§875τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς.
赫卡贝:至于其余的事——请放心——我都会妥善安排。
§876πῶς οὖν;
阿伽门农:那么,要怎么做?
τί δράσεις;
你打算干什么?
是要用你那衰老的手握住剑,杀死那个蛮族男人,还是用毒药,或者是通过什么帮手?
§879τίς σοι ξυνέσται χείρ;
谁来做你的帮手?
πόθεν κτήσῃ φίλους;
你从哪里能得到朋友?
§880στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον.
赫卡贝:这些帐篷里隐藏着成群的特洛伊妇女。
§881τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
阿伽门农:你指的是那些女俘虏吗,希腊人的猎物?
§882σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
赫卡贝:我要和她们一起,向杀害我儿子的凶手报仇。
§883καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
阿伽门农:可是,女人怎么可能战胜男人并夺取主导权呢?
§884δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
赫卡贝:人数众多是可怕的力量,若再辅以智谋,便难以抵挡。
§885δεινόν·
阿伽门农:确实可怕。
τὸ μέντοι θῆλυ μέμφομαι γένος.
然而,我还是对女性这一性别心存顾虑。
§886τί δʼ;
赫卡贝:怎么?
οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα §887καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
难道不是女人毁灭了埃及王(埃庇托斯)的子嗣,并把雷姆诺斯岛上的男人彻底斩尽杀绝的吗?
§888ἀλλʼ ὣς γενέσθω·
但就让事情这样进行吧。
别再谈论这个了,请为我派这个女人,让她安全地穿过军营。
— καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ §891λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου §892Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, §893καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους §894τοὺς ἐξ ἐκείνης.
——而你,走近那位色雷斯客人,对他说:“昔日的伊利昂王后赫卡贝召见你,为了你和她同样重要的事务,还有你的孩子们;因为孩子们也需要听取从她那里传达的话。
— τὸν δὲ τῆς νεοσφαγοῦς §895Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, §896ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί, §897δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
”——阿伽门农,请让那新近被杀的波吕克塞娜的葬礼暂停,好让这对兄妹在相近的地方,在同一团火焰中,作为母亲的双重哀思,一同被埋入大地。
§898ἔσται τάδʼ οὕτω·
阿伽门农:便依你所言。
καὶ γὰρ εἰ μὲν ἦν στρατῷ §899πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν· §900νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός, §901μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.
因为如果军队可以启航,我便无法给你这个恩惠了;但如今,因为神明没有送来顺风,我们不得不等待,期盼着风平浪静后启航。
§902γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε, §903ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν §904κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
愿一切顺利;因为这对所有人都是相通的,无论是对个人还是对城邦,那就是恶人遭受恶报,而善人享有福泽。
§905σὺ μέν, ὦ πατρὶς Ἰλιάς, §906τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ· §907τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει §909δορὶ δὴ δορὶ πέρσαν.
歌队:你啊,我的特洛伊祖国,将不再被称为不落的城池;如此密布的希腊人的云翳将你笼罩,用长枪,确实是用长枪,将你毁灭。
§910ἀπὸ δὲ στεφάναν κέκαρ- §911σαι πύργων, κατὰ δʼ αἰθάλου §912κηλῖδʼ οἰκτροτάταν κέχρω- §913σαι· τάλαινʼ, §913bοὐκέτι σʼ ἐμβατεύσω.
你那城楼的冠冕已被割去,你已被煤烟染上了最凄惨的污渍;可怜的我,我将再也不能踩在你的土地上。
§916σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν §918θυσιᾶν καταλύσας §919πόσις ἐν θαλάμοις ἔκει- §920το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ, §921ναύταν οὐκέθʼ ὁρῶν ὅμι- §922λον Τροίαν §922bἸλιάδʼ ἐμβεβῶτα.
我的丈夫结束了歌唱和祭祀舞会的仪式,在卧室里躺下,长枪挂在木钉上,不再能看见水兵的群狼踏上特洛伊的伊利昂。
§923ἐγὼ δὲ πλόκαμον ἀναδέτοις §924μίτραισιν ἐρρυθμιζόμαν §925χρυσέων ἐνόπτρων λεύσ- §926σουσʼ ἀτέρμονας εἰς αὐγάς, §927ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
而我正在用发带整理被束起的发丝,凝视着金色镜子里那无尽的光芒,以便能倒在床榻上的寝具里入睡。
§928ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν· §929κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί- §930ας τόδʼ· Ὦ §930aπαῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν §931Ἰλιάδα σκοπιὰν §932πέρσαντες ἥξετʼ οἴκους;
然而一阵喧嚣传遍了城邦,而在特洛伊的城中回荡着这样的号令:“噢,希腊的子嗣啊,到底要到什么时候,什么时候摧毁了伊利昂的瞭望台,你们才能回到家乡?
§933λέχη δὲ φίλια μονόπεπλος §934λιποῦσα, Δωρὶς ὡς κόρα, §935σεμνὰν προσίζουσʼ οὐκ §936ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων· §937ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν §938τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος, §939πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ §940νόστιμον §940aναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς §941ὥρισεν Ἰλιάδος· §942τάλαινʼ, ἀπεῖπον ἄλγει, §943τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν §944Ἰδαῖόν τε βούταν §945αἰνόπαριν κατάρᾳ §946διδοῦσʼ, ἐπεί με γᾶς ἐκ §947πατρῴας ἀπώλεσεν §948ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ- §949λάστορός τις οἰζύς· §950ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν, §951μήτε πα- §952τρῷον ἵκοιτʼ ἐς οἶκον.
” 我身上只披着单衣,离开了亲爱的床榻,就像多里斯的少女一般,依偎在神圣的阿耳忒弥斯身旁,但这可怜的我,最终却一无所获;在目睹了丈夫的死亡之后,我被带走,带往那咸涩的海面,回望着城邦,当船只移动了它返航的足履,将我从特洛伊的大地分离;可怜的我,在痛苦中昏厥,诅咒着那双子神的姐妹海伦,和那伊达山的牧人灾祸之帕里(帕里斯),因为他们的结合,那绝非婚礼,而是某种复仇恶灵的灾难,将我从父祖的大地毁灭,并将我逐出家园;愿那咸涩的海水永远不把她带回,愿她也永远无法到达她父祖的家园。
§953ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ, §954Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν §955τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
波吕墨斯托耳:最亲爱的人普里阿摩斯啊,还有最亲爱的赫卡贝,看着你、你的城邦,以及你那新近死去的女儿,我流下了眼泪。
唉;没有一物是可靠的,既无美名,也无法保证现在过得好的人将来不会遭遇厄运。
§958φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω §959ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ §960σέβωμεν αὐτούς.
神明自己将一切混淆,颠来倒去,塞入混乱,好让我们因着无知而敬畏他们。
ἀλλὰ ταῦτα μὲν τί δεῖ §961θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
但是,我们何必为这些事而悲叹,对于眼前的灾难毫无益处?