Humanitext Reader

欧里庇得斯 · 伊翁 §1224-1305

克瑞乌萨逃向神坛与愤怒的离子对质

第 15 段,共 19 段 · 希腊语

内容简介

被判死刑的克瑞乌萨听从歌队的建议逃往阿波罗的神坛。愤怒的离子赶到,两人围绕神域的庇护权展开了激烈的辩论。

§1224τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις §1225φόνον τιθεῖσαν.
以企图谋害神圣者、并在神殿之中招致血之污秽的罪名。
πᾶσα δὲ ζητεῖ πόλις §1226τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν· §1227παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα, §1228τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
如今整座城市都在搜寻那个凄惨地在凄惨道路上疾行而去的女人;她因渴望子嗣而来到佛伊波斯的神殿,却与孩子一同毁灭了自己的生命。
§1229οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου §1230παρατροπὰ μελέᾳ μοι· §1231φανερὰ φανερὰ τάδʼ ἤδη, §1232σπονδᾶς ἐκ Διονύσου, §1233βοτρύων θοᾶς ἐχίδνας §1234σταγόσι μειγνυμένας φόνῳ §1235φανερὰ θύματα νερτέρων, §1236συμφοραὶ μὲν ἐμῷ βίῳ, §1237λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
没有,绝没有,对我这可怜人而言,死罪是无法规避的;明明白白,这些事如今已然明明白白,由于那倾倒出的迪奥尼索斯的酒水,当在葡萄藤的汁液中,混入了敏捷蝮蛇的毒滴以行凶杀人,成了献给冥府的显明供物,这既是我一生的灾祸,也是女主人的石刑毁灭。
§1238τίνα φυγὰν πτερόεσσαν ἢ §1239χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ, §1240θανάτου λεύσιμον ἄταν §1241ἀποφεύγουσα, τεθρίππων §1242ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ, §1243ἢ πρύμνας ἐπὶ ναῶν;
我该展开怎样的羽翼逃亡,又该如何走向大地黑暗的深渊之下,以逃避因石刑而死的灾殃,我是否该乘上最迅捷的四马战车的马蹄,还是登上船只的船艉?
§1244οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων §1245θεὸς ἐκκλέπτει.
我们无处可藏,除非神明出于心意暗中将我们救走。
§1246τί ποτʼ, ὦ μελέα δέσποινα, μένει §1247ψυχῇ σε παθεῖν;
可怜的女主人啊,你的灵魂究竟还留存着怎样的痛苦去承受?
ἆρα θέλουσαι §1248δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ §1249πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
难道因为我们想要对邻人施加恶行,我们自己就必须遭受报应,正如公义所要求的吗?
§1250πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς, §1251Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
侍女们啊,我正被追逼向致命的屠戮,在皮提亚的票决中被定罪,我已被交了出去。
§1252ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
不幸的人啊,我们深知你的灾祸和你所处的境地。
§1253ποῖ φύγω δῆτʼ;
那我究竟该逃往何处?
ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα §1254μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
为了不致丧命,我好不容易才从屋里迈出脚步,躲过敌人,潜逃到了这里。
§1255ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν;
除了神坛,还能去哪里?
§1255bκαὶ τί μοι πλέον τόδε;
但这对我又有何益?
§1256ἱκέτιν οὐ θέμις φονεύειν.
杀害求庇护者是不合神法的。
§1256bτῷ νόμῳ δέ γʼ ὄλλυμαι.
然而,我正是要死在律法之下。
§1257χειρία γʼ ἁλοῦσα.
那也得是你落在他们手里被捕之后。
§1257bκαὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
看啊!
§1258δεῦρʼ ἐπείγονται ξιφήρεις.
那些残酷的对手正手执刀剑朝这边逼近。
§1258bἵζε νυν πυρᾶς ἔπι.
那么,现在就请坐到火坛(祭坛)上去吧。
§1259κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε §1260προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
因为即便你留在此处死去,对于杀害你的人而言,你也会让你的鲜血成为招致神谴的污秽;我们必须承受命运。
§1261ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός, §1262οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς §1263δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα, §1264ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ §1265Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
噢,父神刻菲索斯那牛首人身的眼睛啊,你究竟在这女人身上生出了怎样的蝮蛇,或是生出了怒目圆睁、喷吐猩红火舌的恶龙,她身上充斥着所有的狂妄,其毒性毫不逊色于戈耳工的血滴,她先前正是企图用这血滴将我毒杀。
§1266λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους §1267κόμης καταξήνωσι Παρνασοῦ πλάκες, §1268ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
抓住她,好让帕尔纳索斯的山岩撕碎她那未受污染的秀发,当她被如圆盘般从那里抛掷下去、坠入深谷之时。
§1269ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν §1270μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
但我遇到了好的守护神,在我来到雅典城邦、落入继母魔掌之前。
§1271ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας §1272τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς· §1273ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων §1274ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
因为在我的盟友之中,我已经看清了你的心,知道你对我而言是多么大的灾星和仇敌;倘若你之前把我关在府邸内,你早就将我彻底送入哈得斯的阴府了。
§1275ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος §1276σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα §1277καὶ μητρὶ τἠμῇ·
但无论是神坛还是阿波罗的神殿都救不了你;对我而言,我对自己以及我母亲的怜悯,远胜过对你的怜悯。
καὶ γὰρ εἰ τὸ σῶμά μοι §1278ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.
因为即便她的身躯与我相隔,她的名字也至今未曾离我而去。
§1279ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην §1280οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ, §1281ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
看这个恶毒的女人,她施展了怎样的诡计又施展了怎样的圈套;她蜷缩在神的神坛前,仿佛这样就能不为自己的所作所为付出代价。
§1282ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ §1283ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.
我警告你不要杀我,这既是为了我自己,也是为了我们所立足之处的这位神明。
§1284τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;
但佛伊波斯和你之间,究竟有什么共同的瓜葛?
§1285ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν.
我将自己的身躯作为圣物交由神明掌管。
§1286κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
那你当时为何还要用毒药谋害属于神明的人?
§1287ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
但你那时不再属于洛克西阿斯,而是属于你的父亲了。
§1288ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.
但我已归属于父亲——我说的是我的本质。
§1289οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.
所以那时你是,但现在我是神明的,而你不再是了。
§1290οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν.
你绝非虔敬之辈;而我那时的所作所为才是虔敬的。
§1291ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.
我杀你,是因为你是我家门之敌。
§1292οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
我可没有带着武器侵入你的土地。
§1293μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.
的确如此——因为你直接就要烧毁埃里克托斯的家园。
§1294ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;
用什么火把,或者什么样的烈火?
§1295ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών.
你企图强行夺取并占有我的财产,违背我的意愿。
§1296πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
那是因为我父亲将他赢得的土地赐予了我。
§1297τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
但埃俄罗斯的子孙凭什么在帕拉斯的土地上分一杯羹?
§1298ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
他是靠武器,而非靠言辞拯救了这片土地。
§1299ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.
仅凭一时的盟友,绝不应该成为土地的占有者。
§1300κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ;
所以你是因为害怕我将要这么做,才要杀我吗?
§1301ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.
为了让我不被杀,万一你并非只是“将要”而是真的动手呢。
§1302φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με.
你是因为自己无嗣,才嫉妒我父亲找到了我。
§1303σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;
难道你真的要抢夺无嗣之人的家产吗?
§1304ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
难道我对父亲的家产就没有应得的一份吗?
§1305ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.
仅有一盾一枪而已;这就是你的全部家产。

词汇与语法注释

  1. 1224τὸν ἱερὸν ὡς κτείνουσαν — 连词 ὡς 伴随分词 κτείνουσαν(此处作企图进行时,即“企图杀害”),表示主观原因或指控的罪名(“以企图谋害神圣者的罪名”)。τὸν ἱερὸν(“神圣者”)指在阿波罗神殿中长大的离子。
  2. 1239πορευθῶ — 第一人称单数的疑虑语气虚拟语气(deliberative subjunctive),表达了歌队的困惑与绝望(“我该走向何方?”)。
  3. 1254μὴ θανεῖν — 带有否定词 μή 的不定式,用以补充或解释主句动词 προύλαβον πόδα(起步逃离)所隐含的“避免、逃脱”等预防性语意(类似于冗余否定)。
  4. 1260προστρόπαιον αἷμα θήσεις — 形容词 προστρόπαιον 在此处作名词 αἷμα 的谓语性形容词,意为“你将使你的鲜血成为招致神谴(复仇)的污秽”。这基于古希腊人的信仰,即在神坛杀害哀求者会给凶手带来宗教上的不洁与复仇之神的纠缠。
  5. 1273περιβαλοῦσα ... ἂν ἐξέπεμψας — 过去反事实条件句。条件从句(protasis)由分词 περιβαλοῦσα 代替(相当于 εἰ περιέβαλες “如果你把我关起来”),结论从句(apodosis)由 ἄν 配合直说语气过去时 ἐξέπεμψας(“你早就送我去了”)构成。助词 ἄν 在分词后与动词前双重出现以示强调(双重 ἄν)。
  6. 1281ὡς οὐ δίκην δώσουσα — 连词 ὡς 结合将来时分词 δώσουσα,表示主观的意图或目的(“仿佛无意付出代价一般”)。
  7. 1301ὡς μὴ θάνοιμί — 目的从句。因为前一行的主句动词(ἀπέκτεινες “你企图杀害”)为历史时态,故此处使用祈愿语气(optative)θάνοιμι 而非虚拟语气(历史副时态后的祈愿语气)。

引用这一段

欧里庇得斯, 伊翁 §1224-1305. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:1224-1305

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。