Humanitext Reader

欧里庇得斯 · 赫卡巴 §967-1046

诱捕波吕墨斯托耳与帐内的复仇

第 12 段,共 15 段 · 希腊语

内容简介

赫卡贝以透露藏金地点为诱饵,将波吕墨斯托耳及其子嗣诱入帐篷,在帐篷内,这位色雷斯国王被刺瞎双眼,其子嗣亦惨遭杀害。

§967λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
波吕墨斯托耳:(女仆)对我说了那些话,我听完后便赶来了。
§968αἰσχύνομαί σε προσβλέπειν ἐναντίον, §969Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
赫卡贝:我感到羞愧,不敢正面看着你,波吕墨斯托耳啊,因为我深陷在如此的苦难之中。
§970ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει §971ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν §972κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
因为对于任何一个曾见过我昔日荣华的人,在面临我如今所处的这般命运时,羞愧便会笼罩着我,我无法抬起头用直视的目光看着你。
§973ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν, §974Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος, §975γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
但是,请不要把这看作是对你的恶意,波吕墨斯托耳;此外,还有另一个原因和习俗,那就是女人不能正面直视男人。
§976καὶ θαῦμά γʼ οὐδέν.
波吕墨斯托耳:确实这不足为奇。
ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
不过,你找我有什么事?
§977τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
你为何派人把我从府邸中召来?
§978ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι §979καὶ παῖδας εἰπεῖν σούς·
赫卡贝:我想对你和你的孩子们私下说一些我自己的事情。
ὀπάονας δέ μοι §980χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
但请看在我的份上,命令你的随从们离开这些帐篷,到旁边去。
§981χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
波吕墨斯托耳:你们退下吧;这里没有旁人,十分安全。
§982φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε §983στράτευμʼ Ἀχαιῶν.
你是我亲近的人,而这支阿开亚人的军队对我也很友好。
ἀλλὰ σημαίνειν σὲ χρῆν· §984τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ §985φίλοις ἐπαρκεῖν;
但你必须说明:一个境遇优渥的人,应当如何去帮助那些境遇不佳的朋友?
ὡς ἕτοιμός εἰμʼ ἐγώ.
因为我已经准备好了。
§986πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς §987Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
赫卡贝:首先请告诉我那个经我之手、也经他父亲之手交由你府上抚养的波吕多罗斯,他是否还活着。
§988εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
至于其他的事,我待会儿再问。
§989μάλιστα·
波吕墨斯托耳:当然活着。
τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
就他的部分而言,你是幸运的。
§990ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
赫卡贝:噢,最亲爱的人,你说得多么好,多么配得上你!
§991τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
波吕墨斯托耳:那么,你接下来想从我这里知道什么?
§992εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;
赫卡贝:他是否还记得这个生下他的母亲?
§993καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
波吕墨斯托耳:当然记得,他甚至还曾想秘密来到你这里。
§994χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
赫卡贝:他从特洛伊带出来的那些黄金还安全吗?
§995σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
波吕墨斯托耳:安全,就在我的府中被妥善保管着。
§996σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
赫卡贝:那么现在,请继续保管好它,不要觊觎邻人的财富。
§997ἥκιστʼ·
波吕墨斯托耳:绝不会。
ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
愿我能安享眼前的财富,妇人。
§998οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
赫卡贝:那么,你知道我想对你和孩子们说什么吗?
§999οὐκ οἶδα·
波吕墨斯托耳:我不知道。
τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
请用你自己的话向我说明。
§1000ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ — §1001τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
赫卡贝:那就是……噢,被我深爱的人,正如你现在被我所爱一样—— 波吕墨斯托耳:到底是什么事,需要我和孩子们都知晓?
§1002χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
赫卡贝:普里阿摩斯家族的黄金在特洛伊城下的古老埋藏地。
§1003ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
波吕墨斯托耳:这就是你想向你的儿子挑明的事情吗?
§1004μάλιστα, διὰ σοῦ γʼ·
赫卡贝:是的,正是要通过你。
εἶ γὰρ εὐσεβὴς ἀνήρ.
因为你是一个虔诚的人。
§1005τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
波吕墨斯托耳:那么为什么还需要这些孩子们在场?
§1006ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
赫卡贝:如果你遭遇不测,让他们知道会更好。
§1007καλῶς ἔλεξας·
波吕墨斯托耳:说得好。
τῇδε καὶ σοφώτερον.
这样也更明智。
§1008οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
赫卡贝:那么,你可知道伊利昂的雅典娜神殿在哪里?
§1009ἐνταῦθʼ ὁ χρυσός ἐστι;
波吕墨斯托耳:黄金在那里吗?
σημεῖον δὲ τί;
有什么标记?
§1010μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
赫卡贝:一块露出地面、高高耸立的黑石。
§1011ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
波吕墨斯托耳:那么,关于那里的事,你还有什么想对我说的吗?
§1012σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.
赫卡贝:我想让你替我保管我一同带出来的财宝。
§1013ποῦ δῆτα;
波吕墨斯托耳:在哪里?
πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
在你的衣袍里,还是你藏在了什么地方?
§1014σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
赫卡贝:它在帐篷里,安全地藏在堆积的战利品中。
§1015ποῦ δʼ;
波吕墨斯托耳:在哪里?
αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
这里可是阿开亚人的停泊营地。
§1016ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
赫卡贝:这里是女俘虏们的私人帐篷。
§1017τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
波吕墨斯托耳:里面安全吗? 有没有男人?
§1018οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
赫卡贝:里面没有阿开亚人,只有我们女人。
§1019ἀλλʼ ἕρπʼ ἐς οἴκους·
波吕墨斯托耳:那么进屋去吧。
καὶ γὰρ Ἀργεῖοι νεῶν §1020λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
因为阿耳戈斯人也渴望解开船缆,从特洛伊返回家乡。
§1021ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν §1022ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
好让你在办完所有必须的事情后,可以再次带着孩子们,回到你安置我儿子的地方。
§1024οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
歌队:你还没有付出代价,但也许很快你就会遭受惩罚。
§1025ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν §1026λέχριος ἐκπεσῇ φίλας καρδίας, §1027ἀμέρσας βίοτον.
就像有人掉进了没有港湾的底舱积水中,你将横遭变故,从你亲爱的生命中跌落,丧失生命。
τὸ γὰρ ὑπέγγυον §1029Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
因为那欠下正义和神明的债务,是绝不会就此了结的。
§1030ὀλέθριον ὀλέθριον κακόν.
毁灭性的、毁灭性的灾难!
§1031ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν §1032θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
这趟旅程的希望欺骗了你,它把你引向了致命的哈得斯,噢,可怜的人。
§1033ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
你将在毫无战斗力的手下丧失性命。
§1034ἔσωθεν
波吕墨斯托耳:啊!
§1035ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
可怜的我,我的双眼失明了,看不到光芒!
§1036— ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
歌队:——朋友们,你们听到那色雷斯男人的哀号了吗?
§1037ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
波吕墨斯托耳:啊! 我的孩子们,又是一场悲惨的屠杀!
§1038— φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
歌队:——朋友们,帐篷里发生了新的恐人灾难。
§1039ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
波吕墨斯托耳:但你们绝别想用快捷的双脚逃脱!
§1040βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
我要砸碎这帐篷的深处,将它破开!
§1041— ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
歌队:——看哪,沉重之手的重击被发动了。
§1042— βούλεσθʼ ἐπεσπέσωμεν;
——我们是否应该冲进去?
ὡς ἀκμὴ καλεῖ §1043Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
关键时刻正呼唤我们前去,作为盟友协助赫卡贝和特洛伊妇女。
§1044ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
赫卡贝:砸吧,毫不留情地砸开门吧!
§1045οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, §1046οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
因为你再也无法把明亮的光芒放回眼瞳之中,也再也看不到你那活着的、被我杀死的孩子们。

词汇与语法注释

  1. §967ὧν κλύων ἀφικόμην — 关系代词 ὧν 指向前行词 μύθους,在关系从句中作为分词 κλύων 的宾语。
  2. §970αἰδώς μʼ ἔχει / ἐν τῷδε πότμῳ τυγχάνουσʼ — 分词 τυγχάνουσʼ 使用了主格(阴性单数),尽管其逻辑指代对象是主句的语法宾格 μʼ (με)。这是一种按意义一致(schema pros to semainomenon)的语法现象,因为 αἰδώς μʼ ἔχει 在语义上等同于“我感到羞耻”(αἰδοῦμαι)。
  3. §1000ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ — ἔστʼ 是 ἔστι(存在)的省音形式。它预示了第1002行中复数名词 κατώρυχες 的存在,但因对话中断而未完成句式。ὡς 引导方式从句,意为“正如你现在被我所爱一样”,带有强烈的反讽意味,暗指即将到来的复仇。
  4. §1026ἐκπεσῇ φίλας καρδίας — 动词 ἐκπίπτω 搭配属格 φίλας καρδίας,构成诗意的比喻,意为“从自己亲爱的生命(心脏)中跌落”,即“丧命”。
  5. §1039οὔτι μὴ φύγητε — 否定小词 οὐ μή(此处为 οὔτι μή)与虚拟过去式 φύγητε 连用,表示极其强烈的否定或禁止(“你们绝不可能逃脱”)。

引用这一段

欧里庇得斯, 赫卡巴 §967-1046. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg007.humanitext-grc2:967-1046

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。