Humanitext Reader

欧里庇得斯 · 伊翁 §364-442

克苏托斯的归来与伊翁责劝阿波罗

第 5 段,共 19 段 · 希腊语

内容简介

伊翁劝告克勒乌萨不要执意探寻会暴露神明秘密的神谕,此时克苏托斯带着来自特罗尼乌斯的吉兆返回并进入神殿。独自留下的伊翁对阿波罗的种种不公行径产生疑问,并发表独白,规劝神明应当追求德行。

§364τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
伊翁:对于那个可怜的女人来说,又有什么不是痛苦呢?
§365πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
神明想要隐瞒的事情,他又怎会通过神谕昭示呢?
§366εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
克勒乌萨:即便他正坐在全希腊共有的三脚神坛之上。
§367αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
伊翁:他为这桩行径感到羞耻,请不要去质问他。
§368ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.
克勒乌萨:然而,承受这一切的女人正因这命运而痛苦不堪。
§369οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
伊翁:没有任何人会为你传达这样的神谕。
§370ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς §371Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι §372δράσειεν ἄν τι πῆμα.
因为,若是福玻斯在自己的居所中显出恶迹,他理所当然会给为你传达神托的人带来某种祸害。
ἀπαλλάσσου, γύναι.
妇人,请离开吧。
§373τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
因为我们绝不能求取违背神明意愿的神谕。
§374ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν, §375εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν §376φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις §377σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.
因为,如果我们违背神明的意愿,执意强迫他们说出自己不想说的事情,无论是通过祭坛前宰杀羊群,还是通过观测飞鸟的翅膀。
§378ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν, §379ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι· §380ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
因为若是违背神意而强行求索,妇人啊,我们即便得到了好处,也是违背神意的无用之物;惟有他们自愿赐予的,才对我们有益。
§381πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, §382μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς §383μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.
凡人的不幸委实繁多,其形式各有不同;但在人的一生中,一个人在生命里几乎难以寻得。
§384ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ §385ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
克勒乌萨:哦,福玻斯,无论在彼处还是在此处,你都是不义的,对待那位虽不在场、但其遭遇已在此处传开的女子。
§386ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν, §387οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς, §388ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ, §389εἰ δʼ ἔστιν §390ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ §391κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
你没有救下你本该救下的亲生骨肉,面对寻访的母亲,你身为预言之神却不愿相告,好让她在孩子已不在人世时,为他修筑坟墓;而如果他还活着…… 但我们必须放下这一切,如果是由于神明我们被阻碍,无法得知我所渴望知道的事情。
§392ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν §393Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου §394λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
然而,外乡人啊,因为我看到我那高贵的丈夫克苏托斯正朝这里走来,他离开了特罗尼乌斯的密室。
§395σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω §396διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος §397οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
我们刚才所说的话,面对他请保持沉默,免得我因私下协助隐秘之事而招致羞辱,且流言的走向偏离了我们所引导的方向。
§398τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας, §399κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι §400μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
因为女人的事情在男人面前总是棘手的,又因好女人与坏女人混杂在一起,我们一并被憎恶着;我们就是如此不幸地诞生。
§401πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων §402λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
克苏托斯:首先,愿神明接纳我问候的初献并感到幸喜,还有你,妻子啊,愿你也安好。
§403μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
我来迟了,没有让你因担忧而惊惶吧?
§404οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν.
克勒乌萨:一点也没有;但你正好在我忧虑时赶到了。
ἀλλά μοι §405λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις, §406παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
不过请告诉我,你从特罗尼乌斯那里带回了什么预言,我们生儿育女的血脉将如何汇聚?
§407οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν §408μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με §409πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
克苏托斯:他不愿僭越,先于那位神明宣告神谕;但有一点他确实说了:我不会空手而归,无论是我还是你,在离开神殿回家时都不会没有子嗣。
§410ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως §411ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν §412ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
克勒乌萨:哦,福玻斯尊贵的母亲啊,但愿我们能吉祥地归去,而我们此前与你儿子之间的一切纠葛,都能转为更好的结果。
§413ἔσται τάδʼ·
克苏托斯:事情会如此的。
ἀλλὰ τίς προφητεύει θεοῦ;
但谁是替神明传达神谕的人?
§414ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει, §415οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, §416Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
伊翁:外面的事情由我们负责,里面的事情则由其他人照管,外乡人啊,也就是坐在三脚神坛旁的那些由抽签选出的德尔斐贵族。
§417καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
克苏托斯:好极了;我们所渴求的一切我都已明了。
§418στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω, §419χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι §420κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ §421τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
我要进去了;因为据我所听闻,一个公共的神谕已经为新来者已经在神殿前落定;而我希望在今天 ——因其吉祥——得到神明的谕示。
§422σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους §423λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς §424χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
而你,妻子啊,拿着带月桂树叶的枝条,在祭坛周围祈祷,愿神明保佑我能从阿波罗的居所带回得子的神谕。
§425ἔσται τάδʼ, ἔσται.
克勒乌萨:会如此的,一定会。
Λοξίας δʼ ἐὰν θέλῃ §426νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, §427ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος, §428ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
如果洛克西阿斯愿意在现在,哪怕是来弥补他以前的过失,他或许无法对我们完全表现出友好,但凡他愿意赐予的——因为他是神——我都将接受。
§429τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν §430κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
伊翁:为什么这位外邦妇人总是用隐秘的话语不断用谜语去讥讽神明?
§431ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται, §432ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
究竟是因为她爱着她代求神谕的那位女子,还是因为她在隐瞒某些理应保持沉默的事情?
§433ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι §434μέλει;
可是,埃雷克修斯之女的事情关我什么事呢?
προσήκει γʼ οὐδέν.
这跟我毫无干系。
ἀλλὰ χρυσέαις §435πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια §436δρόσον καθήσω.
不过,我还是拿上金质的水罐,把露水注入到洒水器中。
νουθετητέος δέ μοι §437Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν §438προδίδωσι;
我必须规劝福玻斯,看看他都在做些什么:强占了少女,却又将她们抛弃?
παῖδας ἐκτεκνούμενος λάθρᾳ §439θνῄσκοντας ἀμελεῖ;
暗中生育了孩子,却在他们濒死时坐视不管?
μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς, §440ἀρετὰς δίωκε.
切莫如此;既然你手握权柄,就当追求德行。
καὶ γὰρ ὅστις ἂν βροτῶν §441κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
因为凡人之中,若有行恶之人,神明都会惩罚他。
§442πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
那么,你们自己又怎能给凡人制定法律……

词汇与语法注释

  1. §364τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ; — 动词 νοσέω 在此处比喻性地表示“受苦”或“悲痛”。疑问代词 τί 既可视为主格(“有什么对她而言不是痛苦?”),也可视为限定宾格/副词性宾格(“她在何种层面上不痛苦呢?”),后者在语法上更为常见。
  2. §373τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον. — 与动形容词 μαντευτέον(表示必要性)连用的与格 τῷ θεῷ 在此并不是施事与格(“由神明来求神谕”),而是表示关系或不利影响的与格(“违背神明”,并由 τἀναντία 进一步加强)。
  3. §392εἰσορῶ γὰρ εὐγενῆ πόσιν / Ξοῦθον — 此处的连词 γάρ 并非在逻辑论证链中表示因果关系的“因为”,而是用于引入一个突然的发现或注意力转移(“瞧,我看见我的丈夫……”),这在戏剧对话中新角色登场时非常常见。
  4. §426νῦν ἀλλὰ — 短语 νῦν ἀλλὰ 是一个成语化的表达,意为“至少在现在”或“哪怕到了现在”,其中 ἀλλά 在无法完全满足前述条件的情况下引入了一个微小的让步。

引用这一段

欧里庇得斯, 伊翁 §364-442. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:364-442

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。