§961εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.
要是你曾看见那孩子向我伸出双手。
§962μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν;
寻觅着乳房,或是想要倒在我的怀里吗?
§963ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.
就在那里,他本无过错,却因我而遭受了不公的痛苦。
§964σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
那你怎么会想到要把孩子丢弃呢?
§965ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.
以为神明会救他自己的孩子。
§966οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
哀哉,你家的福泽竟遭受如此风暴的摧残!
§967τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
老人啊,为什么你蒙着头流泪呢?
§968σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.
因为我看到你和你父亲都在遭受不幸。
§969τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
凡尘之事便是如此,没有什么是永恒不变的。
§970μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.
那么女儿啊,我们不要再一味哀叹了。
§971τί γάρ με χρὴ δρᾶν;
那我该做什么呢?
ἀπορία τὸ δυστυχεῖν.
不幸便意味着无路可走。
§972τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
去向那个最初伤害你的神明复仇。
§973καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
可是,我一介凡人,怎能战胜比我更强大的力量?
§974πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
放火烧毁洛克西阿斯庄严的神谕所。
§975δέδοικα·
我害怕。
καὶ νῦν πημάτων ἄδην ἔχω.
而且现在我已经受够了灾难。
§976τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
那么就敢于去做办得到的事:杀掉你的丈夫。
§977αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
我想起他曾是贤德之人的那段旧日婚姻,心中有所顾忌。
§978νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
那么至少,杀掉那个出现而对你不利的男孩。
§979πῶς;
怎么做?
εἰ γὰρ εἴη δυνατόν·
但愿这有可能!
ὡς θέλοιμί γʼ ἄν.
我确实想这么做。
§980ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.
让你手持利刃的随从们武装起来。
§981στείχοιμʼ ἄν·
我可以去。
ἀλλὰ ποῦ γενήσεται τόδε;
但这要在何处进行?
§982ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
在神圣的帐篷里,他正在那里款待朋友。
§983ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
谋杀太引人注目了,而且奴隶的力量很微弱。
§984ὤμοι, κακίζῃ·
唉,你退缩了!
φέρε, σὺ νῦν βούλευέ τι.
来,现在由你来出个主意。
§985καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
其实,我确实有一个既隐秘又有效的计谋。
§986ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
我会助你一臂之力,将这两者付诸实行。
§987ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
那么请听:你可知道那地生之子的战役?
§988οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
我知道,就是巨人们在弗莱格拉向众神发起的战争。
§989ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.
在那里,大地生下了戈耳工,一个可怕的的怪物。
§990ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;
是为了作为她孩子的盟友,给众神制造麻烦吗?
§991ναί·
是的。
καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.
然后,宙斯之女帕拉斯女神杀死了它。
§994ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;
这就是我很久以前听过的那个传说吗?
§995ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
说雅典娜将这怪物的皮披在胸前。
§996ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;
就是人们所说的埃癸斯,帕拉斯的装束吗?
§997τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ.
当她冲入众神的战场时,它便得到了这个名字。
§998τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
但是女儿,这究竟能对你的敌人造成什么伤害呢?
§999Ἐριχθόνιον οἶσθʼ, ἢ —;
你可知道埃里克托尼俄斯,或者——?
τί δʼ οὐ μέλλεις, γέρον;
你怎么会不知道呢,老人?
§1000ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
就是大地所降生、作为你们最初祖先的那个人吗?
μέλλον γάρ τι προσφέρεις ἔπος.
你接下来的话显然非同寻常。
§1003δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
戈耳工身上的两滴血。
§1004ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
这两滴血对人类的身体具有什么力量?
§1005τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.
一滴致命,另一滴能治愈百病。
§1006ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος;
她用什么把它们系在孩子的身上?
§1007χρυσοῖσι δεσμοῖς·
用黄金的锁链。
ὁ δὲ δίδωσʼ ἐμῷ πατρί.
而他把它们传给了我的父亲。
§1008κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
在他去世后,这东西传到了你手里吗?
§1009ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
是的,我正把它戴在手腕上。
§1010πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
那么,女神这两重礼物的功效是如何运作的?
δύνασιν ἐκφέρει τίνα;
它能发挥什么威力?
§1013νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
它能驱除疾病,维持生命。
§1014ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
你所说的第二滴又有什么作用?
§1015κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
能致人死命,因为它是戈耳工身上毒蛇的毒液。
§1016ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;
你是把它们混合在一起,还是分开携带?
§1017χωρίς·
分开。
κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
因为善与恶是不可混淆的。
§1018ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.
噢,我最亲爱的孩子,你已经拥有了所需的一切。
§1019τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ.
那男孩将死于此物,而你就是动手杀他的人。
§1020ποῦ καὶ τί δράσας;
在何处,又该怎么做?
σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.
你来发令,由我来冒险。
§1021ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ.
在雅典,当他来到我的府邸时。
§1022οὐκ εὖ τόδʼ εἶπας·
你这主意可不好。
καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
你刚才不也指责了我的计划吗?
§1023πῶς;
怎么说?
ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;
难道你也猜到了那同样进入我脑海里的顾虑?
§1024σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
即使你没有亲手杀他,大家也会认为是你害死了那男孩。
§1025ὀρθῶς·
确实如此。
φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
因为人们常说继母总是忌恨前妻的孩子。
§1026αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους.
那么就在这里杀了他,好让你能置身事外、否认谋杀。
§1027προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
确实如此,这样至少我能提前享受到复仇的快意。
§1028καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
而且你也会瞒过你的丈夫,他正急于对你隐瞒真相。
§1029οἶσθʼ οὖν ὃ δρᾶσον;
那么你知道该怎么做了吗?