§1147πατρῷος·
父亲的(仇恨)!
§1147bοὔπω κακὸν τόδʼ εὕδει.
这祸患尚未入眠。
§1148αἰαῖ γόων·
呜呼,哀歌啊!
ἅλις τύχας, §1149ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
命运已然足够,痛苦对我而言也已足够。
§1150— ἔτʼ Ἀσωποῦ με δέξεται γάνος §1151χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, §1152τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
―― 阿索波斯的清流终将再次接纳我,作为身披青铜铠甲的达奈人统帅,去为我那逝去的父亲复仇。
―― 父亲啊,我仿佛仍能亲眼看见你, ―― 将深情的吻印在你的脸颊。
―― 这留下了双重的悲痛,既留给母亲 ―― 而失去父亲的痛苦也绝不会离开你。
§1159— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
―― 我抱着这足以将我毁灭的沉重负担。
§1160— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.
―― 来吧,让我将这亲爱的骨灰贴在胸前。
―― 听到这话,我流下了眼泪,这是最令人伤痛的话语;它触动了我的心。
―― 噢,孩子,你走了;我再也看不见你,你这亲爱母亲的挚爱骄傲。
§1165Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, §1166ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν §1167πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
阿德拉斯托斯啊,以及阿耳戈斯族类的妇女们,请看这些孩子们手里捧着的,我所收回的他们那些优秀父亲的遗骨。
§1168τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
我和城邦将这些作为礼物赠予他们。
§1169ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους §1170σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ, §1171παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους, §1172τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις §1173μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
而你们应当牢记这份恩情,予以维护,看清你们从我这里得到了什么,并向孩子们叮嘱这同样的话语,要尊崇这座城邦,子子孙孙不断相传传承你们所获恩泽的记忆。
愿宙斯和天上的众神作证,证见你们在离开时得到了我们何等体面的优待。
§1176Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα §1177δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν, §1178χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ §1179παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
忒修斯啊,我们深知你为阿耳戈斯土地所做的一切善行,拯救了陷于困境之中的我们,我们将怀有永恒的感激;因为受到了高尚的恩惠,我们理当向你们予以报答。
§1180τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
那么,我还需要为你们做些什么别的吗?
§1181χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
愿你平安;因为你和你的城邦配受这祝愿。
§1182ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
定会如此;但也愿你获得同样的福祉。
听着,忒修斯,阿典娜的这些话语,这些是你必须做的事,做这些事也是为了帮助他们。
§1185μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα §1186παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς, §1187ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων §1188πρῶτον λάβʼ ὅρκον.
不要让这些孩子把这些遗骨带回阿耳戈斯去,如此轻易地交还给他们,相反,作为你和城邦辛劳的回报,首先要取得誓言。
τόνδε δʼ ὀμνύναι χρεὼν §1189Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν, §1190πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
而必须立下这誓言的是阿德拉斯托斯;他是君主,身为王,有权代表达奈人的整个国土进行宣誓。
§1191ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα §1192ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν, §1193ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
这誓言将是,阿耳戈斯人绝不对这片土地发动敌对的全面武装入侵,且若有外敌入侵,他们将挺枪御敌。
但如果他们背弃誓言前来侵犯,你便要祈求让阿耳戈斯的土地惨遭毁灭。
§1196ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
至于你应当在哪里宰杀祭牺牲,且听我说。
§1197ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, §1198ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα §1199σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος §1200στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
在你屋中有一个青铜足的三脚鼎,那是从前赫拉克勒斯推翻伊利翁的基石后,在匆忙赶往另一场征战时,曾嘱托你将其安置在皮提亚的祭坛旁。
§1201ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν §1202ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει, §1203κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, §1204μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
在这鼎中,割断三只羊的三处喉咙,将誓词刻在三脚鼎内凹的腹腔中,然后将其交给掌管德尔斐的神明去守护,既作为誓言的纪念,又作为对希腊的见证。
§1205ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον §1206ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς §1207κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν· §1208φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν, §1209δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
至于你剖开牺牲、使其流血的地方,将那柄锋利的祭刀,埋入大地的深处,就藏在那七座死者的火葬坛近旁;因为,若他们有朝一日进犯这座城邦,这刀刃一旦显露,必将让他们心生恐惧,并吞下惨败而归的恶果。
§1210δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
办妥这些事后,便将死者的遗骨送出国境。
至于他们的遗体被火净化过的圣地,便将其留在那位伊斯特摩斯女神的三岔路口旁。
§1213σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω· §1214πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, §1215πατέρων θανόντων ἐκδικάζοντες φόνον,
我对你说了这些;而对阿耳戈斯的孩子们,我说道:你们长大成人后,必将蹂躏伊斯墨诺斯的城邦,去为你们逝去的父亲报仇雪恨。
§1216σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης §1217νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν §1218Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
而你,艾吉阿勒乌斯啊,将替代父亲成为年轻的统帅,以及那从埃托利亚来的青年,狄丢斯之子,父亲为他起名叫作狄奥墨德斯。
§1219ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν §1220καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν §1221ἑπτάστολον πύργωμα Καδμείων ἔπι· §1222πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι §1223σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
但是,不要拖延,一旦胡须开始遮盖你们的脸颊,便要亲率达奈人那青铜闪烁的大军,直逼卡德摩斯人那开有七门的城池;因为对他们而言,你们将是可怕的灾星,如同养成的幼狮,城邦的蹂躏者。
§1224κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα §1225κληθέντες ᾠδὰς ὑστέροισι θήσετε· §1226τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
这断无可更改;而在希腊全境,你们被唤作“后裔”,将被后世编入歌谣中传唱;在神明相助下,你们将率领这样的一支大军出征。