Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §535-611

吕科斯暴行的败露与赫拉克勒斯的复仇誓言

第 7 段,共 16 段 · 希腊语

内容简介

赫拉克勒斯从麦加拉口中得知了底比斯内乱、僭主吕科斯的暴行以及家人面临死亡危机的真相,誓言进行猛烈的报复。安菲特律翁劝诫他要谨慎行动,赫拉克勒斯听从劝告,首先进入屋中向家神致敬。

§535εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν· §536τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, §537καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
请原谅我先抢白了你本该对他说的话;因为女人不知怎的比男人更易引起怜悯,而且我的孩子们正面临死亡,我也正在走向毁灭。
§538Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
阿波罗啊! 你以什么样的序言开始你的谈话?
§539τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
我的兄弟们和我的老迈父亲都死了。
§540πῶς φῄς;
你说什么?
τί δράσας ἢ δορὸς ποίου τυχών;
他们做了什么,或者遭遇了什么样的矛枪?
§541Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
这片土地的新统治者吕科斯毁灭了他们。
§542ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
是用武力对抗,还是因为国家病了?
§543στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
因为内乱;他掌握了卡德摩斯那座七门之城的主权。
§544τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
那么,恐惧为什么会降临到你和老人的头上?
§545κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
他打算杀害我的父亲、我以及孩子们。
§546τί φῄς;
你说什么?
τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
他害怕我孩子们孤苦无依的处境,又是为了什么?
§547μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
害怕他们有一天会为克瑞翁之死复仇。
§548κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
那么孩子们这副适合死者的装装又是怎么回事?
§549θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.
我们已经穿上了这些死亡的寿衣。
§550καὶ πρὸς βίαν ἐθνῄσκετʼ;
你们是被迫走向死亡吗?
ὦ τλήμων ἐγώ.
噢,悲惨的我!
§551φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
没有任何朋友;而且我们听说你已经死了。
§552πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;
但是,这种绝望是从哪里侵入你们心中的?
§553Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
欧律斯透斯的传令官宣布了这消息。
§554τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
那么你们为什么离开我的家和壁炉?
§555βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους §556κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;
被迫的;父亲被从铺好的床榻上赶了出来…… 他难道毫不感到羞耻,去侮辱那位老人吗?
§557αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
羞耻之神确实住得离这个家伙很远。
§558οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
我们不在的时候,竟然如此缺乏朋友吗?
§559φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
因为对于一个不幸的人来说,能有什么朋友呢?
§560μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
难道他们唾弃了我所经历的与米尼安人的战斗吗?
§561ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.
没有朋友,让我再次对你说,这就是不幸。
§562οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης §563καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου §564φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
把这些冥府的头饰从头发上扔掉,仰望光明吧,用双眼看着甜蜜的转变,以此代替地下的黑暗。
§565ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός — §566πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους §567καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν §568ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους §569κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, §570τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·
而我——因为现在该是我的手大显身手的时候了—— 首先我要去把那些新僭主的房屋彻底铲平,并斩下他不神圣的头颅,扔给狗去拖曳;至于卡德摩斯人中,凡是我发现受我恩惠却恩将仇报的恶人,我都要用这件克敌制胜的武器来制服他们。
§571τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι §572νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου, §573Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
至于其他人,我要用飞箭将他们射得四分五裂,让整个伊斯墨诺斯河都填满死者的血腥,狄耳刻那清澈的泉水也将被染红。
§574τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ §575καὶ παισὶ καὶ γέροντι;
因为我更该保护谁,难道不是我的妻子、孩子和年迈的父亲吗?
χαιρόντων πόνοι· §576μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
再见了,我的那些劳苦;因为我徒然地为别人完成了那些,却不是为了他们。
§577καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός, §578θνῄσκειν ἀμύνοντʼ·
而我必须为了他们——如果他们确实曾为了他们的父亲—— 在守护他们时死去。
ἢ τί φήσομεν καλὸν §579ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε §580Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων §581οὐκ ἐκπονήσω θάνατον;
否则,我们还能说什么美名,遵照欧律斯透斯的差遣,去与许德拉和狮子战斗,而对于我自己的孩子们,我却不尽心竭力去阻止他们的死亡?
οὐκ ἄρʼ Ἡρακλῆς §582ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
那么,我将不再被称为像从前那样被称为克敌制胜的赫拉克勒斯了。
§583δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, §584πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
孩子们理应帮助生养他们的父母,以及老迈的父亲和婚姻的伴侣。
§585πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον §586τά τʼ ἐχθρὰ μισεῖν·
我的孩子啊,对朋友忠诚、憎恨敌人,这确实像你。
ἀλλὰ μὴ ʼπείγου λίαν.
但是不要过于急躁。
§587τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
父亲,有什么事情比这些更急迫呢?
§588πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ §589δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, §590οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν §591ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις §592δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
国王有许多同盟者,他们虽然贫穷,但在传闻中被认为是富有的,他们煽动内乱,为了掠夺邻人的财产而毁了城市,而他们自己家里的财产早就因其懒惰而在挥霍中消耗殆尽了。
§593ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα §594ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
你进城时被看见了;既然被看见了,就要小心,免得你让敌人聚集起来,落得个意想不到的失败。
§595μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· §596ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις, §597ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα· §598ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
即使全城的人都看见了我,我也毫不在意;但由于看到一只鸟停在不祥的位置,我便知道某种灾祸已经降临到我的家里;因此,出于防备,我秘密地进入了这片土地。
§599καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν §600καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.
做得好;现在进去,向你的壁炉致敬,让祖传的府邸看看你的容颜。
§601ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα §602ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ· §603μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται §604τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς·
因为国王本人将会亲自前来,强行拖走并杀害你的妻子和孩子,并把我也一同宰杀;但如果你留在这里,一切都会如你所愿,你也将赢得安全。
πόλιν δὲ σὴν §605μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.
孩子啊,在把这件事妥善安排好之前,千万不要惊动你的城市。
§606δράσω τάδʼ· εὖ γὰρ εἶπας·
我会这么做的;因为你说的很好。
εἶμʼ ἔσω δόμων.
我要进屋去了。
§607χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν §608Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω §609θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
毕竟我终于从哈迪斯那不见日光的深渊、从科瑞的下方返回,我绝不能怠慢了首先向屋里的众神致敬。
§610ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;
孩子啊,你真的去过哈迪斯的府邸吗?
§611καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
是的,而且我把那只三头野兽带到了光芒之中。

词汇与语法注释

  1. 535εἰ πρόσθεν ἥρπασʼ — 挂接在前一行§534的 σύγγνωθί μοι(请原谅我)之上的条件从句。εἰ 搭配直说式过去时(ἥρπασʼ 为 ἥρπασα 的省音形),表示基于事实的委婉解释:“如果我先抢白了……请原谅我”。
  2. 546ὀρφάνευμʼ — 抽象名词 ὀρφάνευμα(孤儿状态、无依无靠)在此作为具体名词复数(“我的孤儿们、无依无靠的孩子们”)使用,充当动词的直接宾语。
  3. 547ἐκτεισαίατο — 动词 ἐκtίνω(复仇、偿还)的不定过去时祈愿式第三人称复数。此处未使用雅典方言标准的词尾 -αιντο,而是使用了诗歌与史诗中常见的古雅词尾 -αιατο。由表示恐惧的连词 μή 引导,意为“唯恐他们复仇……”。
  4. 549ἀνήμμεθα — 动词 ἀνάπτω(系上、穿戴)的现在完成时中动/被动式第一人称复数。在此处带中动意味(“我们给自己穿戴上”),因此保留了直接宾语的宾格 θανάτου περιβόλαια(死亡的覆面物/寿衣)。
  5. 557τῆσδε τῆς θεοῦ — 属格 τῆσδε τῆς θεοῦ(这位女神,指 Aidos/羞耻女神)是受副词 πρόσω(远离)支配的表示分离的属格。它表明拟人化的敬畏/羞耻女神住得离吕科斯非常遥远。
  6. 574τῷ — 与格 τῷ 是疑问代名词 τίνι(为谁)的缩略形。与无人称动词 χρή(应当)及不定式 ἀμύνειν(保护、防御)连用,构成修辞性疑问:“相比于我的妻子,我更应当去保护[谁]呢?”
  7. 583δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα — 中性复数 δίκαια 用作名词或无人称结构(“……是正当的”),支配不定式 ὠφελεῖν(帮助)。该不定式的主语是 τέκνα(孩子们),宾语是 τοὺς τεκόντας(生养父母者),整体意为“孩子们帮助父母是理所当然的”(下一行584中的“老迈父亲”和“婚姻伴侣”同样作为该不定式的宾语)。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §535-611. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:535-611

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。