§1306ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
离开神坛和这受神明庇护的座位。
§1307τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει.
去劝诫你自己的母亲吧,无论她在哪里。
§1308σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ;
但是,你若杀了我,难道不会遭受惩罚吗?
§1309ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
如果你真的想在这圣所之内宰杀我的话。
§1310τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;
身披神明的花冠而死,对你有什么快乐可言?
§1311λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο.
我将使那使我痛苦的人之一遭受痛苦。
§1312φεῦ.
唉。
§1312aδεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς §1313ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς· §1314τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, §1315ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν §1316θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις — §1317ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν· §1318καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον §1319τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
真是可怕,神明为凡人制定的法律竟是如此不善,也并非出于明智的见识:因为不义之人本不该坐在神坛上,应当驱逐出去;因为恶毒的手去触碰神明之物并不是好事;而对于行义之人,无论谁遭受了不公,都应当获准在圣所坐下,而不该让善良之人与不善之人一同来到此地,从神明那里获得平等的待遇。
§1320ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον §1321λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα §1322Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον §1323σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
且慢,我的孩子;我离开了传达神谕的三角祭坛,越过这道门槛迈步走来,我是佛伊波斯的女祭司,守护着三角坛的古老法度,在全体德尔斐妇女中被挑选出来。
§1324χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
愿你安好,我亲爱的母亲,尽管你并未生育我。
§1325ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά.
但我们还是如此相称吧;这称呼对我而言并不难听。
§1326ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;
你听到了吗,这女人是如何用诡计企图谋害我的?
§1327ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
我听到了;但你如此残酷,也犯了过错。
§1328οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
难道我不该反过来消灭那些企图杀我的人吗?
§1329προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
妻子对前房留下的孩子,向来都是心怀敌意的。
§1330ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
而我们则是遭受继母折磨的一方。
勿要提这些;离开圣所去往你的祖国,听从劝诫的我,究竟应当做些什么?
§1333καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
带着美好的鸟卜吉兆,清清白白地去往雅典吧。
§1334καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
杀死敌人的人,任何人应该都是清白的。
§1335μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους.
莫要如此说;且听一听我向你吐露的话语。
§1336λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς.
请讲吧;你怀着善意,所说的一切我都会听取。
§1337ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;
你看见我双臂抱着的这个器皿了吗?
§1338ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
我看见一个系着花冠的古旧圆笼。
§1339ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
昔日,当你还是个刚出生的婴儿时,我就是在这个器皿里收留了你。
§1340τί φῄς;
你说什么?
ὁ μῦθος εἰσενήνεκται νέος.
这真是闻所未闻的新鲜话。
§1341σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
因为我曾默默地保守着这些秘密;而现在,我将它们展露出来。
§1342πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι;
那你既然早就收留了我,为何一直把这东西隐瞒至今?
§1343ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν.
神明曾希望你在他的殿宇中做一名仆役。
§1344νῦν δʼ οὐχὶ χρῄζει;
但现在他不想了吗?
τῷ τόδε γνῶναί με χρή;
我该凭什么来知晓这一点?
§1345πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός.
神明指明了你的父亲,并把你送出这片土地。
§1346σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
那你是奉命行事,还是因为别的缘由,才将这些东西保存至今的?
§1347ἐνθύμιόν μοι τότε τίθησι Λοξίας
洛克西阿斯当时在我的心中植入了一个念头。
§1348τί χρῆμα δρᾶσαι;
要做什么事?
λέγε, πέραινε σοὺς λόγους.
请说,把你的话讲完。
§1349σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
将这发现之物保存好,直到如今的时候。
§1350ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;
这对我而言,究竟有什么益处,又有什么害处?
§1351ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
这里藏着你当时裹在身上的襁褓。
§1352μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
你拿出这些东西,是在交给我寻找母亲的线索吗?
§1353ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
正是,因为神明如今希望如此;但以前并不希望。
§1354ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.
噢,这对我而言真是充满福祉的显现之日,多么令人欢欣!
§1355λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
那么,接下这些东西,去努力寻访生育你的母亲吧。
§1356πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
纵然我必须走遍整个亚细亚和欧罗巴的边界。
§1357γνώσῃ τάδʼ αὐτός.
你自己去确认这些吧。
τοῦ θεοῦ δʼ ἕκατί σε §1358ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
因着神明之意,养育了你,我的孩子,现在我将这些归还于你。
这是神明在未曾明命的情况下,希望我收下并加以保存的;至于他究竟出于何种目的希望如此,我却不得而知。
而且凡人之中,谁也不知道我们拥有这些,也不知道它们被藏在哪里。
§1363καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.
那么,祝你平安;我像亲生母亲一样,向你道别并致以拥抱。
§1364ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή· §1365πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε §1366ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος, §1367ἔπειτα δʼ εἴ τις Ἑλλάς.
开启你的寻母之旅吧,从你应当开始的地方寻起:首先,是否是德尔斐处的某个处女怀胎生下了你,并将你遗弃在这座神殿里;其次,是否是希腊别处的女子。
— ἐξ ἡμῶν δʼ ἔχεις §1368ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
——而从我们这里,你已得到了一切,也得到了与你同享命运的佛伊波斯的一切。
§1369φεῦ φεῦ·
唉,唉!