Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §1-85

安菲特律翁与麦加拉在祭坛前的哀诉

第 1 段,共 16 段 · 希腊语

内容简介

在赫拉克勒斯未归、篡位者吕科斯图谋加害他们之际,安菲特律翁和麦加拉在宙斯祭坛前寻求庇护,并商讨他们凄凉的处境与求生之策。

§1Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, §2Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε
凡人之中,谁人不知与宙斯共枕之人,阿耳戈斯的安菲特律翁?
§3ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;
他曾由珀耳修斯之子阿尔卡伊俄斯所生,也是眼前这位赫拉克勒斯的父亲。
§4ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς
我占有了这座忒拜城,在那里,地里生长的 “地生人”之穗破土而出。
§5σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης §6ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν §7τεκνοῦσι παίδων παισίν.
阿瑞斯从他们的族群中救下了少数人,他们用子孙后代繁衍了卡德摩斯的城市。
ἔνθεν ἐξέφυ §8Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
从此中诞生了梅诺伊克斯之子克瑞翁,他成为了这片土地的君王。
§9Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, §10ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε §11λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς §12δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
克瑞翁成为了眼前这位麦加拉的父亲,曾几何时,所有的卡德摩斯人伴随着婚礼的歌声和长笛声一同向她欢呼,那时,名声显赫的赫拉克勒斯将她娶进我的家门。
§13λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, §14Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς §15Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν §16ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν §17Ἠλεκτρύωνα·
然而,我的儿子离开了我有幸定居的忒拜,离开了他眼前的麦加拉和岳父,渴望去居住在阿耳戈斯的城墙和独眼巨人的城市,而我因为杀害了埃勒克特律翁正在那座城市流亡。
συμφορὰς δὲ τὰς ἐμὰς §18ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, §19καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, §20ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο §21κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
为了减轻我的灾祸并希望重归故国居住,他向欧律斯透斯许诺了巨额的归国代价,那便是开辟整片大地,无论这是在赫拉的鞭笞下屈服,还是由命运所使然。
§22καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, §23τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα §24βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα §25ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
他历经千辛万苦完成了其他的劳役,但在最后一次,他通过泰纳隆的入口走向了哈得斯的冥府,要把那只三首神犬带到光明之中,而从那里,他至今未能归来。
§26γέρων δὲ δή τις ἔστι Καδμείων λόγος §27ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος §28τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, §29τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς §30Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
卡德摩斯人中流传着一个古老传说:昔日曾有一位狄耳刻的丈夫吕科斯,统治着这座拥有七座城门的城市,这是在驾驭白马的、宙斯的后代安菲翁与塞托斯统治这片土地之前的事。
§31οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, §32Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών, §33κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, §34στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
与父亲同名的一位子嗣,他并非卡德摩斯人,而是来自优波亚,他杀害了克瑞翁,并在弑君后统治了这片土地,乘虚袭击了这因内讧而病入膏肓的城市。
§35ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον §36κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
对我们而言,与克瑞翁结下的姻亲似乎正在变成最大的灾祸。
§37τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς §38ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος §39τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει §40κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον, §41κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν §42γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι §43μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
因为当我的儿子留在地底深处时,这片土地的新统治者吕科斯企图消灭赫拉克勒斯的孩子们并杀害其妻子,以血洗血来消弭后患;还有我 ―― 如果像我这样无用的老者也配被算作男人的话 ―― 免得这些孩子长大成人后为他们的外祖父复仇索偿血债。
§44ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν §45τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς §46μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός — §47σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους, §48βωμὸν καθίζω τόνδε σωτῆρος Διός, §49ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο §50Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
而我 ―― 因为我的儿子在走向地底的黑暗深渊时,留下了我在这宫殿中作为守护孩子们的看家者 ―― 现与他们的母亲一起,为了让赫拉克勒斯的孩子们免于一死,坐守在救主宙斯的这处祭坛旁,这座祭坛是我那高贵的儿子在击败弥倪埃斯人后,作为辉煌胜利之枪的献礼而建立的。
§51πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν, §52σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ §53πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι §54δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.
我们一无所有地守着这避难之所,缺少食物、饮水和衣物,在未铺草垫的地上躺下我们的身躯;因为我们被锁闭在宫殿之外,坐困于此,求生无路。
§55φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, §56οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
在朋友中,有些我看并非真正的朋友,而另一些虽是真心,却无力相助。
§57τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· §58ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ §59τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
厄运之于人类便是如此;愿任何哪怕对我抱有些许善意的人也不要遭遇此等厄运,那可是对朋友最无欺的试金石。
§60ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν §61στρατηλατήσας κλεινὰ Καδμείων δορός, §62ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
喔,长老,您曾攻陷了塔菲奥斯人的城市,率领着卡德摩斯人那赫赫有名的长枪之军,神圣之事对凡人而言是多么不可捉摸!
§63ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης, §64ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ, §65ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι §66πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,
因为我曾经也并未因父亲而远离好运,他曾因富有而备受赞誉,拥有着王权,为了争夺它,漫长的长矛因贪欲而向那荣华富贵的身躯刺去。
§67ἔχων δὲ τέκνα·
他还育有子嗣。
κἄμʼ ἔδωκε παιδὶ σῷ §68ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
他把我许配给您的儿子,将我送入与赫拉克勒斯的显赫婚姻之中。
§69καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο, §70ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, §71οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς §72σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
而如今,那些荣耀都已消逝并飞走,长老啊,我和你却面临着死亡,还有赫拉克勒斯的孩子们,我把他们护在羽翼之下就像一只俯下身子保护幼雏的母鸟一样守护着他们。
§73οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, §74Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
他们一个接一个地扑到我身前探问,喊道:‘妈妈,爸爸到哪片土地去了?
§75τί δρᾷ, πόθʼ ἥξει;
他在做什么? 什么时候回来?
τῷ νέῳ δʼ ἐσφαλμένοι §76ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω §77λόγοισι, μυθεύουσα.
’他们因年幼无知而寻找生身之父;我则用言语应付敷衍他们,编造着故事。
θαυμάζων δʼ ὅταν §78πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, §79ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.
惊奇的是,每当大门发出声响,所有人都会立刻站起身来,仿佛就要扑倒在父亲的膝下。
§80νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας §81ἐξευμαρίζῃ, πρέσβυ;
如今,长老啊,您又在筹划着怎样的希望,或是怎样的救赎之路?
πρὸς σὲ γὰρ βλέπω.
因为我正指望着您。
§82ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ· §83φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους· §84οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας §85ἔτʼ εἰσὶν ἡμῖν.
毕竟我们无法悄悄越过这片土地的边界,因为在出口处,看守我们的守卫力量过于强大;而在朋友之中,救助的希望也已不复存在。
ἥντινʼ οὖν γνώμην ἔχεις
因此,无论您有什么样的打算,

词汇与语法注释

  1. §4ὃς τάσδε Θήβας ἔσχον — 虽然关系代词 ὃς 的先行词是第三人称的“安菲特律翁”,但关系从句中的动词 ἔσχον 是第一人称单数,使得该从句直接指代说话者本人。
  2. §16ἣν ἐγὼ φεύγω κτανὼν — 关系代词 ἣν 指代前文的“阿耳戈斯城墙与独眼巨人治下的城市”,动词 φεύγω 具有“(因杀人罪)流亡于……”的法律含义。分词 κτανὼν 表示原因。
  3. §20ἐξημερῶσαι γαῖαν — 不定式 ἐξημερῶσαι 作为同位语,具体解释前一行中 μισθόν(代价/报酬)的内容,或者作为表示目的/结果的不定式,指明欧律斯透斯所交付的任务。
  4. §41κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν — 宾格 κἄμ' 作为第39行 ἐξελεῖν θέλει(想要铲除)的宾语处于悬空状态,中间夹着长长的插入句,并与第42行的 μή ποθ' 起首的否定目的从句相连。插入句内的 κἄμ' 是 λέγειν 的宾格主语。
  5. §53ἐκ γὰρ ἐσφραγισμένοι — 介词 ἐκ 与分词 ἐσφραγισμένοι 是词析(tmesis)的例子,复合动词 ἐκσφραγίζω(锁闭、封印)的两个组成要素在此被分离。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §1-85. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:1-85

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。