Humanitext Reader

欧里庇得斯 · 伊翁 §606-683

伊翁的顾虑与克苏托斯的命名和进京计划

第 8 段,共 19 段 · 希腊语

内容简介

伊翁恳切地诉说了他对前往雅典的担忧、自己不光彩的出处、对权力斗争的恐惧,以及在神殿中自由、公义生活的可贵。然而,克苏托斯将他命名为伊翁,并计划暂时以游客的名义将他带往雅典。

§606τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
对竞争对手最为敌视。
§607ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν §608γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη §609τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν §610αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, §611πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
\n 而当我作为一个外来者进入一个陌生人的家庭,\n 面对一个没有孩子的妻子——她以前曾与你\n 共担不幸,而如今唯独她被排除在好运之外,\n 只能独自痛苦地承受自己的命运时——\n 我怎能不理所当然地被她憎恨?
§612ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, §613ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
\n 当我紧紧侍立在你的身旁,\n 而无子的她却痛苦地看着你所挚爱的人。
§614κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς §615ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
\n 接下来,你要么背叛我,顾及你的妻子,\n 要么因器重我而使你的家庭陷入混乱。
§616ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων §617γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
\n 女人们为了谋害丈夫,\n 发明了多少杀戮和致命的毒药啊!
§618ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ, §619ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία §620πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
\n 况且,父亲,我同情你的妻子,\n 她在无子中老去;因为她不该\n 出自高贵的祖先,却承受无子的痛苦。
§621τυραννίδος δὲ τῆς μάτην αἰνουμένης §622τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ §623λυπηρά·
\n 至于那徒有虚名的僭主权位,\n 其外表甜美,但府邸之内\n 尽是痛苦。
τίς γὰρ μακάριος, τίς εὐτυχής, §624ὅστις δεδοικὼς καὶ παραβλέπων βίον §625αἰῶνα τείνει;
因为谁能算作幸福,谁能算作幸运,\n 如果他要在恐惧与戒备中,\n 苟延残喘度过一生?
δημότης ἂν εὐτυχὴς §626ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν, §627ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν, §628ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
我宁愿\n 作为一个幸运的平民生活,也不愿做一个僭主——\n 僭主以恶人为友为乐,\n 却因惧怕死亡而憎恨贤良之士。
§629εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε, §630πλουτεῖν τε τερπνόν;
\n 你可能会说,黄金能战胜这一切,\n 富有是令人愉悦的?
οὐ φιλῶ ψόφους κλύειν §631ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους· §632εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
我不愿一边手里守着财富,\n 一边听着谩骂,也不愿承受种种劳顿;\n 但愿我拥有适度的财富,且无忧无虑。
§633ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ· §634τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν §635ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ §636πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν, §637εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
\n 父亲,请听我说说我在这里所享有的好处:\n 首先,是人类最珍贵的‘闲暇’,\n 还有适度的人群,也没有任何恶人\n 把我赶下道路;因为那是无法容忍的——\n 让路给那些比自己低劣的人。
§638θεῶν δʼ ἐν εὐχαῖς βροτῶν, §639ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
\n 我处于对神明的祈祷和对凡人的\n 服务中,他们都满怀喜悦,而非哀哭。
§640καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι, §641ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
\n 我送走一些人,又迎来新的客人,\n 以至于在新人之中,我总是令人愉悦、保持新鲜。
§642ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ, §643δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα §644παρεῖχε τῷ θεῷ.
\n 而人类所祈求的事,哪怕他们并非出于自愿,\n 即成为一个公义之人——法律与天性共同\n 在服务神明中赋予了我。
ταῦτα συννοούμενος §645κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.
考虑到这些,\n 父亲,我认为这里的一切比那里的更好。
§646ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις, §647μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
\n 所以让我留在这里生活吧;因为乐趣是均等的——\n 无论是为伟大的事物欢欣,还是愉快地拥有微小的事物。
§648καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ §649ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
\n 你说得很好,只要我所爱的人,\n 能在你的幸事中同样获得幸福。
§650παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
\n 停止这些话吧,学着去接受好运。
§651θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον, §652κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών, §653θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
\n 因为我希望就在我找到你的地方开始,孩子,\n 设下共同的餐宴,同享一席,\n 并为你补行我们以前未曾献祭过的诞生之祭。
§654καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον §655δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς §656ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
\n 现在我权且把你当作灶旁的客人,\n 用宴席款待你;至于前往雅典人的土地,\n 我将以游客的名义带你同往,假装你并非我的骨肉。
§657καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι §658λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
\n 因为我自己享有幸福的同时,\n 并不想伤害我那无子的妻子。
§659χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι §660δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
\n 随时间推移,我会寻找合适的机会,说服\n 妻子,让你继承我在这片土地上的王权。
§661Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον, §662ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ §663ἴχνος συνῆψας πρῶτος.
\n 我给你起名叫‘伊翁’,以合乎你的命运,\n 因为当我从神殿的圣所走出来时,\n 你是第一个迎面遇上我的人。
ἀλλὰ τῶν φίλων §664πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ §665πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
现在,\n 召集你所有的朋友,伴随着献祭公牛的喜悦,\n 向他们道别,因你即将离开这德尔斐城。
§666ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε, §667ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
\n 至于你们,女仆们,我命令你们对此事保持沉默,\n 如果对我的妻子说漏了嘴,等待你们的将是死刑。
§668στείχοιμʼ ἄν.
\n 我去便是。
ἓν δὲ τῆς τύχης ἄπεστί μοι· §669εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ, §670ἀβίωτον ἡμῖν.
但在我的命运中还缺少一件事:\n 父亲,如果我找不到生我的母亲,\n 我的生活将无法继续。
εἰ δʼ ἐπεύξασθαι χρεών, §671ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή, §672ὥς μοι γένηται μητρόθεν παρρησία.
如果允许祈求的话,\n 愿生我的妇人是雅典人,\n 好让我能从母亲一方获得自由发言权。
§673καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος, §674κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα §675δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
\n 因为一个外来者若进入一个血统纯洁的城邦,\n 即便他在名义上是公民,他的口\n 也如奴隶一般被束缚,无法享有自由发言权。
§676ὁρῶ δάκρυα καὶ πενθίμους §677ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς, §678ὅταν ἐμὰ τύραννος εὐπαιδίαν §679πόσιν ἔχοντʼ εἰδῇ, §680αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
\n 我看到了眼泪和哀伤的\n 哭喊,以及叹息的侵袭,\n 当我们的女主人得知她的丈夫\n 享有子嗣之福,\n 而她自己却无子,被夺去了孩子的时候。
§681τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη- §682σας ὑμνῳδίαν;
\n 勒托之子、预言之神的儿子啊,你唱出了\n 什么样的神谕?
§683πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
\n 徘徊在你神殿周围的这个孩子,是从哪里

词汇与语法注释

  1. 608γυναῖκά θʼ ὡς ἄτεκνον — 介词 ἐς 支配“房屋”(οἶκον),而接下来的“妻子”(γυναῖκα)则由用作表示人方向的介词 ὡς 引导(“到……那里”)。或者,ὡς ἄτεκνον 也可以限制性地解释为“作为无子之人”。
  2. 615συγχέας ἔχῃς — 由不定过去时分词 συγχέας 与作助动词使用的 ἔχω(此处为第二人称单数现在时虚拟式 ἔχῃς)结合而成的迂回完成时结构。相比单纯的完成时,它更强调动作结果状态的持续。
  3. 637εἴκειν ὁδοῦ — 不定式 εἴκειν(让路)作为主语,具体解释了前一行形容词短语 κεῖνο δʼ οὐκ ἀνασχετόν(那是无法忍受的)的实质内容。属格 ὁδοῦ 是表示分离的属格,意思是“从道路上(让开)”。
  4. 642ὃ δʼ εὐκτὸν ἀνθρώποισι — 包含先行词的关系代词 ὃ 与下一行的 δίκαιον εἶναι(成为公义之人)同格。整句意为“人类所期盼的事,即成为公义之人”,作 παρεῖχε 的直接宾语。

引用这一段

欧里庇得斯, 伊翁 §606-683. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:606-683

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。