§1377ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
我被剥夺了最亲爱的母亲的抚育。
生育我的母亲也是个可怜人;因为她遭受了同样的痛苦,失去了拥有孩子的快乐。
现在,我将带上这个圆笼,献给神明作为供奉,免得我发现任何我不愿见到的东西。
因为如果生育我的竟是个奴隶女子,寻得这样的母亲,还不如保持沉默、置之不理。
§1384ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
奥,佛伊波斯,我将此物奉献给你的神殿。
§1385καίτοι τί πάσχω;
然而我是在做什么?
τοῦ θεοῦ προθυμίᾳ §1386πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.
我是在对抗神明的善意,正是神为我保存了母亲的信物。
这必须打开,也必须鼓起勇气;因为注定的命运,我决无法逾越。
奥,神圣的花冠,你们究竟为我隐藏了什么,还有这系带,保护着我那珍贵的物件?
§1391ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου §1392ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου, §1393εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ §1394χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
看啊,这圆笼的包裹物,因着某种神力,竟完全没有老化,编织物上也没有霉斑;然而在这些珍藏之间,经历的时间确实已经很久了。
§1395τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
啊,我究竟看到了什么出乎意料的奇异景象?
§1396σίγα σύ·
住嘴!
πολλὰ καὶ πάροιθεν οἶσθά μοι §1397οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
你以前就多次不合时宜地干扰我,无法保持沉默;不要来指正我。
§1398ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε §1399σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον, §1400Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
因为我看见了那个器皿,曾几何时,我把你,我的孩子,当时你还是个娇嫩的婴儿,丢弃在凯克洛普斯的山洞和岩石覆盖的麦克莱。
§1401λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
纵然我必须死,我也要离开这个神坛。
§1402λάζυσθε τήνδε·
抓住这个女人!
θεομανὴς γὰρ ἥλατο §1403βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.
因为她仿佛得了神狂,离开了神坛上的神像跳了出来;绑住她的双臂。
你们尽管宰杀吧,绝不要停手;因为我将紧紧抱住这器皿,还有你,以及你那些被隐藏起来的物件。
§1406τάδʼ οὐχὶ δεινά;
这岂非可怕?
ῥυσιάζομαι λόγῳ.
我竟被言语所强索。
§1407οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
不,你是在你的亲人中,被找回作为亲人。
§1408ἐγὼ φίλος σός;
我是你的亲人?
κᾆτά μʼ ἔκτεινες λάθρα;
那你先前还暗中谋害我?
§1409παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
是的,孩子对父母来说确实是最珍贵的。
§1410παῦσαι πλέκουσα.
别再编造谎言了!
— λήψομαί σʼ ἐγὼ καλῶς.
我会好好捉住你的把柄。
§1411ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
愿我能达到那一境界;我的目标正是于此,孩子。
§1412κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
这器皿是空的,还是遮盖着什么物件?
§1413σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
里面有你的衣服,就是我昔日用来遗弃你的那些。
§1414καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
在看里面之前,你能说出它们的名字吗?
§1415κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
如果我答不上来,我甘愿领受死刑。
§1416λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
说吧;你的这份胆量确实有些惊人。
§1417σκέψασθʼ·
看吧!
ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ §1418ποῖόν τι;
我从前还是个姑娘时织的那块织物—— 是怎样的织物?
πολλὰ παρθένων ὑφάσματα.
少女编织的织物有很多。
§1419οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
尚未完工,只像是个织布机的练习作。
§1420μορφὴν ἔχον τίνʼ;
它是什么形状的?
ὥς με μὴ ταύτῃ λάβῃς.
说吧,免得你在这上面蒙骗了我。
§1421Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
在衣服纵线织物的中央,织有戈尔贡。
§1422ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
奥,宙斯,是什么命运在将我们逼入绝境?
§1423κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.
而且像埃癸斯神盾那样,边缘围着蛇。
§1424ἰδού·
看啊!
§1424aτόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.
这就是那块织物;看我们如何找到了神示的凭证!
§1425ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
奥,我少女时代在织机上留下的久违之作!
§1426ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;
除了这个还有什么吗,还是你仅凭这一个就确信幸遇?
§1427δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει §1428δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει §1429Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
是蛇;那是雅典娜赐予黄金家族的古老礼物,她嘱托我们要以此养育孩子,模仿昔日埃里克托尼奥斯的样子。
§1430τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;
告诉我,那金色的饰物是用来做什么、如何使用的?
§1431δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
作为给新生儿佩戴的颈饰,我的孩子。
§1432ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
这些就在这里;但我渴望知晓第三样东西。
§1433στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε, §1434ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο, §1435ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην, §1436θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
那时我还在你头上戴了一个橄榄枝冠,那是雅典娜最初带到她岩山上的橄榄;它——如果确实是那个的话——绿意绝不会消退,而是青翠繁茂,因为它来自那棵纯洁不染的始祖橄榄。
§1437ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
奥,我最亲爱的母亲!
§1438πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
欣喜地见到你,我扑向你那满怀喜悦的脸颊。
§1439ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου — §1440συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω, §1441ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων §1442χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.
奥,孩子,奥,对母亲而言比太阳更珍贵的光芒—— ——神明定会宽恕我——我将你拥入怀中,意想不到的重逢啊,我曾以为你已在九泉之下,与冥后佩尔塞福涅一同生活在幽冥之中。
但是,亲爱的母亲,在你的双臂里,我这个曾死而又未死的人,如今重现了。
§1445ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
啊,啊! 明亮天空的褶皱啊!
πόθεν μοι §1448συνέκυρσʼ ἀδόκητος ἡδονά;
从哪里意想不到的快乐与我相遇?
πόθεν §1449ἐλάβομεν χαράν;
从哪里我们得到了这份喜悦?
母亲,我是你的孩子这件事,在以前的我看来,比任何其他事情都更不可能发生。
§1452ἔτι φόβῳ τρέμω.
我仍在恐惧中颤抖。
§1453μῶν οὐκ ἔχειν μʼ ἔχουσα;
你明明抱着我,难道还怀疑没有抱着我吗?