Humanitext Reader

欧里庇得斯 · 祈愿人 §1057-1146

埃瓦德涅跳火殉夫与将士骨灰的送归

第 13 段,共 14 段 · 希腊语

内容简介

埃瓦德涅跳入丈夫卡帕纽斯的火葬坛殉情,留下父亲伊菲斯在极度绝望中失去生存的意志。随后,阵亡儿子的骨灰被他们的孩子运回,并与悲痛的母亲们一同吟唱哀歌。

§1057ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
因为我是为了某种崭新的行动而如此装扮的。
§1058κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
然后你便出现在这坟墓和火葬坛的近旁?
§1059ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
是的,因为我正是作为胜利者来到此处的。
§1060νικῶσα νίκην τίνα;
赢得了怎样的胜利?
μαθεῖν χρῄζω σέθεν.
我想从你那里得知。
§1061πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
超越太阳所照看的所有女性。
§1062ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
是在雅典娜的手艺上,还是在心灵的睿智上?
§1063ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
在德行上;因为我将与丈夫同死而卧。
§1064τί φῄς;
你说什么?
τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
你这不祥的谜语意味着什么?
§1065ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.
我正要跃入已死的卡帕纽斯的这座火葬坛。
§1066ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
噢,女儿,千万不要对众人说出这番话。
§1067τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
这正是我所期盼的,让所有的阿耳戈斯人都知晓。
§1068ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
但我绝不听任你做出这等事。
§1069ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
这无济于事;因为你即使用手抓,也绝抓不住我。
§1070καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, §1071ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
看啊,身体已经跃下 —— 虽不为你所乐见,却为我以及与我一同被焚烧的丈夫所愿。
§1072ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
啊,女人,你竟做出如此可怕的事来。
§1073ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
我彻底完了,我这不幸的人啊,阿耳戈斯的少女们。
§1074ἒ ἔ, σχέτλια τάδε παθών, §1075τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
唉,唉,遭受了如此残酷的痛苦,可怜的你亲眼看到了这无所不顾的行径。
§1076οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
人们再也找不到比我更悲惨的人了。
§1077ἰὼ τάλας· §1078μετέλαχες τύχας Οἰδιπόδα, γέρον, §1079μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
哀哉,可怜的人;老人啊,你也分担了俄狄浦斯的命运,你和我们不幸的城邦都分得了一份。
§1080οἴμοι·
哀哉!
τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, §1081νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
为何凡人不能拥有这样的机会,两次年轻,然后再次变老?
§1082ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, §1083γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, §1084αἰῶνα δʼ οὐκ ἔξεστιν.
因为在家里,若有什么不妥,我们尚可用后来的想法去纠正,但对一生而言,这却是不可能的。
εἰ δʼ ἦμεν νέοι §1085δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, §1086διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
若我们能年轻两次并变老,且有人犯了错,我们本可以通过获得双重的生命来加以纠正。
§1087ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους §1088παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
因为我看见旁人育有子女,便极度渴望孩子,甚至因那份思慕而几乎死去。
§1089εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων §1090οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, §1091οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν· §1092ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν §1093ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
但若我当年就走到这一步,并体验到为父者失去儿女是怎样的一番滋味,绝不会落入我如今所处的这般祸患之中;我生育并培养了一个最优秀的青年,如今却被夺去了他。
§1094εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
罢,罢;可怜的我究竟该做什么?
§1095στείχειν πρὸς οἴκους;
回到家中去吗?
κᾆτʼ ἐρημίαν ἴδω §1096πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
然后去目睹那许多空房的荒凉,以及我残生的穷途末路吗?
§1097ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
抑或我该去这卡帕纽斯的府邸?
§1098ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
在过去这孩子还活着的时候,那自然是最令人愉快的地方。
§1099ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα §1100προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε §1101κατεῖχε χειρί·
但她已不在,她曾总是把我的胡须引向她的口,用手捧着我的这颗头。
πατρὶ δʼ οὐδὲν ἥδιον §1102γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες §1103ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
对年迈的父亲而言,没有什么比女儿更甜蜜的了;男子的气概虽更宏大,却不甚善于温存抚慰。
§1104οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
你们还不赶快把我带回屋里去?
§1105σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν §1106δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
将我置于黑暗中吧;在那里,我将通过绝食使自己衰老的躯体消融毁灭。
§1107τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
抚摸我孩子的遗骨,对我又有什么益处?
§1108ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων, §1109μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, §1110βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι §1111παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· §1112οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, §1113θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
噢,难以抗拒的暮年,承受着你的我是多么憎恨你,我也憎恨那些渴望延长寿命的人,企图用食物、饮料和法术来转移生命的溪流,以免于死亡;当他们对大地再无益处时,本该死去消逝,不碍年轻人的路。
§1114— ἰὼ ἰώ· §1114aτάδε δὴ παίδων καὶ δὴ φθιμένων §1115ὀστᾶ φέρεται.
哀哉,哀哉;看啊,我们死去孩子的遗骨正被抬来。
λάβετʼ, ἀμφίπολοι, §1116γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν §1117ῥώμη παίδων ὑπὸ πένθους — §1118πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ §1119καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
侍女们啊,请扶住这软弱无力的老妇 —— 因为因对孩子的悲伤,她体内已无气力 —— 她已活了漫长的岁月,如今正因重重痛苦而消磨殆尽。
§1120τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς §1121πάθος ἐξεύροις §1122ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
因为对凡人而言,你还能找到比这更深重的痛苦吗,比亲眼看见孩子死去更深重?
§1123— φέρω φέρω, §1124τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη, §1125βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, §1126ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
我捧着,我捧着,不幸的母亲啊,从火中捧出我父亲的遗骸,由于悲痛,这绝非轻盈的负担,尽管我已将属于我的一切缩聚在这微小的空间里。
§1127— ἰὼ ἰώ, §1128πᾶ φέρεις δάκρυα φίλᾳ §1129ματρὶ τῶν ὀλωλότων;
哀哉,哀哉,你把这逝者的泪水带往何处去献给亲爱的母亲?
§1130σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων §1131εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
还有这微不足道的骨灰,代替了曾经在迈锡尼威名赫赫的身躯?
§1132— ἄπαις, ἄπαις·
无子,无子啊!
§1132aἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας §1133ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, §1134οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
而我这可怜的孩子,失去了惨痛的父亲,将在荒凉的屋中沦为孤儿,再也无法枕在生身父亲的臂膀里。
§1135— ἰὼ ἰώ· §1135aποῦ δὲ πόνος ἐμῶν τέκνων,
哀哉,哀哉;我为孩子们付出的辛劳如今何在?
§1136ποῦ λοχευμάτων χάρις;
生育的恩典何在?
§1137τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη, §1138καὶ φίλιαι προσβολαὶ προσώπων;
母亲的抚育、不眠之眼的看顾,以及亲昵的面容相贴,都到哪里去了?
§1139— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
他们已逝去,不再存在;哀哉,父亲!
§1140βεβᾶσιν.
他们走了。
§1140bαἰθὴρ ἔχει νιν ἤδη, §1141πυρὸς τετακότας σποδῷ· §1142ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
苍天如今已接纳了他们,被烈火融化为灰烬;他们如飞鸟般抵达了哈得斯的冥界。
§1143— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
父亲,你是否听到了你孩子们发出的悲歌?
§1144ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι §1145σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
我有朝一日还会手持盾牌,为了替你的死报仇而率领子嗣去对抗仇敌吗 —— 愿这能够实现!
§1146— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
若神明垂允,公道仍将彰显。

词汇与语法注释

  1. §1066οὐ μὴ ... ἐρεῖς — 使用 οὐ μή 加上直陈式将来时(或虚拟语气)表达强烈的禁止,意为“决不可说”。这种双重否定来表达强烈否定或禁止的句式是古典希腊语中特有的构文。
  2. §1069οὐ γὰρ μὴ κίχῃς — 使用 οὐ μή 加上不定过去时虚拟语气(κίχῃς)表达强烈的否定预测,意为“你绝抓不住我”。承接前文的 ὅμοιον(“无济于事”),强调即使父亲伊菲斯试图用武力阻止也是徒劳。
  3. §1084-1086εἰ δʼ ἦμεν νέοι δὶς ... ἐξωρθούμεθʼ ἄν — 该条件句表达了违背事实的假设(条件从句用 εἰ 加上直陈式过去时,主句用 ἄν 加上直陈式过去时),设定了人能年轻两次这一不可能的情境。它逻辑严密地展现了伊菲斯的悔恨,即如果有第二次生命,犯下的错误本可以得到修正。
  4. §1125βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ — 此句同位或叙述性地补充说明前句的 μέλη(遗骸)。短语 ἀλγέων ὕπερ(意为“因痛苦之故”或“在痛苦之上”)与双重否定 οὐκ ἀβριθές(“绝非轻盈”,即“沉重”)相结合,构成一个悖论:物理上的骨灰虽轻,但在精神上却因悲痛而显得极其沉重。

引用这一段

欧里庇得斯, 祈愿人 §1057-1146. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg008.humanitext-grc2:1057-1146

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。