Humanitext Reader

欧里庇得斯 · 伊翁 §443-538

克苏托斯与伊翁相认及父子对峙

第 6 段,共 19 段 · 希腊语

内容简介

伊翁痛斥阿波罗违背自己制定的法律这一不公行为。随后,侍女歌队祈求神明赐予克勒乌萨子嗣,克苏托斯走出神殿后,确信他遇到的第一个人伊翁就是自己的儿子并试图拥抱他,从而引起了伊翁的极大困惑与抗拒。

§443γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
既然制定了法律,你们自己却犯下不法之罪,这又怎能说是正义?
§444εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι — §445δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων, §446σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ, §447ναοὺς τίνοντες ἀδικίας κενώσετε.
但是,如果——这虽然不会发生,但我且用它作为论据—— 你们将因强暴的婚姻而向凡人支付罚金,你、波塞冬,以及统治天空的宙斯,你们通过支付罚金,将会使神殿的财富空虚。
§448τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος §449σπεύδοντες ἀδικεῖτʼ.
因为你们追求享乐胜过深谋远虑,急于行不义。
οὐκέτʼ ἀνθρώπους κακῶς §450λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ §451μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
如果我们将神明那些美好的行为加以模仿,那么,我们就不应再责怪凡人,而应该责怪那些教导这些行为的人。
§452σὲ τὰν ὠδίνων λοχιᾶν §453ἀνειλείθυιαν, ἐμὰν §454Ἀθάναν, ἱκετεύω, §455Προμηθεῖ Τιτᾶνι λοχευ- §456θεῖσαν κατʼ ἀκροτάτας
你在分娩的痛苦中并不需要助产女神,我的雅典娜啊,我恳求你,你曾由提坦神普罗米修斯接生从宙斯那最高的头顶。
§457κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα, §458μόλε Πύθιον οἶκον, §459Ὀλύμπου χρυσέων θαλάμων §460πταμένα πρὸς ἀγυιάς, §461Φοιβήιος ἔνθα γᾶς §462μεσσόμφαλος ἑστία §463παρὰ χορευομένῳ τρίποδι §464μαντεύματα κραίνει,
哦,福佑的胜利女神,请来到皮托的居所,从奥林匹斯黄金的殿堂飞翔来到德尔斐的街道,那里有大地的中心,福玻斯的炉灶在世界的中央,在伴随着舞蹈的三脚坛旁,使神谕得以成就。
§465σὺ καὶ παῖς ἁ Λατογενής, §466δύο θεαὶ δύο παρθένοι, §467κασίγνηται σεμναὶ Φοίβου.
你和勒托所生的孩子,两位女神,两位处女,福玻斯尊贵的姐妹们。
§468ἱκετεύσατε δʼ, ὦ κόραι, §469τὸ παλαιὸν Ἐρεχθέως §470γένος εὐτεκνίας χρονίου καθαροῖς §471μαντεύμασι κῦρσαι.
处女们啊,请为我们恳求,让埃雷克修斯古老的家族,能够通过纯洁的神谕,获得期待已久的子嗣。
§472ὑπερβαλλούσας γὰρ ἔχει §473θνατοῖς εὐδαιμονίας §474ἀκίνητον ἀφορμάν, §475τέκνων οἷς ἂν καρποτρόφοι §476λάμπωσιν ἐν θαλάμοις §477πατρίοισι νεάνιδες ἧβαι,
因为,这对于凡人来说,是无比幸福的、不可动摇的源泉,对于那些在祖先的殿堂里,养育子嗣的年轻一代闪耀着光芒的人们来说。
§478διαδέκτορα πλοῦτον §479ὡς ἕξοντες ἐκ πατέρων §480ἑτέροις ἐπὶ τέκνοις.
因为他们将从父亲那里继承财产,并传给其他的子孙。
§481ἀλκά τε γὰρ ἐν κακοῖς §482σύν τʼ εὐτυχίαις φίλον, §483δορί τε γᾷ πατρίᾳ φέρει §484σωτήριον ἀλκάν.
因为在困境中,孩子是盾牌,在顺境中,孩子是喜悦,在战争中,他为祖国带来拯救的力量。
§485ἐμοὶ μὲν πλούτου τε πάρος §486βασιλικῶν τʼ εἶεν θαλάμων §487τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
对我而言,相比于财富和王室的宫殿,我更愿亲自抚养亲爱的子嗣。
§488τὸν ἄπαιδα δʼ ἀποστυγῶ §489βίον, ᾧ τε δοκεῖ ψέγω· §490μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς §491εὔπαιδος ἐχοίμαν.
我厌恶无嗣的生活,并谴责那些赞同这种生活的人;我愿伴随着适度的财产,过着子孙满堂的生活。
§492ὦ Πανὸς θακήματα καὶ §493παραυλίζουσα πέτρα §494μυχώδεσι Μακραῖς, §495ἵνα χοροὺς στείβουσι ποδοῖν §496Ἀγλαύρου κόραι τρίγονοι §497στάδια χλοερὰ πρὸ Παλλάδος §498ναῶν, συρίγγων §499ὑπʼ αἰόλας ἰαχᾶς §500ὕμνων, ὅτʼ ἀναλίοις §501συρίζεις, ὦ Πάν, §502τοῖς σοῖσιν ἐν ἄντροις,
哦,潘神的御座,以及与之相邻的岩石,位于洞穴密布的马克莱,阿格劳罗斯的三位女儿在彼处用双脚踏起舞蹈,在帕拉斯神殿前绿色的草地上,伴随着牧笛变幻莫测的乐声,唱着颂歌,哦,潘神,当你在没有阳光的山洞里,吹起你的笛子时。
§503ἵνα τεκοῦσά τις Φοίβῳ §504παρθένος, ὦ μελέα, βρέφος, §504aπτανοῖς ἐξόρισεν θοίναν §505θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων §506ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις §507φάτιν ἄιον εὐτυχίας μετέχειν §508θεόθεν τέκνα θνατοῖς.
在彼处,曾有一位少女为福玻斯诞下婴儿,哦,可怜的女子,她将婴儿抛弃,作为飞鸟的食粮,和野兽血腥的餐宴,这痛苦婚姻的屈辱;无论在织机旁的歌声还是在传说中,我从未听闻凡人从神明那里得来的孩子能分享幸福。
§510πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων §511θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε, §512ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον §513Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
歌队女侍:侍女们啊,你们在这座神殿的基石周围守卫着焚香之所,并看护着女主人,克苏托斯是否已经离开了神圣的三脚坛和神托所,还是仍留在神殿里,询问无嗣的命运?
§514ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
侍女:他在大殿里,外乡人;他还没有跨出这道门槛。
§515ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν §516δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
但正如他正要出来一样,我们听到了这大门的响声,现在已经可以看到我们的主人走出来了。
§517ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
克苏托斯:噢,我的孩子,愿你欢喜;因为这句问候作为开场白正适合我。
§518χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
伊翁:我很欢喜;但请你保持理智,这样我们两人都会安好。
§519δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
克苏托斯:请允许我吻你的手,并拥抱你的身体。
§520εὖ φρονεῖς μέν;
伊翁:你果真神智清醒吗?
ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;
还是神明的某种惩罚使你疯狂了,外乡人?
§521σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
伊翁:我是清醒的;既然找到了我最亲爱的人,我便不想逃避。
§522παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
伊翁:住手,免得你用手触碰并撕裂了神的花冠。
§523ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
克苏托斯:我要触碰;我并非是在抢夺,而是寻找我自己的亲人。
§524οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
伊翁:你还不退下吗,难道要在你的肺部中箭之前?
§525ὡς τί δὴ φεύγεις με;
克苏托斯:你究竟为何躲避我?
σαυτοῦ γνωρίσας τὰ φίλτατα — §526οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
当你认出自己最亲近的人—— 伊翁:我不喜欢教导无礼且疯狂的外乡人。
§527κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
克苏托斯:杀我、烧我吧;因为如果你杀了我,你就是杀害你父亲的凶手。
§528ποῦ δέ μοι πατὴρ σύ;
伊翁:你怎会是我的父亲?
ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
这难道不是说给我听的笑话吗?
§529οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
克苏托斯:不;这正在流传的话语能向你表明我的处境。
§530καὶ τί μοι λέξεις;
伊翁:那么你要对我说什么?
§530bπατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
克苏托斯:我是你的父亲,而你是我的孩子。
§531τίς λέγει τάδε;
伊翁:谁说的这话?
§531bὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
克苏托斯:那抚养你长大的洛克西阿斯,他说你是我的。
§532μαρτυρεῖς σαυτῷ.
伊翁:你在为自己作证。
§532bτὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
克苏托斯:我是充分了解了神明的神谕才这么说的。
§533ἐσφάλης αἴνιγμʼ ἀκούσας.
伊翁:你听了谜语,理解错了。
§533bοὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
克苏托斯:那么看来,我听得并不正确。
§534ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
伊翁:那么福玻斯的话到底是什么?
§534bτὸν συναντήσαντά μοι — §535τίνα συνάντησιν;
克苏托斯:那与我相遇的人—— 伊翁:怎样的相遇?
§535bδόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ §536συμφορᾶς τίνος κυρῆσαι;
克苏托斯:在我走出神殿的时候,伊翁:遇到了怎样的命运?
§536bπαῖδʼ ἐμὸν πεφυκέναι.
克苏托斯:他便是我的孩子。
§537σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;
伊翁:是你亲生的,还是仅仅是个赐予的礼物?
§537bδῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
克苏托斯:是件礼物,但他是从我所出的。
§538πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
伊翁:那么你真的首先与我迈出了脚步相遇吗?

词汇与语法注释

  1. 443γράψαντας — 修饰前一节中暗示的对格主语“humas”(你们:指神明)的一致分词,表示让步或原因(“虽然制定了……”)。
  2. 470εὐτεκνίας — 属格名词,作为动词“kursai”(获得、遇到)的宾语。
  3. 518εὖ φρόνει — 伊翁使用的双关命令句,既劝告克苏托斯“保持理智(冷静下来)”,又含“对我怀有善意”之意。
  4. 531bὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν — 快速对话中典型的口语省略结构,省略了主句的言说动词(如“ephe”):“那抚养你长大的洛克西阿斯[说]你是我的”。

引用这一段

欧里庇得斯, 伊翁 §443-538. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:443-538

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。