,是多么甘甜。
§610ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ §611πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
噢,那曾用阿耳戈斯人的长枪毁灭了最多敌人的男子——赫克托尔的母亲啊,你看见这些了吗?
§612ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω §613τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
我看到了神明的作为,他们如何将微不足道的人高高捧起,却将那些看似显赫的人彻底毁灭。
§614ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς §615ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
我和孩子一起被当作战利品带走;高贵出身者沦为奴隶,承受着如此巨大的变故。
§616τὸ τῆς ἀνάγκης δεινόν·
必然之力的可怕啊!
ἄρτι κἀπʼ ἐμοῦ §617βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
就在刚才,我身边的卡桑德拉也被强行夺走了。
§618φεῦ φεῦ·
啊,啊!
§618aἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος §619παιδὸς πέφηνε σῆς.
看来,对于你的孩子来说,出现了第二位、又一个埃阿斯。
νοσεῖς δὲ χἅτερα.
而你还要承受其他的灾难。
§620ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· §621κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
对我来说,那些灾难既无分寸也无法计数;因为灾祸接踵而来,互相竞逐。
§622τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη §623σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
你的孩子波吕克塞娜已经在阿基琉斯的墓前死了,她被屠杀,作为献给无生命死者的祭礼。
§624οἲ ʼγὼ τάλαινα.
啊,可怜的我。
τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι §625Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.
这正是从前塔尔提比奥斯对我说的那个并不明晰却又昭然若揭的谜语。
§626εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων §627ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
我亲眼看见了她,我从这辆战车上走下来,用衣袍遮盖了她,并为死者捶胸哀悼。
§628αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· §629αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
哀哉,孩子,因你那不洁的祭品;再次哀哉,你死得多么惨痛。
§630ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ §631ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
她死了就死了吧;但无论如何,相比于活着的我,她是在更幸福的命运中死去的。
§632οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν· §633τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
孩子,死亡与看见光明是不一样的;因为前者一无所有,而后者还存有希望。
§634ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον §635ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
母亲,噢,生我的母亲,请听听这最动人的言说,好让我把喜悦注入您的心田。
§636τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, §637τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
我说,未曾出生与死亡是一样的,而死比起痛苦地活着还要更好。
§638ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος· §639ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν §640ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
因为死者感知不到任何灾祸,毫无痛苦;而曾经幸福的人落入不幸,其灵魂会在对往昔荣景的追忆中流离受苦。
§641κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, §642τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
而她,就像是未曾见过光明一样,死去了,对自己的灾祸一无所知。
§643ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας §644λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
但我,虽然向着美名射出了箭,并且得到了许多,却错失了幸运。
§645ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα, §646ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
因为凡是为妇人所设立的端庄之德,我都在赫克托尔的家中努力地践行。
§647πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ §648ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται §649κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, §650τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· §651ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη §652οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον §653οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
首先,凡是不守在室内的妇人—— 不论是否算作对妇人的指责——这本身就招致了恶名,而我抛弃了这种外出欲求,留守在房舍中;在内室里,女人们那些小聪明的话语,我一概不放其入内,而是让我的心灵作为自家的良师,使我对自己感到满足。
§654γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει §655παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν, §656κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
对丈夫,我保持舌头的沉默和温顺的目光;我懂得在哪些事情上我该战胜丈夫,以及在哪些事情上应当向他让步。
§657καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν §658ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην, §659Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν §660δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.
而这些事情的名声传到了阿开亚人的军队中,毁灭了我;因为当我被俘时,阿基琉斯的儿子想要娶我为妻;我将在仇人杀手们的家中做奴隶。
§661κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα §662πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, §663κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ §664στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
如果我抛开对赫克托尔挚爱面容的思念,向眼前的丈夫敞开心扉,在死者看来我便是卑劣的;但如果反之我怨恨他,我便会被我自己的主人所嫌恶。
§665καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ §666τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος· §667ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος §668καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
然而人们说,仅仅一个夜晚就能消解女人对丈夫同床的排斥;但我唾弃那种女人,她在失去了先前的丈夫后,在新的床榻上又爱上了另一个男人。
§669ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ §670τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. §671καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ §672ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
甚至连一只年轻的小牝马,如果被拆散离开与它一同长大的同伴,也不会轻易拉起轭来;然而野兽是无言的,没有理性,其天性也是低劣的。
§673σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι §674ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν· §675ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων §676πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
而你,我亲爱的赫克托尔,我拥有你作为我足够的丈夫,在才智、出身、财富和勇气上皆是伟大的;你从我父亲的府邸娶走纯洁无瑕的我,第一个与我结下了处女的婚姻。
§677καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ §678πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
而现在你已死去,我却在船上被运往希腊,成为承受奴役之轭的俘虏。
§679ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν §680Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
难道你所哀悼的波吕克塞娜之死,其悲惨程度不比我所承受的灾祸要小吗?

词汇与语法注释

  1. 598ὃς — 关系代名词 ὃς 的先行词是前一节 §597 中的 σὸς γόνος(你的儿子),在此指帕里斯。
  2. 600γυψὶ φέρειν τέταται — 不定式 φέρειν 表示目的或结果,“弃置以供秃鹰搬运”。与格 γυψὶ 是行为者与格或工具与格。
  3. 622τέθνηκέ σοι — 与格 σοι 是表示不利益或关涉的与格(即伦理与格或关系与格),增添了“对你(不幸)而言”的语气。
  4. 624τοῦτʼ ἐκεῖνʼ — 指示代名词 οὗτος 与 ἐκεῖνος 的结合(τοῦτο ἐκεῖνο)是一种惯用表达(“这正是那个”),用于确认此前提到过的谜题或预言如今已成为现实。
  5. 628σῶν ἀνοσίων προσφαγμάτων — 属格 σῶν ἀνοσίων προσφαγμάτων 是与叹词 αἰαῖ 连用的感叹属格,意为“(哀哉)因你那不洁的牺牲”。
  6. 643τοξεύσασα τῆς εὐδοξίας — 动词 τοξεύω(射箭、瞄准)支配表示目标的属格(目标属格 τῆς εὐδοξίας)。在此为比喻用法,意为“以美名为目标而射箭”。
  7. 647πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει — 句子的骨架为:关系从句 ἥτις οὐκ ἔνδον μένει(不留在家中的妇女)表示条件,其行为本身(由 αὐτὸ τοῦτο “正是这件事本身”承接)作为主句动词 ἐφέλκεται(招致)的主语。ἔνθα 引导一个表示情境的从句,中间夹有插入成分 κἂν προσῇ...。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §598-680. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:598-680

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。