Humanitext Reader

欧里庇得斯 · 祈愿人 §864-947

阿德拉斯托斯的悼词与安葬遗体的约定

第 11 段,共 14 段 · 希腊语

内容简介

阿德拉斯托斯继续赞颂其余几位将领的品德,强调教育的重要作用,并提及安菲阿剌俄斯与波吕涅克斯。随后,忒修斯与阿德拉斯托斯商讨如何安葬死者,并为了母亲们的安危达成一致,决定不让她们接触面目全非的遗体。

§864φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν §865τἀρκοῦντʼ ἀτίζων·
避开那些在餐桌上过于骄傲自大、轻视足够之物的人。
οὐ γὰρ ἐν γαστρὸς βορᾷ §866τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
因为他说过,并非在填饱肚腹之中存在着美德,而是适度之物便已足够。
§867φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε §868καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
对于朋友,他是一位真诚的朋友,无论是在场还是不在场时;这样的人数量并不多。
§869ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, §870ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων §871οὔτʼ ἐς πολίτας.
他有着不虚伪的性格,温和的言辞,无论是对仆人还是对市民,他都没有任何未履行的诺言。
τὸν δὲ δεύτερον λέγω §872Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα· §873νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής, §874πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
现在我谈论第二个人,埃特奥克洛斯,他修行了另一种美德;他在生计上虽是个贫困的青年,却在阿耳戈斯大地上获得了极大的荣誉。
§875φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων §876οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους §877δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
尽管朋友们常常赠予他黄金,他却不收入家中,以免使自己的品格因套上金钱的轭而沦为奴隶。
§878τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν §879ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις §880κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
他憎恨的是那些犯下过错的人,而不是城邦;因为,哪怕城邦因一个糟糕的掌舵人而背负恶名,它本身也毫无过错。
§881ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ· §882παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς §883Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, §884ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς §885ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν §886ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν, §887πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
在这群人中,第三位希波墨冬是这样的人:自幼年起,他就敢于拒绝立刻投向缪斯们的娱乐与生活的软弱,而是居住在田野中,给自己的天性施加严酷的磨砺,他在男子气概的事情中获得快乐,去往狩猎,喜爱马匹,用双手拉开弓箭,渴望为城邦提供一副有用的体魄。
§888ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος §889Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, §890Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς §891παιδεύεται κατʼ Ἄργος.
而那位女猎手阿塔兰特的另一个儿子帕耳忒诺派俄斯,容貌极为出众,他本是阿耳卡狄亚人,但来到伊纳科斯河畔,在阿耳戈斯接受教育。
ἐκτραφεὶς δʼ ἐκεῖ §892πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, §893λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει §894οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς §895μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.
他在那里被养大,首先,正如侨居的外邦人所应当的那样,他既不给城邦带来麻烦,也不招致嫉妒,亦不在言语上与人争辩,因为这正是一个市民或外邦人最令人厌恶的地方。
§896λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς §897ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις, §898ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.
他站在战列中,就像一个土生土长的阿耳戈斯人,保卫着这片土地;每当城邦繁荣,他就感到高兴,若有什么不幸,他便感到痛苦。
§899πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας §900ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
尽管他拥有许多(男性的)爱慕者,以及不知多少女性,他却时刻克制自己,不犯下任何过错。
§901Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· §907φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ §908ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
对于堤丢斯,我将作简短而极高的赞美:他有着热爱荣誉的丰富性格,而他的气概体现在行动中,而非言语中,两者同样卓越。
§909ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, §910Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
忒修斯啊,因着这些所说的话,不要惊讶这些人竟敢在城楼前英勇牺牲。
§911τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· §912αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ §913κακὸς γενέσθαι πᾶς τις.
因为良好的教养能带来高尚的羞耻心;任何修习过美德的男子,都会羞于变得卑劣。
ἡ δʼ εὐανδρία §914διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται §915λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.
而勇气是可以传授的,既然连婴儿也被教导去说话和倾听那些他尚未掌握的知识。
§916ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ §917πρὸς γῆρας.
而一个人所学到的东西,往往会被珍惜直到老年。
οὕτω παῖδας εὖ παιδεύετε.
因此,要好好教育你们的孩子。
§918ἰὼ τέκνον, δυστυχῆ σʼ §919ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος §920πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ §921νῦν Ἅιδας τὸν ἐμὸν §922ἔχει μόχθον ἀθλίας, §923ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ §924ἁ τάλαινα παῖδα.
歌队:噢,孩子,我是在不幸的命运下抚养你,在我的心房下孕育你,在分娩的阵痛中承受痛苦;而如今哈得斯却占有了我这可怜人的劳苦,我没有了养老送终的人,虽然我生下了孩子,可怜的我。
§925καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον §926θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς §927αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς· §928τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, §929ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
阿德拉斯托斯:此外,对于奥伊克勒斯的尊贵子嗣,神明们将他活着劫掠到大地的深处,连同他的四马战车一起,显然在降福于他;而俄狄浦斯的儿子,我是说波吕涅克斯,我们若赞美他,也绝非虚言。
§930ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν §931φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
因为在他离开卡德摩斯的城邦、自愿逃亡到阿耳戈斯之前,曾是我的客友。
§932ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
但是,你可知道关于他们我想怎么做吗?
§933οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
忒修斯:我不知道,除了一件事,那就是遵从你的话。
§934τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ §935ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
阿德拉斯托斯:那位被宙斯之火击中的卡帕纽斯—— 你是否想将他作为神圣的死者单独安葬?
§936ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
忒修斯:是的;至于其他所有人,则合葬在一个火葬坛上。
§937ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
阿德拉斯托斯:那么,你究竟要把他隔开,将他的纪念碑立在哪里?
§938αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
忒修斯:就在这里,在这座房屋旁建造坟墓。
§939οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
阿德拉斯托斯:这项劳作现在应当交由仆人们负责。
§940ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
忒修斯:而我们则负责这些人;让死者的遗体运送过去。
§941ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
阿德拉斯托斯:去吧,可怜的母亲们,到你们的孩子身边去。
§942ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
忒修斯:绝不能,阿德拉斯托斯,你说的这并不可取。
§943πῶς;
阿德拉斯托斯:为何?
τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
难道生育他们的母亲不该抚摸孩子吗?
§944ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
忒修斯:如果看到他们如今面目全非的样子,她们会痛苦死去的。
§945πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
阿德拉斯托斯:因为死者的鲜血和伤口是痛苦的景象。
§946τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
忒修斯:那么你为何还要给她们增加悲伤呢?
§947νικᾷς.
阿德拉斯托斯:你赢了。
μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
她们应当耐心地留下来;因为忒修斯说得对。

词汇与语法注释

  1. 864ὅστις ἐξογκοῖτʼ ἄγαν — 由关系代名词 ὅστις 引导的从句实际上充当前一行现在分词 φεύγων 的宾语,带有条件或泛指的意味:“避开任何过于骄傲自大的人”。
  2. 876ὥστε τοὺς τρόπους / δούλους παρασχεῖν — 连词 ὥστε 后接不定式 παρασχεῖν,构成表示目的或结果的从句(“以免……”)。παρασχεῖν 的逻辑主语是主句的主语埃特奥克洛斯,τοὺς τρόπους 为宾语,δούλους 为谓语性宾格(宾语补足语)。
  3. 894ὅθεν βαρὺς / μάλιστʼ ἂν εἴη — 在由关系副词 ὅθεν(由此、因此)引导的从句中,使用了表示推测或潜在可能性的 ἄν +祈愿式(ἂν εἴη)。形容词 βαρὺς 在此意为对他人而言“令人难以忍受的”或“讨厌的”。
  4. 921τὸν ἐμὸν / ἔχει μόχθον ἀθλίας — 属格形容词 ἀθλίας(可怜的)与物主形容词 ἐμόν(我的)所暗示的逻辑属格相一致。这是一种诗歌和惯用语法,将物主形容词等同于人称代词属格,并使同格的形容词与其一致。
  5. 947νικᾷς — 意为“你赢了”或“听你的”,这是阿德拉斯托斯向忒修斯作出的让步,接受了忒修斯有说服力的主张(即不应让母亲们看到面目全非的遗体)。

引用这一段

欧里庇得斯, 祈愿人 §864-947. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:864-947

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。