Humanitext Reader

欧里庇得斯 · 伊翁 §863-960a

克勒乌萨对阿波罗的控诉与往事坦白

第 11 段,共 19 段 · 希腊语

内容简介

克勒乌萨得知丈夫的背叛后,公开歌唱并坦白了自己过去的秘密:她曾遭阿波罗强暴、产下一子并将其遗弃在洞穴中。年迈的养育者听闻后大为震惊,通过两人的对话,她痛苦经历的真相得以彻底揭开。

§863πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
我们还要向谁去进行美德的竞争呢?
§864οὐ πόσις ἡμῶν προδότης γέγονεν,
我们的丈夫岂不成了背叛者?
§865στέρομαι δʼ οἴκων, στέρομαι παίδων, §866φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι §867χρῄζουσα καλῶς οὐκ ἐδυνήθην, §868σιγῶσα γάμους, §869σιγῶσα τόκους πολυκλαύτους;
我被夺去了家园,被夺去了孩子,我曾渴望妥善安排、却未能如愿的那些希望,也已烟消云散,默不作声地隐瞒我的结合,默不作声地隐瞒我那泪流满面的分娩。
§870ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος §871καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν §872λίμνης τʼ ἐνύδρου Τριτωνιάδος §873πότνιαν ἀκτάν, §874οὐκέτι κρύψω λέχος, ὡς στέρνων §875ἀπονησαμένη ῥᾴων ἔσομαι.
然而,凭着宙斯那繁星闪烁的御座,凭着我那山岩之上的女神,凭着那蓄满池水的特里托尼斯湖的庄严岸边,我绝不再隐瞒那同床之事,因我若将它从胸口宣泄出来,便会感到轻松。
§876στάζουσι κόραι δακρύοισιν ἐμαί, §877ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ §878ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων, §879οὓς ἀποδείξω §880λέκτρων προδότας ἀχαρίστους.
我的双眼正淌下泪水,我的灵魂因饱受凡人与不死神灵的恶毒算计而痛苦万分,我将向世人揭露,他们是那同床共枕的忘恩负义的背叛者。
§881ὦ τᾶς ἑπταφθόγγου μέλπων §882κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις §883κέρασιν ἐν ἀψύχοις ἀχεῖ §884μουσᾶν ὕμνους εὐαχήτους, §885σοὶ μομφάν, ὦ Λατοῦς παῖ, §886πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
噢,那伴着七弦琴之声歌唱的人啊,你那无生命的野地兽角中,回响着缪斯女神们美妙动听的赞歌,勒托之子啊,对着这缕阳光,我将诉说对你的控诉。
§887ἦλθές μοι χρυσῷ χαίταν §888μαρμαίρων, εὖτʼ ἐς κόλπους §889κρόκεα πέταλα φάρεσιν ἔδρεπον, §890ἀνθίζειν χρυσανταυγῆ· §891λευκοῖς δʼ ἐμφὺς καρποῖσιν §892χειρῶν εἰς ἄντρου κοίτας
当我正把番红花的花瓣摘进衣襟的褶皱中时,你走近了我,你那金色的秀发闪闪发光,使衣裳绽放出金色的光芒;你紧紧抓住我雪白的手腕,将我拖向洞穴的寝榻,任凭我口中呼喊着“母亲!
§893κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν §894θεὸς ὁμευνέτας §895ἆγες ἀναιδείᾳ §896Κύπριδι χάριν πράσσων.
”,你这位神明同寝者,竟厚颜无耻地将我强行掳去,满足了阿佛洛狄忒的肉欲。
§897τίκτω δʼ ἁ δύστανός σοι §898κοῦρον, τὸν φρίκᾳ ματρὸς §899εἰς εὐνὰν βάλλω τὰν σάν, §900ἵνα με λέχεσι μελέαν μελέοις §901ἐζεύξω τὰν δύστανον.
悲惨的我为你生下一个男孩,因母亲的惊恐,我将他抛弃在曾与你同床的那张榻上,就是在那张悲惨的床上,你曾将悲惨的我与你结合。
§902οἴμοι μοι·
哀哉!
καὶ νῦν ἔρρει §903πτανοῖς ἁρπασθεὶς θοίνα §904παῖς μοι καὶ σός, τλάμων·
如今,我那也属于你的、可怜的孩子,已被长翅膀的飞鸟掠去充当美餐,已经夭折了!
§905σὺ δὲ κιθάρᾳ κλάζεις §906παιᾶνας μέλπων.
而你却还在弹奏你的七弦琴,高唱着凯旋的赞歌。
§907ὠή,
喂!
§907aτὸν Λατοῦς αὐδῶ σʼ, §908ὅστʼ ὀμφὰν κληροῖς §909πρὸς χρυσέους θάκους §910καὶ γαίας μεσσήρεις ἕδρας, §911εἰς οὖς αὐδὰν καρύξω· §912Ἰὼ κακὸς εὐνάτωρ, §913ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ §914χάριν οὐ προλαβὼν §915παῖδʼ εἰς οἴκους οἰκίζεις· §916ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής, §917οἰωνοῖς ἔρρει συλαθείς, §918σπάργανα ματέρος ἐξαλλάξας.
勒托之子,我呼唤着你,在你黄金的宝座和大地的中心圣所分配神谕的人啊,我要把我的声音传进你的耳中:噢,邪恶的同衾者,你未曾从我的丈夫那里得到过恩惠,却让一个孩子入住他的家门;而我的孩子——也是你的孩子,却在不为人知中夭亡,被猛禽撕扯吞食,失去了母亲为他包裹的襁褓。
§919μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας §920ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν, §921ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο §922Λατὼ Δίοισί σε καρποῖς.
德洛斯憎恨你,那柔发般的棕榈树旁的月桂树枝也憎恨你,在那里,勒托因宙斯的结合而神圣地诞下了你。
§923οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται §924κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
(年迈养育者)哀哉,这揭开了多么巨大的灾难宝库,任何人见此都不能不落泪。
§925ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι §926πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
噢,孩子,看着你的脸庞,我总看不够,我已经无法控制我的思绪。
§927κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί, §928πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο, §929οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν §930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
因为我方才还在心中排解着一阵灾难的波涛,你的话语又从船尾卷起另一阵波澜将我抛起,你抛开眼前已有的灾难,却走上了其他痛苦的邪恶道路。
§931τί φῄς;
你在说什么?
τίνα λόγον Λοξίου κατηγορεῖς;
你对洛克西阿斯提出什么指控?
§932ποῖον τεκεῖν φῂς παῖδα;
你说你生下了怎样的孩子?
ποῦ θεῖναι πόλεως §933θηρσὶν φίλον τύμβευμʼ;
你把他放在城里的什么地方,使之成为野兽的美味坟墓?
ἄνελθέ μοι πάλιν.
再对我说一次。
§934αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
(克勒乌萨)老人啊,我面对你感到羞愧,但我还是要说出来。
§935ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
(年迈养育者)因为我知道如何高尚地与朋友共同叹息。
§936ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας §937πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
(克勒乌萨)那么请听:你可知道凯克罗普斯岩石北侧的洞穴,就是我们称为“长崖”(玛克莱)的地方?
§938οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
(年迈养育者)我知道,潘神的圣所和祭坛就在那附近。
§939ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
(克勒乌萨)就在那里,我经历了一场可怕的搏斗。
§940τίνʼ;
(年迈养育者)怎样的搏斗?
ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
你的话让我的眼泪夺眶而出。
§941Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
(克勒乌萨)我不违己愿地与福波斯结下了悲惨的结合。
§942ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;
(年迈养育者)噢,孩子,这就是我当时所隐约察觉到的事情吗?
§943οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
(克勒乌萨)我不晓得;但若你所言非虚,我们或许可以这么说。
§944νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;
(年迈养育者)就是当你暗自为那隐秘的痛苦而叹息之时?
§945τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
(克勒乌萨)那正是如今我向你挑明的灾祸发生之时。
§946κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
(年迈养育者)后来你又是如何隐瞒了与阿波罗的结合?
§947ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
(克勒乌萨)我生下了孩子——老人啊,请耐下心听我诉说。
§948ποῦ;
(年迈养育者)在何处?
τίς λοχεύει σʼ;
谁为你接生?
ἢ μόνη μοχθεῖς τάδε;
还是你独自承受了这番苦楚?
§949μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
(克勒乌萨)独自一人,在那个我被结合的洞穴里。
§950ὁ παῖς δὲ ποῦ ʼστιν;
(年迈养育者)那么孩子在哪里?
ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις.
好让你不再忍受无子之苦。
§951τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
(克勒乌萨)他死了,老人家,被抛弃给了野兽。
§952τέθνηκʼ;
(年迈养育者)死了?
Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
邪恶的阿波罗难道没有施予任何援手?
§953οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
(克勒乌萨)他没有帮忙;那孩子正在哈得斯的殿宇中受教。
§954τίς γάρ νιν ἐξέθηκεν;
(年迈养育者)那是谁抛弃了他的?
οὐ γὰρ δὴ σύ γε.
绝不可能是你。
§955ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
(克勒乌萨)是我,在黑暗中用衣裳将他襁褓包裹起来扔下的。
§956οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
(年迈养育者)难道没有任何人知晓你丢弃孩子的事吗?
§957αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
(克勒乌萨)只有不幸的命运和独自的隐瞒而已。
§958καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;
(年迈养育者)可你怎能狠得下心,把你的孩子丢在洞穴里?
§959πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη —
(克勒乌萨)怎能?
§960φεῦ·
我满嘴吐露出无数凄惨哀怨的话语—— (年迈养育者)唉!
§960aτλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
你的大胆行为真令人同情,而那神明比你更加残酷无情。

词汇与语法注释

  1. §870ἀλλʼ οὐ — 此处的 οὐ 用于引入强烈的誓言,通常与之搭配的誓词小词 μὰ 被省略。它通过将宙斯的御座和雅典娜的岩壁等立为见证,来表达她“绝不再隐瞒”(οὐκέτι κρύψω)的坚定决心。
  2. §889ἀνθίζειν — 不定词 ἀνθίζειν 表示在前文中“将番红花花瓣摘入衣襟”这一行为的目的或结果(“为了让衣服绽放出金光闪烁的花朵”或“结果使衣服闪耀着金光”)。
  3. §957αἱ ξυμφοραί — 此处仅给出了对应前一行中动词 ξυνῄδει(共同知晓)的主语,动词被省略。该句意为“只有不幸的境遇和守密本身,才是知晓这件事的(同盟者)”。

引用这一段

欧里庇得斯, 伊翁 §863-960a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:863-960a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。