Humanitext Reader

欧里庇得斯 · 伊翁 §1034-1138

交付毒药与谋杀败露的报告

第 13 段,共 19 段 · 希腊语

内容简介

克瑞乌萨将毒药交给老仆人,托付他暗杀离子并打发他离去。正当歌队祈求阴谋成功时,一名仆人带来消息,称密谋已败露,克瑞乌萨正遭受搜捕。

§1034κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ §1035ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν §1036τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
“把它丢进那年轻人的饮料里,暗中投毒,把他的饮料单独分开,不要给众人,只给那个将要主宰我家园的人。
§1037κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται §1038κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
只要那毒药穿过他的喉咙,他就绝到不了光荣的雅典,而是会死在此地、留在这里。
§1039σὺ μέν νυν εἴσω προξένων μέθες πόδα· §1040ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν.
” “现在你且向内,移步到待客之所;我们则将竭力完成我们被分派的任务。
§1041ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ §1042ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
” “来吧,衰老的脚步啊,即便岁月不容,也要在行动上变得年轻。
§1043ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα, §1044καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
随同女主人向仇敌走去,共同刺杀,并合力将其逐出家园。
§1045τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν §1046τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς §1047θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
对于幸运之人而言,尊重虔敬是美好的;但当人想要惩治敌人时,没有任何法律会阻挡在前。
§1048Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν §1049νυκτιπόλων ἐφόδων ἀνάσσεις §1050καὶ μεθαμερίων, ὅδωσον §1051δυσθανάτων κρατήρων πλη- §1052ρώματʼ ἐφʼ οἷσι πέμπει §1053πότνια πότνιʼ ἐμὰ χθονίας §1054Γοργοῦς λαιμοτόμων ἀπὸ §1055σταλαγμῶν §1056τῷ τῶν Ἐρεχθεϊδᾶν §1057δόμων ἐφαπτομένῳ·
” “路神啊,得墨忒耳之女,你主宰着夜行的袭击与白昼的突袭,请指引我那尊贵的妇人送出的、致命混酒杯中的液体 ——源于被斩首的、地底戈耳工滴落的血滴—— 去对付那个企图染指埃里克托斯家族家园的人。
§1058μηδέ ποτʼ ἄλλος οἴ- §1059κων πόλεως ἀνάσσοι §1060πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
除高贵的埃里克托斯后裔外,愿绝无他人能统治这座城邦的家园。
§1061εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί- §1062νας, ὅ τε καιρὸς ἄπεισι τόλμας, §1063ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη- §1064κτὸν ξίφος ἢ δαίμων ἐξά- §1065ψει βρόχον ἀμφὶ δειρήν, §1066πάθεσι πάθεα δʼ ἐξανύτουσʼ §1067εἰς ἄλλας βιότου κάτει- §1068σι μορφάς.
但若这死亡未能实现,女主人的图谋落空,而眼看希望方显的冒险良机又已逝去,或者是磨利的剑,或者是神明会将绞索套在她的颈项,她将在痛苦中终结痛苦,下行到另一种生命形态之中。
§1069οὐ γὰρ δόμων γʼ ἑτέρους §1070ἄρχοντας ἀλλοδαποὺς §1071ζῶσά ποτʼ ἐν φαεν- §1072ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς §1073ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
因为出身显贵家族的她,绝不能在活着看到明亮阳光时,容忍别国异邦的统治者入主她的家园。
§1074αἰσχύνομαι τὸν πολύυ- §1075μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς §1076λαμπάδα θεωρὸν εἰκάδων §1077ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε §1078καὶ Διὸς ἀστερωπὸς §1079ἀνεχόρευσεν αἰθήρ, §1080χορεύει δὲ σελάνα §1081καὶ πεντήκοντα κόραι §1082Νηρέος, αἱ κατὰ πόντον §1083ἀενάων τε ποταμῶν §1084δίνας, χορευόμεναι §1085τὰν χρυσοστέφανον κόραν §1086καὶ ματέρα σεμνάν· §1087ἵνʼ ἐλπίζει βασιλεύ- §1088σειν ἄλλων πόνον ἐσπεσὼν §1089ὁ Φοίβειος ἀλάτας.
我为那备受颂扬的神明感到羞耻,若是他在美丽舞池的泉水旁、在二十日的彻夜不眠中,看见那行祭的火炬,那时—— 连宙斯那繁星闪烁的苍穹也翩翩起舞,月亮也在起舞,还有涅柔斯的五十个女儿,她们在海洋和川流不息的江河漩涡中,翩翩起舞,歌舞颂扬那戴着金冠的少女与其尊贵的母亲;而那福玻斯的流浪者,却妄图插手他人的辛劳成果,并在那里称王。
§1090ὁρᾶθʼ ὅσοι δυσκελάδοι- §1091σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις §1092ἁμέτερα λέχεα καὶ γάμους §1093Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον §1094εὐσεβίᾳ κρατοῦμεν §1095ἄδικον ἄροτον ἀνδρῶν.
看吧,你们这些随从恶劣歌唱之神、在歌谣中指责我们的床帏以及塞浦路斯神不法、不圣之结合的人啊,我们在虔敬上是何等地超越了男人们不义的播种!
§1096παλίμφαμος ἀοιδὰ §1097καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω §1098δυσκέλαδος ἀμφὶ λέκτρων.
让那名声逆转的歌谣和关于床笫的恶劣歌唱之神转而针对男人吧。
§1099δείκνυσι γὰρ ὁ Διὸς ἐκ §1100παίδων ἀμνημοσύναν, §1101οὐ κοινὰν τεκέων τύχαν §1102οἴκοισι φυτεύσας §1103δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί- §1104ταν ἄλλαν θέμενος χάριν §1105νόθου παιδὸς ἔκυρσεν.
因为那生自宙斯之裔的人显出了他的忘恩负义,未能与女主人在家中共同孕育子嗣,反而向另一个阿佛洛狄忒献宠,得到了一个私生子。
§1106κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως, §1107δέσποιναν εὕρω;
” “高贵的妇女们,我在哪里能找到埃里克托斯的女儿、我的女主人?
πανταχῇ γὰρ ἄστεως §1108ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.
因为我找遍了全城,却仍无法找到她。
§1109τί δʼ ἔστιν, ὦ ξύνδουλε;
” “发生什么事了,同伴?
τίς προθυμία §1110ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;
是什么急迫的脚步催促着你,你带来了什么消息?
§1111θηρώμεθʼ·
” “我们正被搜捕!
ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς §1112ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
这地方的官长们正在寻找她,要让她受石刑而死。
§1113οἴμοι, τί λέξεις;
” “哀哉,你在说什么?
οὔτι που λελήμμεθα §1114κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;
难道我们针对那男孩的秘密谋杀计划败露了吗?
§1115ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.
” “你猜对了;你们也将首当其冲地分担这惩罚。
§1116ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
” “但是那秘密的阴谋是如何败露的?
§1117τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον §1118ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
” “神明不愿受污染,显露了那被正义战胜的不义阴谋。
§1119πῶς;
” “如何做到的?
ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.
我作为恳求者请求你说明此事。
§1120πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών, §1121ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.
因为了解了实情后,即使我们终究要死,死也会死得痛快些,或者若能继续活着也是如此。
§1122ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν §1123πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν §1124πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο, §1125Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦ §1126βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας §1127δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων, §1128λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων §1129σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
” “当克瑞乌萨的丈夫离开神明的神谕所,带着他新得的儿子前往他为众神准备的宴席与祭祀之处时,克苏托斯确实前往了那神圣的巴克科斯之火跳跃的地方,以便用祭牲浸湿狄奥尼索斯的双岩,来替代儿子的出生贺礼,说道:‘孩子,你现在留在原地,凭着工匠们的辛劳,建起四周封闭的帐篷。
§1130θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον §1131μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
’ ‘在我向诞生之神们献祭期间,即使我停留较长时间,也让在场的宾客们享用宴席。
§1132λαβὼν δὲ μόσχους ᾤχεθʼ·
’ 说完他便牵着牛犊离去了。
ὁ δὲ νεανίας §1133σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων §1134ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς §1135καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς §1136ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον,
而那年轻人庄重地用立柱建起无墙的帐篷围栏,巧妙地避开太阳的直射,既不让正午灼热的光线,也不让日落将尽的光芒直射进来。
§1137πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, §1138μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
他以直角精确地量出一普勒特隆的长度,使其中央拥有一万平方尺的面积……”

词汇与语法注释

  1. 1034τῷ νεανίᾳ — 伴随名词 πῶμα(饮料)或投毒动作的与格,用作利益与格或关系与格,指“为了给那年轻人”或“投进那年轻人的饮料中”。
  2. 1040ἐφʼ ᾧ τετάγμεθʼ — 介词 ἐπί 加上关系代词与格 ᾧ 的结构。省略了先行词,表示目的或职守:“为了我们被派遣去(完成的那个任务)”。
  3. 1045εὐτυχοῦσι — 动词 εὐτυχέω(幸运)的现在分词阳性复数与格,作为判断与格配合形容词 καλόν,构成一个普遍命题:“对于处于顺境(幸运)中的人们而言,尊重虔敬是美好的”。
  4. 1117τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον — 由阴性单数对格名词短语与现在分词 ἡσσώμενον 构成的补充判词结构,作为发现动词 ἐξηῦρεν 的直接宾语,表示神明发现“不义正被正义所击败(这一事实)”。
  5. 1127παιδὸς ἀντʼ ὀπτηρίων — 名词 ὀπτηρίων 意为“初见礼(初次见到新生儿时赠送的礼物)”。介词 ἀντί(代替、作为等价物)在此处建立了“作为孩子初见礼的替代(即以此牺牲祭祀作为礼仪)”的语义关系。

引用这一段

欧里庇得斯, 伊翁 §1034-1138. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:1034-1138

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。