Humanitext Reader

欧里庇得斯 · 祈愿人 §96-177

忒修斯与阿德拉斯托斯的对话

第 2 段,共 14 段 · 希腊语

内容简介

忒修斯登场并向母亲埃特拉询问祭坛前求助者的情况。随后,他向阿耳戈斯国王阿德拉斯托斯询问远征失败的经过,并接受了其收回死者遗体的请求。

§96ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ, §97κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
因为从她们苍老的眼中,哀伤的泪水正流向大地,她们剪短了头发,身上的衣着也非节日祭服。
§98τί ταῦτα, μῆτερ;
忒修斯:这是怎么回事,母亲?
σὸν τὸ μηνύειν ἐμοί, §99ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
您理应向我说明,而我理应倾听;因为我预感到有什么新状况。
§100ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων §101τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας §102ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις §103φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
埃特拉:孩子啊,这些妇人是那些死去的孩子们的母亲,那些死在卡德摩斯城门周围的,那七位将军的母亲;她们手持叹愿的枝条,正如你所见,正把我围在圈中,孩子。
§104τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
忒修斯:那么,在这个城门前哀声叹息的人是谁?
§105Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
埃特拉:是阿德拉斯托斯,人们说他是阿耳戈斯人的国王。
§106οἱ δʼ ἀμφὶ τόνδε παῖδες;
忒修斯:那么围绕在他身边的孩子们呢?
ἦ τούτων τέκνα;
是这些妇女的子孙吗?
§107οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
埃特拉:不,是那些死去的亡者的儿子们。
§108τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
忒修斯:那么,他们为什么带着求助的手势来到我们这里?
§109οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
埃特拉:我知道;但接下来的话要由他们来说了,孩子。
§110σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
忒修斯:我向你提问,你这用披风蒙着头的人。
§111λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· §112πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
揭开你的头,说话吧,停止哀悼;因为不通过言语表达,事情就不会有任何进展。
§113ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, §114Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
阿德拉斯托斯:哦,在战场上凯旋的雅典土地之王,忒修斯,我作为你和你城邦的求助者来到这里。
§115τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;
忒修斯:你在追求什么,又有什么需要?
§116οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.
阿德拉斯托斯:您想必知道我曾进行过的那场毁灭性的远征。
§117οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
忒修斯:因为你并非默默无闻地穿过了希腊。
§118ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.
阿德拉斯托斯:在那里,我失去了阿耳戈斯最优秀的勇士们。
§119τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
忒修斯:惨痛的战争带来的便是如此结果。
§120τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
阿德拉斯托斯:我曾前去向那座城市索求这些死者的遗体。
§121κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
忒修斯:是凭着赫尔墨斯的使者,以便安葬死者吗?
§122κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.
阿德拉斯托斯:然而,那些杀死他们的人却不准许我这么做。
§123τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
忒修斯:你所求的是合乎神意的,他们又说了些什么?
§124τί δʼ;
阿德拉斯托斯:还能说什么?
εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
他们得势便无法自持。
§125ξύμβουλον οὖν μʼ ἐπῆλθες;
忒修斯:那么,你来找我是为了让我当顾问吗?
ἢ τίνος χάριν;
还是为了别的什么?
§126κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
阿德拉斯托斯:忒修斯,我是希望你能收回阿耳戈斯的孩子们的遗体。
§127τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν;
忒修斯:但你们的阿耳戈斯如今何在?
ἢ κόμποι μάτην;
难道先前的吹嘘全是徒然?
§128σφαλέντες οἰχόμεσθα.
阿德拉斯托斯:我们因失败而毁灭了。
πρὸς σὲ δʼ ἥκομεν.
所以我们来到了你这里。
§129ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;
忒修斯:这是你个人的主意,还是整个城邦的决定?
§130πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
阿德拉斯托斯:所有的达那奥斯子孙都恳求你安葬死者。
§131ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
忒修斯:你究竟是为了什么向忒拜派出这七支军队的?
§132δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
阿德拉斯托斯:为了给我的两个女婿提供这份恩惠。
§133τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
忒修斯:你把你的阿耳戈斯女儿们嫁给了谁?
§134οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
阿德拉斯托斯:我没有在家族内部缔结姻亲。
§135ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
忒修斯:你把阿耳戈斯的姑娘们嫁给了异乡人?
§136Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
阿德拉斯托斯:嫁给了堤丢斯,以及忒拜出生的波吕涅克斯。
§137τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
忒修斯:你是出于何种渴望而缔结这桩婚事的?
§138Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
阿德拉斯托斯:福玻斯那难以捉摸的神谕谜语诱惑了我。
§139τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
忒修斯:阿波罗在裁定姑娘们的婚事时说了些什么?
§140κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
阿德拉斯托斯:他让我把我的两个女儿嫁给野猪和狮子。
§141σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
忒修斯:那你又是如何解释神明的谕示的?
§142ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας — §143τίς καὶ τίς;
阿德拉斯托斯:两个流亡者在夜里来到了我的门前—— 忒修斯:是谁和谁?
εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
快说;因为你同时提到了两个人。
§144Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
阿德拉斯托斯:堤丢斯与波吕涅克斯当场厮杀了起来。
§145ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
忒修斯:于是你就把女儿嫁给他们,视其为那些野兽?
§146μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
阿德拉斯托斯:是的,因为我把他们两人的搏斗比作了两个野兽。
§147ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
忒修斯:他们又是如何离开祖国的边境来到此处的?
§148Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
阿德拉斯托斯:堤丢斯是因为逃避流血杀害同族之罪而离开那片土地的。
§149ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;
忒修斯:那俄狄浦斯之子呢,又是因何缘故、以何种方式离开忒拜的?
§150ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
阿德拉斯托斯:因父亲的诅咒,为免杀害自己的兄弟。
§151σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
忒修斯:你所说的这桩自愿流亡确是明智之举。
§152ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
阿德拉斯托斯:但是,留在城里的人对不在场的人犯下了不义。
§153οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
忒修斯:难不成他的兄弟夺走了他的财产?
§154ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
阿德拉斯托斯:我就是为了对这起争端进行裁决才出兵的;结果我毁灭了。
§155μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
忒修斯:你可曾拜访过占卜者,可曾观察过祭祀之火的火焰?
§156οἴμοι;
阿德拉斯托斯:唉!
διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
你追问到了我最彻底失败的地方。
§157οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
忒修斯:看来,你出发时并没有得到神明的庇佑。
§158τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
阿德拉斯托斯:更甚的是,我是违背了安菲阿剌俄斯的意愿而去的。
§159οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
忒修斯:你竟然如此轻易地背弃了神意?
§160νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
阿德拉斯托斯:因为年轻人们的喧嚣使我昏了头。
§161εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
忒修斯:你追求了血气之勇,而摒弃了明智的思虑。
§162ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
阿德拉斯托斯:而这恰恰摧毁了许多将领。
§163ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα, §164ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω §165πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, §166πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· §167ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
但是,哦,希腊全境最英勇的首领啊,雅典之王,我深感羞愧,拜倒在地上,用我的手去抱住你的膝盖,我这白发苍苍的老人,曾是一个幸福的统治者;但无论如何,我必须屈从于我的不幸。
§168σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ §169καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, §170αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, §171ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα §172θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, §173πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια, §174ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν §175κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
请为我救回那些死者,怜悯我的苦难,也怜悯这些死去的孩子们的母亲,对她们而言,白发苍苍的晚年伴随着失去子女的孤苦而至,她们竟敢来到此处,迈出异乡人的脚步,勉强挪动着衰老的肢体,她们并非作为使团来参加德墨忒尔的秘仪,而是为了安葬死者;她们本该在那些孩子的双手安葬下,获得应时的寿终。
§176σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον, §177πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
富足之人去观察贫穷是明智的,贫穷之人仰望富足之人,

词汇与语法注释

  1. §96ὄσσων — 前一分段末尾的形容词 γερασμίων(§95)跨越换行修饰本行开头的 ὄσσων(提早突显/离隔构文),意为“从她们苍老的眼中”。
  2. §112μὴ διὰ γλώσσης ἰόν — 带有否定词 μὴ 的现在分词 ἰόν 起条件作用(“若不通过语言表达”)。与名词 πέρας(结局、解决)结合,表达了一条格言:“如果不说出来,事情就不会有任何进展”。
  3. §158Ἀμφιάρεώ γε πρὸς βίαν — πρὸς βίαν + 属格的结构构成副词短语,意为“违背……的意愿、不顾……”。这里指阿德拉斯托斯不顾预言家安菲阿剌俄斯的警告而强行出征。
  4. §175ὡραίων τυχεῖν — ὡραίων(形容词 ὡραῖος 的属格复数,“适时的、合宜的”)作为支配属格的不定式 τυχεῖν 的宾语。它省略地指代在适当时机(即父母老死、由子女安葬时)获得“合宜的丧葬礼仪”。

引用这一段

欧里庇得斯, 祈愿人 §96-177. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:96-177

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。