Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §455-534

麦加拉的哀歌与赫拉克勒斯从冥府归来

第 6 段,共 16 段 · 希腊语

内容简介

麦加拉哀叹孩子们的悲惨命运与曾经幻灭的期望,安菲特律翁谴责宙斯的无能,就在此时,赫拉克勒斯奇迹般地从冥府归来,与家人重逢并准备实施营救。

§455ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
麦加拉:老人、青年、母亲,全都聚在一起。
§456ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων §457τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι
啊,我以及这些孩子的悲惨命运,我正用双眼最后一次注视着他们。
§458ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην §459ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
我生下了你们,却把你们抚养成敌人的凌辱、嘲弄和毁灭的牺牲品。
§460φεῦ·
(并入上文)唉。
§460aἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, §461ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
你们父亲的话语曾带给我的期待,竟如此彻底地粉碎了我的希望。
§462σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ, §463Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους §464τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, §465στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ §466λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
(并入上文)你们死去的父亲曾想把阿尔戈斯分给你,你本该住在欧律斯透斯的府邸,(并入上文)统治着土地肥沃的佩拉斯吉亚,他还会把那只他自己曾用来武装全身的狮子皮,披在你的头上。
§467σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, §468ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, §469ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· §470ἐς δεξιάν τε σὴν ἀλεξητήριον §471ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
而你本该是热爱战车的底比斯的君主,继承我世袭的平原土地,正如你曾说服那生下你的父亲一样;(并入上文)他还会把那根防御性的、精美雕刻的木棒放在你的右手里,那是个虚假的礼物。
§472σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ §473τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
(并入上文)而对你,他曾许诺要给你俄卡利亚,那是他曾用远射的弓箭摧毁的地方。
§474τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι §475πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·
对于你们三人,你们的父亲用三座王位为你们筑起防线,为拥有如此优秀的儿子们而深感自豪。
§476ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, §477κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς §478Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς §479πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
而我则从雅典的土地、斯巴达和底比斯挑选最优秀的新娘,以缔结姻亲,好让你们能用艉缆牢牢系紧,过上幸福的生活。
§480καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη §481νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν, §482ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
(并入上文)但这些都已烟消云散;命运一转,反而给你们带来了死神作为新娘,而留给我的则是作为婚礼浴水的泪水——我这悲惨的心啊。
§483πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, §484Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
而孩子们的祖父在这里主持着婚礼,将哈迪斯视为岳父,把与冥府的联姻当作父亲的姻亲。
§485ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον §486πρὸς στέρνα θῶμαι;
天啊,我该先把你们中的哪一个,或是最后把哪一个抱在怀里?
τῷ προσαρμόσω στόμα;
我该吻谁的嘴?
§487τίνος λάβωμαι;
我该牵谁的手?
πῶς ἂν ὡς ξουθόπτερος §488μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους, §489ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
我该如何像一只黄褐色的蜜蜂,从所有人那里采集哀鸣,汇聚成一处,一次性流尽所有的眼泪?
§490ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται §491θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω· §492θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ, §493ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
亲爱的人啊,如果凡人的声音能在哈迪斯那里被听见,赫拉克勒斯,我对你诉说这些:你的父亲和孩子们快要死了,而我也正在走向毁灭,我曾因你而被凡人称为幸福的人。
§494ἄρηξον, ἐλθέ·
拯救我们吧,来吧!
καὶ σκιὰ φάνηθί μοι· §495ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· §496κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
哪怕作为影子显现在我面前;因为只要你来,哪怕只是在梦中也足够了;因为那些要杀害你孩子的人都是懦夫。
§497σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· §498ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν §499αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν §500μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
安菲特律翁:你,妻子,去准备地下的事情吧;而我,宙斯啊,向天空伸出双手,向你呼吁:如果你打算对这些孩子有任何帮助,就保护他们吧;因为很快你就毫无用处了。
§501καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
然而,我已经呼唤了你许多次;我只是徒劳地劳作。
§502θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
因为,看来死是无法避免的了。
§503ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, §504τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε, §505ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
但是,老人们啊,生命的时光是短暂的;尽可能快乐地度过这段时光吧,从早到晚不要忧伤。
§506ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται §507σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
因为时间不懂得保留希望,它在忙完自己的事后就飞逝而去。
§508ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς §509ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη §510ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.
看着我吧,我曾是凡人羡慕的焦点,成就了显赫的名声,然而命运却在一天之内像飞向天空的羽毛一样将它从我身边夺走。
§511ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ §512βέβαιός ἐστι.
巨大的财富和名誉,我不知道对谁才是稳固的。
χαίρετʼ· ἄνδρα γὰρ φίλον §513πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
再见吧;同辈们啊,你们现在是最后一次看到你们亲爱的朋友了。
§514ἔα·
麦加拉:啊!
§514aὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ·
长老,我看到了我最爱的人们!
ἢ τί φῶ;
或者我该说什么?
§515οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
安菲特律翁:我不知道,女儿;我也陷入了无言的震惊中。
§516ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, §517εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
麦加拉:这就是我们听说在地下深处的那个人,除非我们在白日里看到了什么梦境。
§518τί φημί;
我在说什么?
ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
在我的痛苦中我看到了什么样的梦境?
§519οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
这不是别人,正是你的儿子,长老。
§520δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,
到这里来,孩子们,拉住你们父亲的衣角!
§521ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς §522σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
快去,赶快,不要松手,因为他为你们带来的救赎,绝不亚于拯救者宙斯。
§523ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, §524ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
赫拉克勒斯:祝你平安,我的府邸和我的壁炉门户,我来到光芒之中,是多么高兴地看到你!
§525ἔα·
啊!
τί χρῆμα;
这是怎么回事?
τέκνʼ ὁρῶ πρὸ δωμάτων §526στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, §527ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, §528πατέρα τε δακρύοντα — συμφορὰς τίνας;
我看到孩子们在屋前头上戴着死者的装束,我的妻子在一群男人之中,我的父亲正在哭泣——这是什么灾难?
§529φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· §530γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
来,让我站在近前向他们打听;妻子,家里发生了什么新变故?
§531ὦ φίλτατʼ ἀνδρῶν
麦加拉:噢,最亲爱的丈夫!
§531bὦ φάος μολὼν πατρί
噢,你作为光芒来到了父亲身边,你回来了吗?
§532ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
你在对你的亲人最关键的时刻安全归来了吗?
§533τί φῄς;
赫拉克勒斯:你说什么?
τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
父亲,我们陷入了什么样的混乱之中?
§534διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
麦加拉:我们正面临毁灭;而你,长老,请原谅我,

词汇与语法注释

  1. 459ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν — 作为动词 ἐθρεψάμην 的宾语(或暗指的 ὑμᾶς)的同位语(或结果宾格),表达抚养孩子们的“结果”或“目的”。强调了孩子们被抚养长大,却注定成为敌人“凌辱、嘲笑和毁灭”的对象的悲惨命运。
  2. 478ὡς ἀνημμένοι κάλῳς / πρυμνησίοισι — 连词 ὡς 引导目的从句,接 ὀπτατική(希求法)动词 ἔχοιτε(因主句为过去时态 ἠκροθινιαζόμην 而采用斜格希求法)。这里使用了“用艉缆系紧船只”的航海比喻,表明通过这些婚姻使孩子们的生命得以稳固和幸福的初衷。
  3. 487πῶς ἂν ... συνενέγκαιμʼ ἂν — 带疑问副词 πῶς 的可能希希法(potential optative),其中小词 ἄν 被双重使用(πῶς ἂν 与 συνενέγκαιμʼ 凹),以此突显无法实现的愿望或带有强烈情感的提问。
  4. 517εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν — 以 εἰ 接直说语气现在时(λεύσσομεν)构成的条件从句(protasis),其主句(apodosis)即为前文的 ὅδʼ ἐστὶν(“这就是他”)。它表达了一种交织着怀疑的强烈直觉:“除非我们在白昼里看到了某种梦境”。
  5. 522οὐδέν ἐσθʼ ὅδʼ ὕστερος — 比较级形容词 ὕστερος(“逊于、劣于”)接比较属格 Διός σωτῆρος(“救主宙斯”),而中性宾格 οὐδέν 则作副词性修饰,意为“此人在任何方面都不亚于救主宙斯”,强烈表达了赫拉克勒斯的归来对家人的终极救赎意义。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §455-534. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:455-534

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。