Humanitext Reader

欧里庇得斯 · 伊翁 §291-363

克勒乌萨的身世与弃婴的秘密

第 4 段,共 19 段 · 希腊语

内容简介

伊翁与克勒乌萨交流了彼此的身世,随后克勒乌萨向伊翁透露,她此行是为了帮一位被阿波罗强占并遗弃了孩子的“女性朋友”求问神谕。

§291τίς;
伊翁:是谁?
εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
他必定出身高贵。
§292Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
克勒乌萨:舒托斯,是艾奥罗斯与宙斯的后代。
§293καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
伊翁:那么他作为一个外邦人,是如何娶了你这位本地人的?
§294Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις §295ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
克勒乌萨:有一个邻近雅典的名叫优波亚的城邦,如人们所说,它被水域的疆界所隔开。
§296ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
他与凯克洛普斯的子孙共同执枪,攻陷了那座城邦。
§297ἐπίκουρος ἐλθών;
伊翁:他是作为盟军前来的?
κᾆτα σὸν γαμεῖ λέχος;
接着便娶了你?
§298φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
克勒乌萨:是的,他得到了我,作为战争的嫁妆和长枪的战利品。
§299σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
伊翁:你是和丈夫一同来求神谕,还是独自前来?
§300σὺν ἀνδρί.
克勒乌萨:同丈夫一起。
σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.
但他正在探访特罗丰尼乌斯的圣所。
§301πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
伊翁:是作为观光者,还是为了求取神谕?
§302κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
克勒乌萨:希望从他和福玻斯那里,得到一致的回答。
§303καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
伊翁:你们是为了大地的收成而来,还是为了孩子的事?
§304ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
克勒乌萨:我们无子,尽管结婚已久。
§305οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;
伊翁:你从未生育过任何孩子,而一直没有子嗣吗?
§306ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
克勒乌萨:福玻斯知道我的无子处境。
§307ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
伊翁:可怜的人啊,你在其他方面如此幸运,却在这一点上不幸!
§308σὺ δʼ εἶ τίς;
克勒乌萨:不过你是谁?
ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
我是多么羡慕生养你的母亲啊!
§309τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
伊翁:我被称为神明的奴仆,事实也是如此,妇人啊。
§310ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
克勒乌萨:是城邦献上的祭品,还是被谁卖来的?
§311οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
伊翁:除了这一件事外我一无所知:我被称为属于洛克西阿斯的人。
§312ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
克勒乌萨:那么,陌生的年轻人,这次轮到我们来怜悯你了。
§313ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
伊翁:因为我不知道是谁生了我,我又是由谁所出。
§314ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
克勒乌萨:你住在这神殿里,还是在特定的住所?
§315ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
伊翁:神明的整个殿宇都是我的家,只要困意袭来,我便随处安眠。
§316παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
克勒乌萨:你是在孩童时来到神殿,还是在青年时期?
§317βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
伊翁:那些自以为知情的人说,来时还是个婴儿。
§318καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
克勒乌萨:那么德尔斐的妇女中,是谁用乳汁抚育了你?
§319οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με §320τίς, ὦ ταλαίπωρʼ;
伊翁:我从未吸过母亲的乳房;但抚养我的那个人—— 克勒乌萨:是谁,可怜的孩子?
ὡς νοσοῦσʼ ηὗρον νόσους.
承受着痛苦的我,又发现了同样的痛苦。
§321Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
伊翁:福玻斯的女预言家,我们视她如母亲。
§322ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
克勒乌萨:那么你长大成人,靠的是什么生计?
§323βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
伊翁:祭坛供养了我,还有不断到来的外邦来客。
§324τάλαινά σʼ ἡ τεκοῦσα·
克勒乌萨:生你的母亲真是个不幸的人!
τίς ποτʼ ἦν ἄρα;
她究竟是谁呢?
§325ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
伊翁:或许,我是某个女子的罪恶之果吧。
§326ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
克勒乌萨:但你生活无忧,因为你身上穿戴着精美的华服。
§327τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
伊翁:我们用自己所服侍的神明之物来装扮自己。
§328οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
克勒乌萨:你难道就没有急于去寻根究底,找出自己的身世吗?
§329ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
伊翁:因为我没有任何凭证,妇人啊。
§330φεῦ·
克勒乌萨:唉!
§330aπέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
另一个女人也遭遇了与你母亲相同的事。
§331τίς;
伊翁:是谁?
εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
如果她能分担我的痛苦,我会感到高兴。
§332ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
克勒乌萨:为了她,我赶在丈夫来到之前先到了这里。
§333ποῖόν τι χρῄζουσʼ;
伊翁:她渴望得知什么?
ὡς ὑπουργήσω, γύναι.
妇人啊,好让我施以援手。
§334μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
克勒乌萨:她希望能向福玻斯探知一个秘密的神谕。
§335λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
伊翁:但说无妨;其余的事情我们会来打点。
§336ἄκουε δὴ τὸν μῦθον.
克勒乌萨:那么请听这个故事吧。
— ἀλλʼ αἰδούμεθα.
——但是,我感到羞耻。
§337οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
伊翁:那你将一事无成;羞耻这尊女神是毫无作为的。
§338Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
克勒乌萨:我的一个朋友说,她曾与福玻斯交合。
§339Φοίβῳ γυνὴ γεγῶσα;
伊翁:凡间女子与福玻斯?
μὴ λέγʼ, ὦ ξένη.
请不要这样说,外邦的女士。
§340καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
克勒乌萨:而且她背着父亲,给神明生下了一个孩子。
§341οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
伊翁:绝不可能;她定是为某个男人的不端行为感到羞耻。
§342οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
克勒乌萨:她自己说并非如此;并且她遭受了惨痛的境遇。
§343τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
伊翁:如果她确实与神结合,她又做了何事?
§344τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
克勒乌萨:她把生下的孩子丢弃到家门外。
§345ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν;
伊翁:那被遗弃的孩子在哪里?
εἰσορᾷ φάος;
他还活着吗?
§346οὐκ οἶδεν οὐδείς.
克勒乌萨:无人知晓。
ταῦτα καὶ μαντεύομαι.
这正是我要求神谕解答的事。
§347εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
伊翁:如果他已不在人世,又是以何种方式死去的?
§348θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
克勒乌萨:她料想野兽杀死了那个不幸的孩子。
§349ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
伊翁:她凭着什么样的证据才断定此事?
§350ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
克勒乌萨:她回到当初遗弃他的地方,发现他已经不在了。
§351ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
伊翁:那足迹中可有留存什么血迹?
§352οὔ φησι.
克勒乌萨:她说没有。
καίτοι πόλλʼ ἐπεστράφη πέδον.
尽管她曾反复搜寻那片土地。
§353χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
伊翁:那孩子死去至今已有多少岁月了?
§354σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
克勒乌萨:如果他还活着,他该与你同岁。
§355ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία.
伊翁:神明对他犯下了不义之罪;而生下他的母亲也是不幸的。
§356οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
克勒乌萨:因而此后,她再也没有生养别的子嗣。
§357τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
伊翁:要是福玻斯暗中抱走了他,并正悄悄抚养他,那又会如何?
§358τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
克勒乌萨:独自享受本应共有的欢乐,他的所作所为是不公义的。
§359οἴμοι·
伊翁:哀哉!
προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
这个命运与我的遭遇产生了共鸣。
§360καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
克勒乌萨:陌生的年轻人,我想,你也一定在思念着你那不幸的母亲。
§361καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
伊翁:请不要引导我,去为那早已被遗忘的事物而悲伤。
§362σιγῶ·
克勒乌萨:我不说了。
πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
但请继续回答我向你询问的事。
§363οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
伊翁:那么,你知道在你的话语中,最令你为难的是什么吗?

词汇与语法注释

  1. 313ὡς μὴ εἰδόθʼ — 伴随连词 `ὡς` 的宾格分词 `εἰδότα`(缩写为 `εἰδόθʼ`)修饰前一行的宾格代名词 `με`,表示主观原因,意为“作为不了解……的人”。
  2. 337ἀργὸς ἡ θεός — 阴性名词 `ἡ θεός`(女神)指的是由克勒乌萨前一句的动词 `αἰδούμεθα`(“我感到羞耻”)中拟人化而来的“羞耻之神”(`αἰδώς`)。形容词 `ἀργός`(“不工作的”)意指羞耻无助于成事。
  3. 358τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος — `τὰ κοινά` 指的是阿波罗与女子共有的事物(即“孩子”或“育子的欢乐”)。克勒乌萨谴责神明独自(`μόνος`)享有这本该共有的喜悦,对其母亲而言是不公义的(`οὐ δίκαια δρᾷ`)。

引用这一段

欧里庇得斯, 伊翁 §291-363. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:291-363

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。