Humanitext Reader

欧里庇得斯 · 祈愿人 §178-258

阿德拉斯托斯的请求与忒修斯的拒绝

第 3 段,共 14 段 · 希腊语

内容简介

阿德拉斯托斯恳求忒修斯协助,声称唯有雅典能承担收回遗体的重任。忒修斯发表演说,赞美神明赋予人类文明秩序,同时严厉批评阿德拉斯托斯误解神谕并受年轻人煽动发动非正义战争的愚行,予以拒绝;阿德拉斯托斯则辩称自己寻求的是帮助而非审判。

§178ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ, §179τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
羡慕他们,从而使他对财富产生追求之情;而那些并非不幸的人,应当敬畏可怜的境遇。
§180τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη §181χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε, §182οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος §183τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.
还有那作歌的诗人,凡是他自己创作的诗歌,都应该在喜悦中创作;但若是他自身不曾体验这种喜悦,他绝无法在自己家中遭受痛苦的同时,去娱乐他人;因为这本就不合常理。
§184τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα §185πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
也许你会说:“既然你放过了佩洛普斯的土地,为何还要将这一劳苦强加给雅典?
§186ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.
” 我有理应对此做出说明。
§187Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, §188τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ §189μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον· §190τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν §191ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις §192πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
斯巴达固然残酷且行事多变,其余的城邦又弱小无力;但唯独你的城市唯独能承受这一重任;因为她能看见可怜之事,且拥有你这样一位年轻且优秀的牧人;正因缺少这样的人,许多城市由于缺乏统帅而毁灭。
§193κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, §194Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
歌队:我也向您说出与此人相同的话,忒修斯,请以怜悯之心来对待我们的命运。
§195ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ §196τοιῷδʼ.
忒修斯:我确实曾与他人就此论题争辩,颇费了一番口舌。
ἔλεξε γάρ τις ὡς τὰ χείρονα §197πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· §198ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, §199πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς· §200εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.
因为有人曾说,对于凡人而言,糟糕的事物要比美好的事物更多;但我持有与他们相反的观点,认为对于凡人而言,有益的事物多于有害的事物;因为若非如此,我们便无法存活于光天化日之下。
§201αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου §202καὶ θηριώδους θεῶν διεσταθμήσατο, §203πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον §204γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα, §205τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ §206σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ §207ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος §208προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ, §209πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς §210ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
我赞美神明,他将我们的生活从混乱而兽性的状态中整理出来,首先赋予我们智慧,接着又赐予作为言语使者的舌头,以便我们能够理解声音;还有作物的养分,以及为了那养分而来自天空的水滴,以便滋养大地所生之物,并灌溉腹中之物;此外,还有防御严冬的避难所,用以抵御神明所赐的严寒与酷暑,以及海上航行,以便我们能够互相交换彼此土地上所缺乏的物资。
§211ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν, §212ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς §213μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
至于那些不明显、我们无法清晰知晓的事物,预言者们通过凝视祭火、观察内脏的褶皱以及通过飞鸟的迹象来预示。
§214ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ §215δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
既然神明为我们的生活赐予了如此丰盛的准备,而我们对此仍不满足,难道我们不是在暴殄天物吗?
§216ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν §217ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι §218δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
然而,人类的聪明总试图凌驾于神明之上,我们心怀高傲,自以为比诸神还要聪明。
§219ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς, §220ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς §221ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν, §222λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν §223ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα §224ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι, §225εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
你似乎也属于这群不智之辈,其实并不聪明,你根据福玻斯的神谕为你的女儿们结下姻缘,竟将她们交给了异国之人,仿佛神明依然在世一般;你将自己显赫的家族与浑浊的血液相混合,伤害了自己的家门;因为聪明人不该将不义之人与正义之人混为一谈,而应结交幸福之人作为家中的朋友。
§226κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος §227τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε §228τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
因为神明将命运视作共有,会用病痛之人的灾祸,连同那与他共处、并未作恶的人一并毁灭。
§229ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων, §230μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας §231βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν, §232νέοις παραχθείς, οἵτινες τιμώμενοι §233χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης, §234φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ, §235ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών, §236ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν §237τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
而你却率领全体阿耳戈斯人出征,预言者们明明宣告了神意,你却予以轻视,强行违背神意,结果毁灭了自己的城邦;你是被那些年轻人误导了,他们一旦受到看重便得意忘形,不公义地扩大战争,败坏公民;有的人是为了当上统帅,有的人是为了在掌权后肆意妄为,还有人则是为了谋求私利,他们根本不在意广大民众因此遭受苦难而受到多大伤害。
§238τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι §239ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί· §240οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου §241δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος, §242ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά, §243γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι· §244τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις, §245κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.
因为公民分为三个阶层:富有之人毫无用处,且总是贪求无度;另一些人一无所有,缺乏生计,极为危险,他们被嫉妒冲昏了头脑,向那些富有之人射出恶毒的利刺,他们被邪恶首领的口舌所蛊惑;而在这三个部分中,唯有处于中间的那部分能挽救城邦,维护着城市所确立的秩序。
§246κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
既然如此,我怎能成为你的同盟?
§247τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
我又该对我的公民说些什么体面的话?
§248χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς, §249αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.
你走吧;因为如果你未能深谋远虑,你必须自己承受那命运,而让我们置身事外。
§250ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε §251ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.
歌队:他确实犯了错;但在年轻一代的人类身上,这是不可避免的;理应宽恕他。
§253οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν §254οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, §255τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, §256ἀλλʼ ὡς ὀναίμην.
阿德拉斯托斯:我绝非选择您作为我惩罚不义之举的法官,亦非因为我被发现行事不周,便视您为惩治者与指责者,王啊,而只是为了寻求您的庇护。
εἰ δὲ μὴ βούλῃ τάδε, §257στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
如果您不愿意,我也只能顺从您的决定;因为我又有什么办法呢?
§258ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
来吧,年迈的妇人们,走吧,将那苍绿的枝条……

词汇与语法注释

  1. §178ζηλοῦνθʼ — ζηλοῦντα(实际为不定式 ζηλοῦν 的省略形式)。在语法上作为受176行 σοφὸν [ἐστί](……是明智的)支配的不定式,与177行的 ἀποβλέπειν 并列,意为“(穷人去)羡慕(富人)”。
  2. §182οἴκοθέν γʼ ἀτώμενος — 分词 ἀτώμενος(源自 ἀάομαι,意为“受苦、迷茫”)在此表示让步或条件(“尽管在忍受痛苦”或“如果承受痛苦”)。οἴκοθεν(自室、自内)在此指诗人内在的状态,即“在自己内心怀着痛苦”。
  3. §196ὡς τὰ χείρονα — 连接词 ὡς 引导间接引语,作为196行中动词 ἔλεξε(说)的宾语从句。该从句中的主动词为197行的 ἐστι。
  4. §219ἧς καὶ σὺ φαίνῃ δεκάδος — 关系代词 ἧς(属格)指代前文(217-218行)提到的傲慢态度,并作为部分属格修饰 δεκάδος(源自 δεκάς,意为“十人组、一伙”),意为“你似乎也属于那(愚蠢的)一伙人”。

引用这一段

欧里庇得斯, 祈愿人 §178-258. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:178-258

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。