Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §176-254

安菲特律翁辩护弓术与吕科斯下令火刑

第 3 段,共 16 段 · 希腊语

内容简介

安菲特律翁为赫拉克勒斯的勇气及弓箭的实用性进行辩护,驳斥了吕科斯的控诉。随后,吕科斯命令手下收集木材,企图将赫拉克勒斯一家活活烧死。

§176σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
以众神为证,我必须摆脱你。
§177Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε, §178ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν §179Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη §180τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
我且问那宙斯的霹雳与四马战车,他曾乘于其上,将羽箭射入大地之子癸干忒斯们的肋骨,并与众神一同庆祝那伟大的胜利。
§181τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος, §182Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, §183ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν, §184ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
还有那四足的狂妄之徒——人马族,你去弗罗埃吧,最卑劣的国王啊,去问问他们,除了我的儿子(你却说他徒有其表),他们还会判定谁为最优秀的勇士。
§185Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα §186οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου §187ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.
即便去问那抚养了你的阿班提斯的迪尔菲斯山,它也不会称赞你;因为你根本没有做过任何高尚的事,能让你的祖国为你作证。
§188τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν, §189μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.
你竟然指责那充满智慧的发明——弓箭武装;现在且听我一言,变得聪明些吧。
§190ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων §191καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς §192αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, §193θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι §194θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
重装步兵是他武器的奴隶,如果与他并肩作战的人不勇敢,他自己就会因邻人的懦弱而死;而且一旦折断了长矛,他就无法用身体御敌于死命,因为他只有一种防御手段。
§195ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον, §196ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς §197ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, §198ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται §199τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
而那些手持强弓、射术精准的人,却有极大的好处:他们射出万千箭矢,保护自己的身体免遭他人杀戮,远距离退敌,以看不见的飞箭射伤看得见的敌人。
§200τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις, §201ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ §202σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς §203σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
他们不将身体暴露给对手,而是处于安全的防备之中;这在战斗中最为明智:在给敌人带来伤害的同时,保全自己的身体,不让安全委诸运气。
§204λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν §205γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
这些话对于已确立的事项,持有与你相反的观点。
§206παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;
但你究竟为什么想要杀死这些孩子?
§207τί σʼ οἵδʼ ἔδρασαν;
他们对你做了什么?
ἕν τί σʼ ἡγοῦμαι σοφόν, §208εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς §209δέδοικας.
有一点我认为你很聪明:你这懦夫害怕最优秀者的后代。
ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ, §210εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, §211ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, §212εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
然而,如果我们因为你的懦弱而不得不死,这依然对我们极为沉重—— 本该是你从比你优秀的我们手中承受这一命运,如果宙斯对我们怀有公正之心的话。
§213εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις, §214ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· §215βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, §216ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
如果你确实想亲自执掌这片土地的权杖,那就放我们作为流亡者离开这片土地吧;切勿诉诸暴力,否则一旦神的风向对你发生转变,你必将遭受暴力报复。
§217φεῦ·
唉!
§217aὦ γαῖα Κάδμου·
卡德摩斯的大地啊!
καὶ γὰρ ἐς σὲ ἀφίξομαι §218λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
因为我也会转向你,向你倾泻责备之词。
§219τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
你们就这样回报赫拉克勒斯和他的孩子们吗?
§220ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν §221Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.
他曾独自一人与所有的弥倪阿斯人交战,使底比斯得以用自由的目光视物。
§222οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε §223σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν, §224ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα §225φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων §226χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.
我也不赞美希腊——我也绝不能忍气吞声—— 因为它对我儿子极为卑劣,它本该为这些雏鸟送来火焰、长矛和武器,以回报他清除海洋与陆地妖魔的恩情—— 你曾为之辛劳的恩情。
§227τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις §228οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον §229δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
但是,孩子们啊,无论是底比斯城还是希腊都帮不了你们;你们只能看着我,一个软弱的朋友,除了舌头的声响外一无所有。
§230ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, §231γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
因为我们曾经拥有的力量已经消逝,在暮年里,肢体颤抖,力量微弱。
§232εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν, §233λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους §234καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν §235φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
若我年轻,仍能主宰自己的身体,我定会拿起长矛,染红这厮的金发,叫他因胆怯而逃往大西洋边界之外,以躲避我的长矛。
§236ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ §237θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;
优秀的凡人难道没有言语的素材吗,哪怕是口齿迟钝之人?
§238σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, §239ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
你就用那些垒起如塔般的言辞来数落我们吧;而我将用行动来伤害你,以此报复你的言词。
§240ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς §241τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς §242κορμούς·
去,你们一些人去赫利孔山,另一些人去帕纳塞斯的山谷,命令樵夫去砍伐橡树圆木。
ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει, §243βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα §244ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα §245πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν §246κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
待木材运入城内,在祭坛周围堆起木柴,付之一炬,将他们所有人的身体烧尽,让他们知道,统治这片土地的不是那死人,而是现在的我。
§247ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι §248γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε §249τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου §250τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ §251δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
而你们,长老们,反对我的决定的人,不仅要为赫拉克勒斯的孩子们哀叹,还要在你们自己的家遭遇不幸时为之痛哭,并且你们要记住,你们已经成了我独裁统治下的奴隶。
§252— ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ §253λάβρον δράκοντος ἐξερημώσας γένυν, §254οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
大地所生的人啊,战神曾掏空猛龙的下颌而将你们播种,难道你们右手的支撑——权杖,其不曾支撑着你们的右手……

词汇与语法注释

  1. 176ἀπαλλάξαι — ἀπαλλάσσω 的不定式。带宾格主语 με (μʼ) 和属格 σέθεν,意为“摆脱你”或“驳倒你”,表达了安菲特律翁要驳斥吕科斯对赫拉克勒斯的指控,并使其名誉得以澄清的决心。
  2. 177ἠρόμην — ἔρομαι(询问、质问)的不定过去时直属语气中间介词。在此语境下,意为“召集……为证”或“向……发问”,以宾格 κεραυνόν 和 τέθριππά 作为其直接宾语。
  3. 197ἄλλοις — 与格复数。在此处具有夺格性质(“免受他人/敌人的伤害”),或者表示“针对他人/敌人(射箭而保护自己)”。其核心含义是弓箭手通过远距离射击来保护自己的身体不受敌人的伤害。
  4. 220ὃς εἷς — 关系代词 ὅς 与数词 εἷς(独自一人)连用,强调了赫拉克勒斯“仅凭一人之力”与全体弥倪阿斯人作战的英雄伟绩。
  5. 252λοχεύμαθʼ — λοχεύματα(出生的子嗣、落入凡间者)的呼格复数形式。指代从龙牙中诞生的底比斯祖先“地生人(Spartoi)”,此处用以激励(或质问)在吕科斯的威胁面前无动于衷的长老们。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §176-254. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:176-254

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。