Humanitext Reader

欧里庇得斯 · 祈愿人 §1-95

向埃特拉的请愿与忒修斯的到来

第 1 段,共 14 段 · 希腊语

内容简介

雅典国王忒修斯的母亲埃特拉在埃琉西斯神殿遇到了来自阿耳戈斯的年迈母亲们,她们祈求协助收回战死于忒拜的儿子们的遗体。忒修斯闻讯赶来,对眼前的悲惨景象与哭声感到震惊。

§1Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς §2τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, §3εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν §4πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, §5ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν §6Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος §7Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
守护这片埃琉西斯土地炉火的德墨忒尔啊,以及你们这些侍奉女神神殿的侍从们,我祈求我自己和我的儿子忒修斯,以及雅典城和庇特乌斯的土地都能幸福,在那片土地上,父亲在富庶的宫殿里抚养了我,并将我,埃特拉,嫁给了潘狄翁之子埃勾斯为妻,正如洛克西阿斯的预言所言。
§8ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε §9γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς §10ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, §11πάθος παθοῦσαι δεινόν·
因为我看着这些老妇人,作出了这样的祈祷,她们离开了阿耳戈斯土地的家园,拿着求助者的枝条投奔在我的膝下,饱受着可怕的痛苦。
ἀμφὶ γὰρ πύλας §12Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων §13ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ §14Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας §15μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
因为在卡德摩斯的城门周围,死去的七位高贵的儿子,她们成了无子的母亲;昔日阿耳戈斯之王阿德拉斯托斯率领他们,企图为流亡的女婿波吕涅克斯争夺其应得的继承权。
§16γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ §17θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ §18εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν §19δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
但对于那些因矛枪而死的亡骸,这里的母亲们想要将他们葬入土中,掌权者们却加以阻挠,不愿赐予收敛尸体的许可,轻慢了神明的律法。
§20κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς §21Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε §22κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην §23στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· §24ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς §25νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς §26ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, §27μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ §28πόλει τʼ Ἀθηνῶν.
分担着她们需要我相助的共同重担,此时,阿德拉斯托斯正双眼濡湿地躺在这里,哀悼着自己从家中派出的矛枪与那场最为不幸的远征;他敦促我用哀求去说服我的儿子,或用言语,或用武力的强权,去收回遗体并协助安葬,他将这唯一的任务托付给我的孩子和雅典城。
τυγχάνω δʼ ὑπὲρ χθονὸς §29ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν §30πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται §31φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
而我此刻正来到耕作进行预祭,离开了我的家园,来到这座神殿,在这里,第一缕丰饶的谷穗被认为首次在这片土地上破土而出。
§32δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος §33μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν §34Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν §35πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, §36σέβουσα δʼ ἱερὰ στέμματʼ.
我怀抱着这绿叶编织的无羁之缚,留守在科瑞和德墨忒尔两位女神的神圣祭坛旁,哀怜着这些痛失子女、满头白发的母亲们,敬奉着神圣的花圈。
οἴχεται δέ μοι §37κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, §38ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, §39ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς §40ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων §41γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
我的使者已经前往城里,召唤忒修斯前来,好让他要么消除她们在这片土地上的悲痛,要么解脱这哀求的束缚,向神明尽了虔敬之本分;因为女人的一切事务若是贤明,理应通过男人来行事。
§42— ἱκετεύω σε, γεραιά, §43γεραιῶν ἐκ στομάτων, πρὸς §44γόνυ πίπτουσα τὸ σόν· §45— ἄνομοι — τέκνα λῦσαι. — φθιμένων §46νεκύων οἳ καταλείπουσι μέλη §47θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· §48— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων §49δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ- §50σὰ δὲ σαρκῶν πολιᾶν §51καταδρύμματα χειρῶν· τί γάρ;
— 我哀求您,高贵的长者,凭着老者的口,投奔在您的膝下;他们不合不义地拒绝释放亡儿的遗体,那些逝去之人的肢体被遗弃,在松弛肉体的死亡中,成了荒山野兽的食粮; — 看着我眼中流出的可怜泪水,泪珠挂在眼睫,以及我那花白肌肤上双手撕扯出来的累累伤痕;还能怎样呢?
§52φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις §53προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
我既没有在家中为死去的孩子们安尸,也没有看见在大地上为他们修筑起坟茔。
§54— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον §55φίλα ποιησαμένα λέ- §56κτρα πόσει σῷ· μετά νυν §57δὸς ἐμοὶ σᾶς διανοίας, §58μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ §59φθιμένων οὓς ἔτεκον· §60παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν §61τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι §62νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
— 尊贵的一国之母啊,您也曾诞下麟儿,让您与丈夫的床笫充满温情;那么现在,请分我一分同情,分担我,这不幸之人的痛苦,为了我亲生的那些亡故之人;我们恳求您,劝说您的儿子前去,往伊斯墨诺斯河去,将那些未遭安葬而游荡的年轻尸骸归还到我的手中。
§63— ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου- §64σα προσαιτοῦσʼ ἔμολον δε- §64aξιπύρους θεῶν θυμέλας· §65ἔχομεν δʼ ἔνδικα, καὶ σοί §66τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ- §67τυχίαν τὰν παρʼ ἐμοὶ §68καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω §69σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι §70νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
— 并非出于敬神之礼,而是迫于无奈而俯伏,哀求着,我来到了神明那承纳火祭的祭坛;但我们占着情理,而您拥有一种力量,能凭借您育儿的福分,来扫除降临在我身上的不幸;承受着可怜的痛苦,我哀求您,将死去的孩子交到我不幸的手中,好让我去拥抱我儿那令人悲伤的肢体。
§71— ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων §72διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
— 瞧,又一场痛哭的竞赛接踵而至,继之前的哭声而来;侍从们的手拍打着,发出回响。
§73ἴτʼ ὦ ξυνῳδοὶ κτύποι, §74ἴτʼ ὦ ξυναλγηδόνες, §75χορὸν τὸν Ἅιδας σέβει, §76διὰ παρῇδος ὄνυχα λευκὸν §77αἱματοῦτε χρῶτά τε φόνιον· §78τὰ γὰρ φθιτῶν §78aτοῖς ὁρῶσι κόσμος.
去吧,那同声哀悼的击掌声,去吧,同悲同痛的伙伴们,加入那冥府所尊崇的舞蹈;用白晰的指甲划破脸颊,染上鲜血,让你们的肌肤因血流而殷红;因为亡者的丧礼,对活着的人来说是一份体面。
§79— ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων §80πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας §81ὑγρὰ ῥέουσα σταγὼν §82ἄπαυστος αἰεί· γόων, §83τὸ γὰρ θανόντων τέκνων §84ἐπιπονόν τι κατὰ γυναῖκας §85ἐς γόους πέφυκε πάθος.
— 这种对哀悼的无尽渴望,驱使着我承受着重重劳苦,宛如从陡峭岩石上流下的水滴,始终不停;这哭诉啊,始终不停;因为对死去的孩子们哀悼,对女人而言,是一种令人痛苦的天性,引向号哭。
ἒ ἔ.
啊,啊!
§86θανοῦσα τῶνδʼ §86aἀλγέων λαθοίμαν.
愿我在死后,能忘却这些痛苦。
§87τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον §88νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο §89ἠχοῦς ἰούσης;
我听到了谁的哭声,和捶胸顿足的响动,以及对死者的哀歌,从这些神殿里传出了这样的回响?
ὡς φόβος μʼ ἀναπτεροῖ §90μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, §91χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
恐惧令我心惊肉跳,只怕我正步履匆匆寻找的母亲,在她久离家园之际,遇到了什么新的变故。
§92ἔα·
呀!
§92aτί χρῆμα;
这是怎么回事?
καινὰς ἐσβολὰς ὁρῶ λόγων· §93μητέρα γεραιὰν βωμίαν ἐφημένην §94ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν §95κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων
我看到了话语的新发端;我年迈的母亲坐在祭坛旁,异邦的妇人们与她同在一处,她们身上显露着各式各样的不幸;因为从她们高贵的……

词汇与语法注释

  1. §3εὐδαιμονεῖν — 不定式 εὐδαιμονεῖν 可以被理解为紧跟第1行呼格之后的表示祝愿的不定式(祈愿不定式),但更通常的解释是作为第8行主要动词 ἐπηυξάμην(“我祈祷”)的提前宾语。
  2. §20χρείας ἐμῆς — 属格 χρείας ἐμῆς 修饰名词 φόρτον(重担)或形容词 κοινόν(共同的)。物主代词 ἐμῆς 在此作宾格性属格使用,意为“对我的需要”或“向我寻求帮助”。
  3. §32δεσμὸν δʼ ἄδεσμον — 修辞上的撞着手法。它比喻性地将求助者手持的绿叶枝条(φυλλάδος)描绘成一种无形的、具有约束力的道德力量,将埃特拉维系在祭坛旁,使其无法离开。
  4. §45τέκνα λῦσαι — 不定式 λῦσαι(释放、归还)作为补充不定式,依赖于从上下文 ἄνομοι(“无视法纪者”,指忒拜人)中省略的表示拒绝或不愿的主要动词(如 οὐ θέλουσι)。
  5. §91νέον — 形容词 νέον(新的)在此作婉言使用,意指“不幸”或“灾祸”(κακόν),在表示担忧的从句中作为动词 ἔχῃ 的直接宾语。

引用这一段

欧里庇得斯, 祈愿人 §1-95. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:1-95

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。