Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §86-175

吕科斯的威逼与安菲特律翁的反驳

第 2 段,共 16 段 · 希腊语

内容简介

麦加拉与安菲特律翁商讨生死出路,随后歌队登场哀悼他们的厄运。篡位者吕科斯现身并贬低赫拉克勒斯的功绩,以此为处死孩子们的决定辩护,促使安菲特律翁开口驳斥。

§86λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ.
为我们共同的利益说吧,除非死期已定。
§88ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε §89φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·
喔,女儿,对于这样的事情,毫无劳苦、仅凭一时热忱而草率地提出建议,决非易事。
§87χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
然而我们身处弱境,难道还要拖延时间吗?
§90λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;
你是渴望更多的痛苦,还是如此留恋生命之光?
§91καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
我既为此感到高兴,也热爱着希望。
§92κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.
我也是;但是,长老啊,我们不该奢望那不可期待之事。
§93ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.
在灾祸的延宕中,蕴含着医治的良方。
§94ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
然而,这期间的煎熬却如噬骨般令我痛苦。
§95ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος §96ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν, §97ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
女儿啊,在我们眼前的这些灾祸中,也许仍会为你我吹来顺风,我的儿子、你的丈夫,也许仍会归来。
§98ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων §99πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, §100κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
但你且宽心,擦干孩子们那如泉涌的泪水,用言语安抚他们,用故事来哄骗他们,虽然这是可悲的欺骗,但仍要继续。
§101κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, §102καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· §103οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
因为凡人的厄运也会有疲惫的时候,风的呼啸也并非永远强劲,那些幸运之人也无法终生享有福泽。
§104ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
因为万事万物皆会彼此分离。
§105οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι §106πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
只有那些始终坚信希望的人,才是最优秀的人;而陷入绝望则是懦夫的行径。
§107—ὑπώροφα μέλαθρα καὶ §108γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις §109ἔρεισμα θέμενος, ἐστάλην §110ἰηλέμων γόων ἀοι- §110aδὸς ὥστε πολιὸς ὄρνις, §111ἔπεα μόνον καὶ δόκη- §112μα νυκτερωπὸν ἐννύχων ὀνείρων, §113τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ.
我离开了有屋顶覆盖的殿堂和年迈的卧榻,倚靠着拐杖作为支撑,我来到了这里,成为哀歌恸哭的歌者,宛如一只苍老的鸟儿,仅仅是言语,是黑夜梦境中那如夜色般的幻影,虽在颤抖,却依然满怀热忱。
§114ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ, §115ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- §116τερ, ἃ τὸν Ἀίδα δόμοις §117πόσιν ἀναστενάζεις.
喔,失去了父亲的孩子们,喔,长者,还有你,可怜的母亲,你正在为那身处哈得斯阴间之殿的丈夫而哀叹。
§119—μὴ προκάμητε πόδα βαρύ τε §120κῶλον ὥστε πρὸς πετραῖον §121λέπας ζυγηφόρον πῶλον §122ἀνέντες ὡς βάρος φέρον §122aτροχηλάτοιο πώλου.
不要让双脚和沉重的肢体过早疲惫,就像一只套着轭的幼马,面对岩石嶙峋的陡坡,奋力拉着沉重的货物,承受着轮式马车的重量。
§123λαβοῦ χερῶν καὶ πέπλων, §124ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· §125γέρων γέροντα παρακόμιζʼ, §127ᾧ ξύνοπλα δόρατα νέα νέῳ §126τὸ πάρος ἐν ἡλίκων πόνοις §128ξυνῆν ποτʼ, εὐκλεεστάτας
拉住双手和衣襟吧,无论谁那微弱的脚步即将不支;让老人扶持着老人,曾经在年轻时,作为同龄人,在并肩奋斗的岁月里,战友的长枪曾并肩作战,在最辉煌的战斗中。
§130—ἴδετε, πατέρος ὡς γορ- §131γῶπες αἵδε προσφερεῖς §132ὀμμάτων αὐγαί, §133τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων §134οὐδʼ ἀποίχεται χάρις.
瞧啊,孩子们那如父亲般凶猛的、相似的眼神在闪烁,厄运并未离开这些孩子,而高雅的尊严也未曾消逝。
§135Ἑλλὰς ὦ ξυμμάχους §136οἵους οἵους ὀλέσα- §137σα τούσδʼ ἀποστερήσῃ.
希腊啊,你失去了这样、这样的盟友,你将永远失去他们。
§138—ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς §139Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
但我看到这片土地的统治者吕科斯正在走近这座宅邸。
§140τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, §141εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης §142ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.
赫拉克勒斯的父亲和妻子,如果我必须开口,那我就要发问;而我必须如此,因为作为你们的主人,我理应打听我想知道的事。
§143τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
你们企图将生命苟延残喘到何时?
§144τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
你们看到了什么不死的希望和凭借?
§145ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον §146πιστεύεθʼ ἥξειν;
难道你们相信那躺在哈得斯冥府的父亲还会归来?
ὡς ὑπὲρ τὴν ἀξίαν §147τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών, §148σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς, §149ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών, §150σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
如果你们注定要死,你们那超出分寸的悲哀又是何等过分,你在希腊各地吹嘘虚妄的话语,声称宙斯是你的同床者,与你共享子嗣;而你则自诩被称为最优秀男子的妻子。
§151τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
哼,你的丈夫究竟立下了什么值得尊崇的伟绩?
§152ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν §153ἢ τὸν Νέμειον θῆρα;
难道是因为他杀死并消灭了沼泽中的许德拉,或是那涅墨亚的猛兽?
ὃν ἐν βρόχοις ἑλὼν §154βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
他声称用网将其捕获,用手臂将其活活勒死。
§155τοῖσδʼ ἐξαγωνίζεσθε;
你们就凭这些来抗争吗?
τῶνδʼ ἄρʼ οὕνεκα §156τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
难道因为这些,赫拉克勒斯的孩子们就不该死吗?
§157ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας §158θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος, §159ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ §160οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, §161κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
那个在与野兽的搏斗中骗取了勇敢名声的家伙,其实一无是处,在其他方面毫无英勇可言,他从未用左手持过盾牌,也未曾接近过长矛,而是手持弓箭 ―― 这种最卑劣的武器,随时准备逃跑。
§162ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας, §163ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται §164δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
弓箭绝非检验男子汉勇气的标准,唯有坚守阵地、无畏地注视着长矛如疾风般扫过、并在战列中站稳脚跟的人才是勇士。
§165ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, §166ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν §167Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
我的这一行行为并非出于无耻,长老,而是出于谨慎;因为我知道我杀死了这一女子的父亲克瑞翁,并占有了他的王位。
§168οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς §169χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
因此,当这些孩子长大成人,我不希望留下他们作为对我所作所为进行复仇的人。
§170τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει §171παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει §172λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν §173δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
关于宙斯在儿子身上的那份责任,就让宙斯去捍卫吧;但至于我的部分,赫拉克勒斯啊,我的责任是用言词替你揭露这人的无知;因为我绝不能容忍你遭受污蔑。
§174πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ §175τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —
首先,关于那不可言说之事 ―― 因为在不可言说之事中,我算上了你的怯懦,赫拉克勒斯啊 ――

词汇与语法注释

  1. §86μὴ θανεῖν ἕτοιμον ᾖ — 用虚拟语气表达担忧或谨慎的否定条件:“除非死已成定局”。
  2. §120-122ζυγηφόρον πῶλον — 比喻一匹套着轭的幼马攀爬岩石嶙峋的陡坡,以此描绘年迈的歌队成员沉重的步伐以及彼此搀扶的情景。
  3. §146-147ὡς ὑπὲρ τὴν ἀξίαν... εἰ — 语气词 ὡς 引导感叹句(“何等……!”),其后带 εἰ 的条件从句(“如果你们注定要死”)在语境中实际上起到了既成事实的前提作用。
  4. §170-171τὸ δʼ εἰς ἔμʼ — 关系/限制宾格:“至于我的部分”或“在我这一方”,与宙斯的部分(τῷ τοῦ Διὸς... μέρει)形成对比。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §86-175. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:86-175

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。