Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §715-825

诛杀吕科斯与伊里斯及吕萨降临

第 9 段,共 16 段 · 希腊语

内容简介

借着安菲特律翁的计谋,篡位者吕科斯被诱入宫殿并被等候在内的赫拉克勒斯杀死。歌队歌颂正义的彰显与赫拉克勒斯的归来,然而伊里斯与狂暴女神吕萨却突然出现在宫殿上方。

§715ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις §716ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
(她)作为求助者坐在赫斯提亚的神圣祭坛台阶上,徒劳地哀求着拯救她的生命。
§717καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
并且徒劳地呼唤着已经死去的丈夫。
§718ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
但他并不在这里,也绝不会再回来。
§719οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
是的,除非神明中的某一位将他唤醒。
§720χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
去她那里,把她从府邸里带出来。
§721μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
如果我这么做,我就会成为这场谋杀的共犯。
§722ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον, §723οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν §724σὺν μητρὶ παῖδας.
好吧,既然你对此心存顾虑,毫无惧怕的我们,将会把孩子们和他们的母亲一起带出来。
δεῦρʼ ἕπεσθε, πρόσπολοι, §725ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
仆人们,跟我来,好让我们消除拖延,欣然着手我们的工作。
§726σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως §727ἄλλῳ μελήσει.
那么你就去吧,去你注定该去的地方;至于其他的事情,也许会有别人来照料。
προσδόκα δὲ δρῶν κακῶς §728κακόν τι πράξειν.
要记住,作恶之人终将遭到恶报。
ὦ γέροντες, ἐς καλὸν
老人们啊,他正合时宜地走去。
§729στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται §730ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν §731ὁ παγκάκιστος.
他将落入利剑交织的网罗中,他以为自己要去杀死身旁的人,这个极恶不赦之徒。
εἶμι δʼ, ὡς ἴδω νεκρὸν §732πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ §733ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
我要去看看他倒下死去的模样;因为看着仇敌死去,为其所作所为付出代价,令人感到快慰。
§735—μεταβολὰ κακῶν·
——灾祸的逆转!
μέγας ὁ πρόσθʼ ἄναξ §736πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
先前伟大的国王再次从冥府重返人世。
§737ἰώ·
噢!
§737aδίκα καὶ θεῶν παλίρρους πότμος.
正义啊,还有神明那逆流回转的命运!
§740—ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, §741ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
——你终于来到了死后将付出代价的时刻,因为你对那些比你优秀的人犯下了暴行。
§742—χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· §744πάλιν ἔμολεν — §745ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν §746παθεῖν — γᾶς ἄναξ.
——喜悦之泪夺眶而出;他回来了,那些从前在心中绝不可能料到会遭受的事情,这片土地的君王。
§747—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω §748σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
——但是,老人们啊,我们也来看看府邸内部的情况,看看是否有人正在按照我的意愿行事。
§750ἰώ μοί μοι.
噢,痛哉,痛哉!
§751—τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν §752φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
——这歌声开始传入我的耳中,府中回荡着令人欣喜的旋律;死亡已不遥远。
§753>βοᾷ §753aφόνου φροίμιον στενάζων ἄναξ.
>他在惨叫,那个国王正在呻吟着唱起屠戮的前奏。
§754ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
噢,卡德摩斯的所有土地啊,我因诡计而毁灭了!
§755—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων §756τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
——因为你也曾毁灭他人;承受这应得的报应吧,忍受吧,为你的恶行付出代价。
§757—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, §757aἄφρονα λόγον §758οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ §759σθένουσιν θεοί;
——是谁,身为凡人,却用不法之举玷污神明,吐露愚蠢之言,投向天上的神圣福乐者,说什么神明毫无力量?
§760— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
——老人们啊,不敬神的人已经不复存在了。
§761— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
——府邸归于寂静;让我们转向舞蹈吧。
§762— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
——因为我所期盼的朋友们正享有好运。
§763—χοροὶ χοροὶ §764καὶ θαλίαι μέλουσι Θή- §764aβας ἱερὸν κατʼ ἄστυ.
——舞蹈,舞蹈与欢宴,正回荡在忒拜那神圣的城邦之中。
§765μεταλλαγαὶ γὰρ δακρύων, §766μεταλλαγαὶ συντυχίας §767νέας ἔτεκον ἀοιδάς.
因为眼泪的逆转,命运的逆转,孕育出了新的歌谣。
§768βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος §770κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
新王已经覆灭,而旧王执掌王权,他已离开了阿刻戎的港湾。
§771δοκημάτων §771aἐκτὸς ἦλθεν ἐλπίς.
意料之外,希望已然降临。
§772θεοὶ θεοὶ §772aτῶν ἀδίκων μέλουσι καὶ §773τῶν ὁσίων ἐπᾴειν.
神明啊,神明关注着不义之人,并倾听虔敬者的心声。
§774ὁ χρυσὸς ἅ τʼ εὐτυχία §775φρενῶν βροτοὺς ἐξάγεται, §776δύνασιν ἄδικον ἐφέλκων.
黄金与好运诱使凡人偏离理性,招致不义之权力。
§777Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· §778νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς §779ἔθραυσεν ὄλ- §780βου κελαινὸν ἅρμα.
因为没有人敢于去审视时间的倒流;废弃法律,向不法妥协谄媚,那人已然粉碎了财富的黑暗战车。
§781Ἰσμήνʼ ὦ στεφαναφόρει,
伊斯墨诺斯啊,戴上花冠吧!
§782ξεσταί θʼ ἑπταπύλου πόλεως §783ἀναχορεύσατʼ ἀγυιαί,
七门之城那平整的街道啊,一同起舞吧!
§784Δίρκα θʼ ἁ καλλιρρέεθρος, §785σύν τʼ Ἀσωπιάδες κόραι, §786πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, §788Νύμφαι, τὸν Ἡρακλέους §789καλλίνικον ἀγῶνα.
溪流美丽的狄耳刻泉水啊,还有阿索波斯的女儿们,离开你们父亲的水流,作为同歌伴舞者一同前来,宁芙仙女们啊,为赫拉克勒斯那辉煌的胜利战斗而歌唱。
§790Πυθίου δενδρῶτι πέτρα §791Μουσῶν θʼ Ἑλικωνιάδων §791aδώματʼ, ὤ, §792ἥξετʼ εὐγαθεῖ κελάδῳ §793ἐμὰν πόλιν, ἐμὰ τείχη, §794Σπαρτῶν ἵνα γένος ἔφανε §795χαλκασπίδων λόχος, ὃς γᾶν §796τέκνων τέκνοις μεταμείβει, §797Θήβαις ἱερὸν φῶς.
皮提俄斯那树木葱郁的岩石啊,以及赫利孔山缪斯女神们住所啊,噢,你们将带着欢快的歌声降临我的城邦,我的城墙,那里曾有播种人的后代现身,那队披着青铜盾牌的战士,将这土地子子孙孙相传,成为忒拜神圣的光芒。
§798ὦ λέκτρων δύο συγγενεῖς §799εὐναί, θνατογενοῦς τε καὶ §800Διός, ὃς ἦλθεν ἐς εὐνὰν
噢,那两重结合的婚配床榻,既属于凡人化身的丈夫,也属于宙斯。
§801Νύμφας τᾶς Περσηίδος· ὡς §802πιστόν μοι τὸ παλαιὸν ἤ- §803δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη, §805λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος §806τὰν Ἡρακλέος ἀλκάν· §807γᾶς ὃς ἐξέβα θαλάμων §808Πλούτωνος δῶμα λιπὼν §808aνέρτερον.
他曾来到珀耳修斯后裔的新娘床榻上;对我而言,那古老的结合,噢宙斯,出乎意料地被证实了,时间已然清晰地彰显出赫拉克勒斯的勇武;他走出了大地的深闺,离开了普路托的冥府宫殿。
§809κρείσσων μοι τύραννος ἔφυς §810ἢ δυσγένειʼ ἀνάκτων, §811ἃ νῦν ἐσορᾶν ἔφανε §812ξιφηφόρων ἐς ἀγώνων §813ἅμιλλαν, εἰ τὸ δίκαιον §814θεοῖς ἔτʼ ἀρέσκει.
对我而言,你比那血统卑贱的国王们更配为君,这在如今,通过利剑交锋的争斗竞赛中,清晰地呈现出来,证明正义是否依然为神明所喜。
§815— ἔα ἔα·
——啊,怎么回事!
§816ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
老人们啊,我们是否又陷入了同样的恐惧震颤中?
§817γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;
我在府邸上方看到了怎样的幻影!
§818— φυγῇ φυγῇ
——快逃,快逃!
§819νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
迈开你沉重的脚步,快快离开这里!
§820— ὦναξ Παιάν, §821ἀπότροπος γένοιό μοι πημάτων.
——救主阿波罗王啊,愿你为我驱除这灾祸!
§822θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον §823Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν §824Ἶριν·
鼓起勇气,看啊,这位是夜的女儿狂暴女神,老人们,还有我——神明的使者伊里斯。
πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, §825ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν,
因为我们前来,并非要给城邦带来任何伤害,而仅仅是对那一个男人的身体发起战争。

词汇与语法注释

  1. §715θάσσειν — 由§713中的动词 `δοκῶ`(“我认为”)所引导的“宾格加不定式”结构的一部分。其主语 `αὐτήν`(麦加拉)承接自§713并被省略。
  2. §718οὐδὲ μὴ μόλῃ — 否定词 `οὐ μή` 后接虚拟语气不定过去时(来自 `βλώσκω` 的第三人称单数不定过去时虚拟语气 `μόλῃ`),表示对未来的强烈否定(绝不会回来)。
  3. §725σχολὴν λύσωμεν — `σχολή` 意为“拖延”或“迟滞”,与 `λύω`(“解除/结束”)结合,构成一种惯用表达,意为“结束拖延”或“不再磨蹭”。其后的属格 `πόνων` 是作用于 `σχολή` 的宾格性属格,指代他们任务(行刑/埋葬)的推迟。
  4. §803ἐπʼ οὐκ ἐλπίδι — 介词 `ἐπί` 后的名词 `ἐλπίδι` 被否定词 `οὐκ` 直接否定,构成了一个单一的副词性表达,意为“在无所指望中”,即“出乎意料地”。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §715-825. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:715-825

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。