Humanitext Reader

欧里庇得斯 · 伊翁 §212-290

克勒乌萨抵达与伊翁的相遇

第 3 段,共 19 段 · 希腊语

内容简介

雅典公主克勒乌萨抵达德尔斐神殿,并与年轻的神殿侍从伊翁相遇。伊翁对她高贵的外表和泪水感到惊讶,并向她询问其身世以及雅典建国的神话。

§212— τί γάρ;
歌队: — 那么这又是什么?
κεραυνὸν ἀμφίπυρον §213ὄβριμον ἐν Διὸς §214ἑκηβόλοισι χερσίν;
两端带火的雷霆,宙斯那强大的、远射的双手中(能看见吗)?
§215— ὁρῶ· τὸν δάϊον §216Μίμαντα πυρὶ καταιθαλοῖ.
— 我看到了;那敌对的弥马斯,他正用火将其烧成灰烬。
§217— καὶ Βρόμιος ἄλλον ἀπολέμοι- §217aσι κισσίνοισι βάκτροις §218ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
— 还有布罗米奥斯,这位巴克科斯信徒,正用非兵器的常春藤的神杖,杀死了大地之子中的一员。
§219σέ τοι, τὸν παρὰ ναὸν αὐ- §220δῶ· θέμις γυάλων ὑπερ- §221βῆναι, λευκῷ ποδί γʼ —;
喂,神殿旁的你,我向你呼唤:越过内殿的门槛,即便是赤着双脚,也是合乎律法的吗?
§222οὐ θέμις, ὦ ξέναι.
伊翁:这是不合律法的,异邦的妇女们。
§222aοὐδʼ ἂν §223ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
歌队:那么,从你那里得到回答吗?
§223aτίνα τήνδε θέλεις;
伊翁:你想知道什么?
§223bἆρʼ ὄντως μέσον ὀμφαλὸν §224γᾶς Φοίβου κατέχει δόμος;
歌队:福玻斯的殿宇是否真的占据着大地中央的肚脐?
§224aστέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
伊翁:是的,它披着花环,周围环绕着戈耳工。
§225οὕτω καὶ φάτις αὐδᾷ.
歌队:传言也确实是这样说的。
§226εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων §227καί τι πυθέσθαι χρῄζετε Φοίβου, §228πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις §229μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
伊翁:如果你们已经在殿前献上了面饼,并渴望向福玻斯询问什么,请走向祭坛;但若未献祭羊只,绝不可进入内殿深处。
§230ἔχω μαθοῦσα·
歌队:我明白了。
θεοῦ δὲ νόμον §231οὐ παραβαίνομεν, §232ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
我们不会违背神明的律法;但外面的景象将令我们的眼睛愉悦。
§233πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
伊翁:只要是合乎律法的,尽可以用你们的眼睛去观赏一切。
§233aμεθεῖσαν δεσπόται §234με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
歌队:我的主人已经允许我观看神明的这些内殿。
§234aδμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
伊翁:不过,你们被称作是谁家的女仆?
§235Παλλάδι σύνοικα τρόφιμα μέλα- §235aθρα τῶν ἐμῶν τυράννων· §236παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
歌队:我那统治者的养育之宫,与雅典娜同处一地;但你所问的是关于眼前这位女士。
§237γενναιότης σοι, καὶ τρόπων τεκμήριον §238τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
伊翁:你身上有一种高贵,并且作为你品格的凭证,你拥有着这般仪态,无论你是谁,妇人啊。
§239γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι §240τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
因为人们通常可以通过看一个人的外表,便得知其是否出身高贵。
§240aἔα·
呀!
§241ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν §242δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα, §243ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
你确实让我吃惊,你闭上了双眼,并用泪水打湿了你那高贵的脸颊,就在你一看见洛克西阿斯神圣的神谕所之时。
§244τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
妇人啊,你究竟为何陷入了如此深的忧虑?
§245ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ §246χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
别的所有人在观赏神明的内殿时都感到欢喜,偏偏在此处,你的眼睛却在流泪?
§247ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει §248ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι· §249ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους §250μνήμην παλαιὰν ἀνεμετρησάμην τινά· §251οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
克勒乌萨:陌生的年轻人啊,你对我的眼泪感到惊异,这并非是无礼之举;而是我一看到这阿波罗的殿堂,便重温起某段古老的记忆;虽然身在此处,我的心却不知飞往了家乡何处。
§252ὦ τλήμονες γυναῖκες·
啊,可怜的女人!
ὦ τολμήματα §253θεῶν.
啊,神明那些肆意妄为!
τί δῆτα;
究竟为什么?
ποῖ δίκην ἀνοίσομεν, §254εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
我们该去哪里申诉正义,如果我们注定要因统治者的不义而毁灭?
§255τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
伊翁:妇人啊,你究竟在为什么说不清的事情而郁郁寡欢?
§256οὐδέν·
克勒乌萨:没什么。
μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ §257ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
我已经收回了弓;至于接下来的事,我会保持沉默,你也不必再多虑。
§258τίς δʼ εἶ;
伊翁:不过你是谁?
πόθεν γῆς ἦλθες;
你来自大地的何方?
ἐκ ποίας πάτρας
生于什么样的祖国?
§259πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
我们该用什么名字称呼你?
§260Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως §261πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
克勒乌萨:克勒乌萨确实是我的名字,我是埃雷赫修斯的后代,我的祖国是雅典人的城邦。
§262ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο §263τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
伊翁:哦,你居住在赫赫有名的城邦,并且由高贵的祖先所抚育,妇人啊,我是多么敬仰你!
§264τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
克勒乌萨:在这些事情上我们确实是幸运的,陌生的年轻人,但也仅此而已。
§265πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς;
伊翁:凭着诸神发问,世俗凡人所传说的那些难道是真的吗?
§266τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
克勒乌萨:陌生的年轻人,你想探知什么而发问?
§267ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
伊翁:你父亲的先祖真的是从大地中生长出来的吗?
§268Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
克勒乌萨:正是埃里克托尼俄斯;但这一出身并不能帮到我。
§269ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
伊翁:那么雅典娜真的把他从大地中抱起来了吗?
§270ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
克勒乌萨:是的,抱到了她那处女的双手中,而非她自己所生。
§271δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται;
伊翁:她是否像画中所描绘的那样,将他交托了出去?
§272Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
克勒乌萨:是的,交给凯克洛普斯的女儿们去守护,且不许窥看。
§273ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
伊翁:我听说那些少女打开了女神的箱子。
§274τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
克勒乌萨:因而她们死去了,用鲜血染红了岩石峭壁。
§275εἶἑν·
伊翁:这样啊。
§275aτί δαὶ τόδʼ;
那这件事呢?
ἆρʼ ἀληθὲς ἢ μάτην λόγος
这是真的,还是虚妄的传说?
§276τί χρῆμʼ ἐρωτᾷς;
克勒乌萨:你想问什么?
καὶ γὰρ οὐ κάμνω σχολῇ.
我确实并不缺少闲暇。
§277πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
伊翁:你的父亲埃雷赫修斯,是否将你的姐妹们献作了祭品?
§278ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
克勒乌萨:为了国家,他悍然将那些少女作为牺牲杀害了。
§279σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
伊翁:那么你又是如何在你的姐妹中独自幸存下来的?
§280βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
克勒乌萨:那时我还只是母亲怀抱里新生不久的婴儿。
§281πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
伊翁:大地的裂缝真的把你的父亲吞没掩埋了吗?
§282πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
克勒乌萨:海神的三叉戟重击毁灭了他。
§283Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
伊翁:那里是否有一个被称为“马克莱”的地方?
§284τί δʼ ἱστορεῖς τόδʼ;
克勒乌萨:你为何探问此事?
ὥς μʼ ἀνέμνησάς τινος.
你可真让我想起了某些往事。
§285τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
伊翁:皮提奥斯神与皮提亚的闪电尊崇着那个地方。
§286· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
克勒乌萨:啊,但愿我从未见过那个地方!
§287τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
伊翁:你为何憎恨神明最钟爱的地方?
§288οὐδέν·
克勒乌萨:没什么。
ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
我只知道那些洞穴里曾发生过某种耻辱的事。
§289πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
伊翁:那么,妇人啊,雅典人中是谁娶你为妻的?
§290οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.
克勒乌萨:并非本地公民,而是从外地引进的外来者。

词汇与语法注释

  1. 223ἂν ... πυθοίμεθʼ — 伴有双重 `ἄν`(`ἂν ... ἂν`)的希求法(潜在希求法),在此处表达了一种委婉、谨慎的询问(“我们难道不能从你那儿听到回答吗?”)。
  2. 256μεθῆκα τόξα — 字面意思是“我已经放下了弓箭”,这是一个比喻或惯用表达,意为在突然的情感爆发后控制住情绪,或停止继续该话题。
  3. 286ὤφελόν σφʼ ἰδεῖν — 表示过去无法实现之愿望的句型,由 `ὤφελον`(`ὀφείλω` 的不定过去时)+不定式(`ἰδεῖν`)构成,意为“要是未曾见过该多好”。宾格代名词 `σφε`(此处为复数)指代直前文脉中的马克莱(Μακραί)这一地点。

引用这一段

欧里庇得斯, 伊翁 §212-290. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:212-290

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。