Humanitext Reader

欧里庇得斯 · 伊翁 §780-862

老养育者的控诉与谋害伊翁的怂恿

第 10 段,共 19 段 · 希腊语

内容简介

歌队解释了克苏托斯如何收养神殿青年伊翁为子。愤怒的年迈养育者控诉丈夫的背叛,唆使克勒乌萨杀死丈夫和伊翁,并誓言亲自参与。

§780ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν §781δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.
(歌队)洛克西阿斯交给他一个已经发育成熟的青年;而当时我正在场。
§782πῶς φῄς;
(克勒乌萨)你希冀说什么?
ἄφατον ἄφατον ἀναύδητον §783λόγον ἐμοὶ θροεῖς.
你对我吐露出一个无法言喻、无法言说、不可名状的话语。
§785κἄμοιγε.
(年迈养育者)对我也是如此。
πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται, §786σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.
然而,神谕是如何应验的,请更清楚地告诉我,那孩子究竟是谁。
§787ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς §788πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.
(歌队)你的丈夫从神殿冲出,最先相遇的那个人,神就将他作为孩子赐予了他。
§789ὀττοτοττοτοῖ·
(克勒乌萨)啊,呜呼!
τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν §790ἄρα βίοτον;
难道神谕宣告了我的生命是无子嗣的、无子嗣的吗?
ἐρημίᾳ δʼ ὀρφανοὺς §791δόμους οἰκήσω.
那么在孤寂之中,我将居住在这空虚无人的宅邸里。
§792τίς οὖν ἐχρήσθη;
(年迈养育者)那么神谕所指的究竟是谁?
τῷ συνῆψʼ ἴχνος ποδὸς §793πόσις ταλαίνης;
这个可怜女人的丈夫和谁脚步相合?
πῶς δὲ ποῦ νιν εἰσιδών;
他在哪里、又是如何见到他的?
§794οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν §795ὃς τόνδʼ ἔσαιρε ναόν;
(歌队)亲爱的女主人,你是否认得那个打扫这神殿的青年?
οὗτος ἔσθʼ ὁ παῖς.
就是那个孩子。
§796ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- §797ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, §799οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
(克勒乌萨)愿我能飞向湿润的太空中,远离希腊的土地,飞到西方的群星,朋友们,我遭受了何等、何等的痛苦。
§800ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
(年迈养育者)父亲用什么名字来称呼他?
§801οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
你知道吗,还是在沉默中,这名字仍未确定?
§802Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
(歌队)伊翁,因为他最先与父亲相遇。
§803μητρὸς δʼ ὁποίας ἐστὶν — §803bοὐκ ἔχω φράσαι.
(年迈养育者)那他是何种母亲所生—— (歌队)我无法奉告。
§804φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον — §805παιδὸς προθύσων ξένια καὶ γενέθλια §806σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, §807κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
但他已经离去了——为了让你知道我所知的一切,老人—— 丈夫在神圣的营帐里为孩子献上迎宾和诞生之礼的祭祀,这事是秘密进行的,以便与这个年轻的孩子共享一席酒宴。
§808δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ — §809τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως §810ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως §811ἐκβαλλόμεσθα.
(年迈养育者)女主人,我们被背叛了——因为我与你同患此难—— 被你的丈夫背叛,而且我们在深谋远虑之下遭受凌辱,正被逐出埃雷克修斯的宫殿。
καὶ σὸν οὐ στυγῶν πόσιν §812λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
我并非出于憎恨你的丈夫而说这些,而是因为我爱你胜过爱他。
§813ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν §814καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν, §815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος §816λάθρα πέφηνεν·
他作为一个异乡人来到这里娶了你,继承了你的房屋和全部家产,现在却显露出他已秘密地与另一个女人诞下子嗣并占为己有。
ὡς λάθρα δʼ, ἐγὼ φράσω.
他如何秘密进行,且听我道来。
§817ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι §818ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν, §819λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα §820τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ
当他得知你无法生育,他不甘心与你一样分担不育的命运,而是秘密纳奴隶为妾并私下结合,生下了这个孩子。
§821Δελφῶν δίδωσιν ἐκτρέφειν.
他把孩子交给德尔斐的某个异乡人去抚养。
ὃ δʼ ἐν θεοῦ §822δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
而这孩子在神的神殿里自由成长,以便隐瞒其身份。
§823νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον, §824ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
当他得知这青年已经抚养成人,便借口你无子嗣而劝说你来到此地。
§825κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο §826πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς §827τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα, §829τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
于是神没有说谎,说谎的是这个男人,他早已在抚养这孩子,却编造出这样的罗网:若被识破便推托给神,且他本意要将这片土地的统治权交给他。
§830καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον §831Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
而“伊翁”这个新名字则是隔了很久才编造出来的,堂而皇之地说是因为他在行路时遇到了这孩子。
§832οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ, §833οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς §834κοσμοῦσι.
唉,我是何等痛恨那些作恶的男人,他们编造不义,随后又用巧计加以装饰。
φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον §835θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
我宁愿得一个愚直而善良的朋友,也不愿得一个更为聪明却邪恶的人。
§836καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν· §837ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς §838γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
而在这一切中,你将承受最严酷的恶果:将一个不知生母、不知身份、由某个奴隶女子所生的孩子,带进你的家中成为主人。
§839ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς §840μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, §841ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν, §842τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
因为如果他是由高贵的母亲所生,说服了你并以你的无子为借口,将他迎入家中,那么这灾祸还是单纯的;如果这对你而言是痛苦的,他也本应当向埃俄罗斯的后代寻求联姻。
§843ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν· §844ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ §845ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν §846καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
因此,你必须采取一些妇人该做的事:要么拿起利剑,要么通过某种诡计或者毒药,杀死你的丈夫和那孩子,在他们将死期带给你之前。
§850ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, §851καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους §852οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις §853ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
所以我愿意与你共同劳碌,并在进入他摆设宴席的营帐后,共同合谋杀死那孩子,向我的主人偿还养育之恩,无论我是死是活,去仰望光明。
§854ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, §855τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων §856οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
因为给奴隶带来耻辱的只有一件东西,那就是“奴隶”的名号;而在其他各方面,只要是品行高尚的奴隶,绝不比自由人差。
§857κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω §858κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
(歌队)而我,亲爱的女主人,也愿意分担这命运,要么死,要么光荣地活着。
§859ὦ ψυχά, πῶς σιγάσω;
(克勒乌萨)啊,我的灵魂,我如何能保持沉默?
§860πῶς δὲ σκοτίας ἀναφήνω §861εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
我该如何揭开那些黑暗中的结合,丢弃羞耻心呢?
§862τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
因为还有什么障碍能继续阻拦我?

词汇与语法注释

  1. 780ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν — 完成时分词 πεφυκότα(动词 φύω 的完成时主动分词,宾格阳性单数)与形容词 ἐκτελῆ 一起,描述了动词 δίδωσιν 的直接宾语的状态,意为“作为一个已经发育成熟的青年”。
  2. 787ὅτῳ ξυναντήσειεν ... πρώτῳ πόσις σός — 关系代名词 ὅτῳ 与形容词 πρώτῳ 相结合,关系从句中的动词 ξυναντήσειεν(不带质词 ἄν 的希求法)表示从过去角度设想的某种不确定的一般性条件(“无论他首先遇到谁”)。
  3. 804φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον — — 作表语的形容词 φροῦδος(已离去)修饰第806行中的主语 πόσις。虽然省略了系动词 ἐστί,但在其间插入了插入句 ἵνʼ εἰδῇς...(为了让你知道我所知的一切),使得主谓结构发生了离隔。
  4. 815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος — 现在时中间态分词 ἐκκαρπούμενος(意为“为自己收获、享有果实”)在此处作为带有指责意味的比喻性表达,指“与其他女人秘密生子并据为己有(作为雅典的继承人)”。
  5. 842τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων — 无人称动词未完成过去时直陈式 χρῆν(动词 χρή 的过去式)表示过去未实现的义务(“本应该……但实际上没有”)。不定式 ὀρεχθῆναι 是支配属格动词 ὀρέγομαι(企求、渴望)的无定过去时被动不定式,在此作中间态使用,而 τῶν Αἰόλου γάμων 是其属格宾语。

引用这一段

欧里庇得斯, 伊翁 §780-862. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:780-862

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。