Humanitext Reader

欧里庇得斯 · 特洛伊妇女 §402-479

卡珊德拉被带走与倒地赫卡柏的哀叹

第 5 段,共 14 段 · 希腊语

内容简介

卡珊德拉预言她的婚礼将给阿伽门农带来毁灭,并预告了等待着奥德修斯的十年艰难漂泊,随后她做好迎接命运的准备被带往船只。留在后方的赫卡柏因绝望而倒地,开始哀叹自己过去的荣耀与如今的破败。

§402καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
高尚地死去是美好的,但不体面地死去则是耻辱。
§403ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, §404οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ §405καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
因此,母亲,你无需怜惜我们的土地,也无需怜惜我的婚床;因为对于我最可恨的人,我将用我的婚礼让他们毁灭。
§406ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, §407μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
你多么愉快地嘲笑自己的不幸,并歌唱着那些你或许无法使其实现的预言。
§408εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας, §409οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας §410τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
如果阿波罗没有使你的心智发狂,你便不会在没有代价的情况下,将我的将领们伴随着这般预言从此地送走。
§411ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ §412οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
然而,那些地位尊崇、名声上聪慧的人,到头来其实并不比那些无足轻重的人强多少。
§413ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, §414Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον §415μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, §416ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
因为全希腊人最伟大的君王,阿特柔斯心爱的儿子,竟屈从于对这狂女的特殊钟情;而我虽是个穷人,也绝不愿占有她的床榻。
§417καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας — §418Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις §419ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι §420πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
至于你——因为你的心智并不健全—— 对阿耳戈斯人的羞辱和对弗里吉亚人的赞美,我都任由狂风吹散;跟随我吧,去往船只,作为献给将帅的美丽新娘。
§421σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος §422ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις §423γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
至于你,当拉厄耳忒斯的儿子想要带你走时,便要跟随;你将成为一位贤惠妇人的仆役,正如那些来到伊利翁的人所说。
§424ἦ δεινὸς ὁ λάτρις.
这仆役多么可怕!
τί ποτʼ ἔχουσι τοὔνομα §425κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, §426οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
使者们为何持有那个名字——凡人共同憎恶的化身,这些君主和城邦身边的走卒?
§427σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως §428ἥξειν μέλαθρα;
你说我的母亲将前往奥德修斯的府邸?
ποῦ δʼ Ἀπόλλωνος λόγοι, §429οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι §430αὐτοῦ θανεῖσθαι;
然而阿波罗的显谕何在,那些对我解释过的神谕说,她将死在此地?
τἄλλα δʼ οὐκ ὀνειδιῶ.
其余的事我便不再指责。
§431δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν· §432ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ §433δόξει ποτʼ εἶναι.
可怜的人,他不知道有什么样的苦难等待着他去承受;我的苦难和弗里吉亚人的不幸,总有一天在他看来犹如金子。
δέκα γὰρ ἐκπλήσας ἔτη §434πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν §435οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας §436δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης §437Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια §438Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια, §439λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες, §440αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, §441πικρὰν Ὀδυσσεῖ γῆρυν.
因为在度过了此地的十年之外,他还要再满十年,方能独自回到祖国,就在那岩石夹峙的狭窄水道中,安家落户着可怕的卡律布迪斯,以及食生肉、游荡山林的独眼巨人,还有将人化为猪的利古里亚喀耳刻,以及在咸涩大海上的海难,对洛托斯果的渴望,和太阳神圣洁的牛群,它们总有一天会发出有声音的肉体,向奥德修斯发出痛苦的鸣叫。
ὡς δὲ συντέμω, §442ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ §443κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
简而言之,他将活着前往冥府,即便逃脱了湖水,归家之时,他将在府邸中发现无数灾祸。
§444ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
然而,我为何要射出奥德修斯那些苦难的利箭?
§445στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
尽速前行吧,让我们与冥府的新郎完婚。
§446ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ, §447ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
恶人啊,你将在夜间、而非白日,凄惨地入葬,你这自以为行事高尚的、达那俄斯人的统领。
§448κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην §449ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου, §450θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
而我,那被赤裸抛弃在深谷中的尸身,在有冬日急流奔涌的水中,就在新郎的坟墓旁,将给野兽分食——我,这阿波罗的使女。
§451ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια, §452χαίρετʼ·
噢,我最挚爱之神的冠冕,狂欢的饰物,再见吧!
ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.
我已离开了往昔令我欢欣的节日。
§453ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα §454δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.
从我的肌肤上撕扯下来吧,好让我趁着肉身依然纯洁,将这些献给疾风,送至你身旁,喔,预言之王。
§455ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ;
将帅的船只在何处?
ποῖ ποτʼ ἐμβαίνειν με χρή;
我该从哪里上船?
§456οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, §457ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
你不能再等候风起于帆樯之间,因为你将把我作为三位复仇女神之一,带离这片土地。
§458χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν·
再见,母亲;切莫哭泣。
ὦ φίλη πατρίς, §459οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ, §460οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος §461καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
噢,亲爱的祖国,地底下的兄弟们,和生养我们的父亲,你们不久就将接待我;我将作为胜利者归于死者之中,去毁灭那灭绝了我们的、阿特雷斯子孙的家门。
§462Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε §463δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
年迈赫卡柏的侍卫们啊,你们难道没看见你们的女主人,正如何无言地瘫倒在地上?
§464οὐκ ἀντιλήψεσθʼ;
你们不扶她起来吗?
ἦ μεθήσετʼ, ὦ κακαί, §465γραῖαν πεσοῦσαν;
难道你们要任由她躺着,你们这些没用的女人,任其倒地吗?
αἴρετʼ εἰς ὀρθὸν δέμας.
快把她的身体扶直。
§466ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι — §467κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια §468πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
放开我——姑娘们啊,不情愿的亲切绝非善意—— 任我倒在这里;因为配得上我倒下的苦难,是我正在承受、曾经承受、以及将要承受的。
§469ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
神啊!
§470ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, §471ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
我是在召唤无力的盟友,但当有人遭遇不幸的命运时,召唤神明,终归还是有一种体面。
§472πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· §473τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
首先,歌唱我曾拥有的美好对我而言是一桩乐事;因为这样便能为我如今的苦难平添更多哀怜。
§474ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην, §475κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, §476οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν· §477οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος §478γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
我们曾是统治者,我也嫁给了统治者,并在那里生下了最优秀的儿女,他们绝非虚有其数,而是弗里吉亚人中最杰出者;无论特洛伊、希腊,还是蛮族的女子,都绝不敢夸耀自己生下了这般儿女。
§479κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ
我也曾看见他们倒在希腊人的长枪之下,

词汇与语法注释

  1. 408εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας [...] οὔ τἂν [...] ἐξέπεμπες ἂν — 这是一个针对过去或现在持续状态的虚拟条件句(反事实条件句):“若非阿波罗令你发狂(εἰ μή... ἐξεβάκχευεν)……你便不会送走……(οὔ τἂν... ἐξέπεμπες 占 ἂν)”。其中的 ἄν 与 τοι 结合为 τἂν(即 οὔτοι ἄν),并与归结句中的未完成过去式动词 ἐξέπεμπες 连用。
  2. 422ἕπεσθαι — 这是一个用作命令语气的不定式(命令性不定式),意为“跟随!”。前面引导它的是带有一般/未来时间意义的時間从句:ἡνίκʼ ἄν 连用虚拟式动词 χρῄζῃ(“每当他想要……”)。
  3. 432ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ δόξει ποτʼ εἶναι — 这是一个反语式的悖论表达:“我的苦难和弗里吉亚人的不幸在他看来将犹如金子(χρυσὸς)”。这意味着奥德修斯未来在流浪中所要经历的痛苦将是如此惨烈,以至于相比之下,卡珊德拉和特洛伊眼前的厄运甚至会显得像是一种恩赐(金子)。
  4. 456οὐκέτʼ ἂν φθάνοις ἂν [...] καραδοκῶν — 这是一个由 οὐκ ἂν φθάνοις(此处带双重 ἄν 的希求式)与分词 καραδοκῶν 连用的惯用句式,表示“不要再拖延……(即‘赶快做……’)”或“一刻也不能耽误……”,用来传达紧迫的命令或立即行动的必要性。
  5. 466οὔτοι φίλα τὰ μὴ φίλʼ — 这是一种巧妙的矛盾修辞(oxymoron),意为“违心的亲切并非善意”(字面意思:“不想要的好意并非好意”)。赫卡柏拒绝了歌队试图扶起她的好意,指出这种违背她意愿的帮助对她而言反而是痛苦的根源。

引用这一段

欧里庇得斯, 特洛伊妇女 §402-479. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg011.humanitext-grc2:402-479

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。