Humanitext Reader

欧里庇得斯 · 赫卡巴 §1047-1143

盲目波吕墨斯托耳的狂乱与对阿伽门农的辩白

第 13 段,共 15 段 · 希腊语

内容简介

赫卡贝向歌队宣布她战胜了波吕墨斯托耳,随后失明的波吕墨斯托耳疯狂地走出来,哀叹孩子的惨死并向希腊人求助。阿伽门农闻声赶到现场,阻止了波吕墨斯托耳对赫卡贝的报复,并听取其辩解:波吕墨斯托耳声称自己杀死波吕多罗斯是为了防止特洛伊复兴、维护希腊安全而采取的深谋远虑之举。

§1047ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
歌队:王妃,您真的打败并制服了那个色雷斯客人吗?
§1048δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
您真的做出了如您所说的事情吗?
§1049ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος §1050τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί, §1051παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ §1052σὺν ταῖς ἀρίσταις Τρῳάσιν·
赫卡贝:你们很快就会看到他出现在帐篷前,双目失明,迈着盲目颠簸的步子,还有他那两个孩子的尸体,是我和英勇的特洛伊妇女一起杀死的。
δίκην δέ μοι §1053δέδωκε.
他已经向我付出了代价。
χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
看啊,他正从帐篷里走出来。
§1054ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι §1055θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
但我将避开一旁,远远退避开来,躲开这怒火冲天、极难对付的色雷斯人。
§1056ὤμοι ἐγώ, πᾷ βῶ, §1057πᾷ στῶ, πᾷ κέλσω;
波吕墨斯托耳:啊,我该往何处去,在何处站立,又在何处停泊?
§1058τετράποδος βάσιν θηρὸς ὀρεστέρου §1059τιθέμενος ἐπίχειρα κατʼ ἴχνος;
像山中四足野兽那般行走,用手和脚爬行在足迹上?
ποίαν §1060ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς §1061ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας, §1062αἵ με διώλεσαν;
我该选择哪条路,是这条还是那条,因为我急于抓住那些杀人的特洛伊女人,她们毁灭了我?
§1064τάλαιναι κόραι τάλαιναι Φρυγῶν, §1065ὦ κατάρατοι, §1066ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
可怜的姑娘们,可怜的弗里吉亚女人,噢,该受诅咒的,她们究竟逃到哪里去,在哪个角落里躲藏起来?
§1067εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον §1068ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε, §1069φέγγος ἐπαλλάξας.
太阳啊,但愿你能治愈我这流血的失明的眼睑,治愈它,为我换回光明。
§1070ἆ ἆ, §1070aσίγα· κρυπτὰν βάσιν αἰσθάνομαι §1071τάνδε γυναικῶν.
啊,啊,安静,我察觉到了悄悄挪动的脚步声,那是女人们的。
πᾷ πόδʼ ἐπᾴξας §1072σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ, §1073θοίναν ἀγρίων θηρῶν τιθέμενος, §1074ἀρνύμενος λώβαν §1075λύμας ἀντίποινʼ ἐμᾶς;
我该迈步冲向何处,饱餐她们的血肉与骨头,举办野兽般的盛宴,实施报复作为我所受毁灭的惩罚?
ὦ τάλας.
噢,可怜的我。
§1076ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν §1077Βάκχαις Ἅιδου διαμοιρᾶσαι, §1078σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή- §1079μερον τʼ οὐρείαν ἐκβολάν;
我要被带到何处,把孩子们孤零零地留给冥府的巴克科斯女信徒们去撕碎,作为被宰杀的祭品,成为狗群血腥的宴飨,和荒凉山野的遗弃物?
§1080πᾷ στῶ, πᾷ κάμψω, §1081ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον §1082φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς §1083τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
我该在哪里站立,又该转往何处,像一只用海洋缆绳泊岸的船只,收起麻织的帆,冲向我孩子们的这毁灭性的墓床,去守护它?
§1085ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά· §1086δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
歌队:噢,不幸的人,你遭受了多么难以忍受的痛苦;但对作恶者而言,惩罚也是极其可怕的。
§1089αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- §1090πλον εὔιππον Ἄρει κάτοχον γένος.
波吕墨斯托耳:哀哉! 呼,手执长枪、全副武装、善于御马、被阿瑞斯附身的色雷斯族群啊!
§1091ἰὼ Ἀχαιοί.
呼,阿开亚人!
— ἰὼ Ἀτρεῖδαι.
呼,阿特雷斯之子!
— βοὰν βοὰν ἀυτῶ, βοάν.
我大声呼喊,呼喊,呼喊!
§1092ὢ ἴτε· μόλετε πρὸς θεῶν.
噢,来吧,看在神明的份上,快来!
§1093κλύει τις ἢ οὐδεὶς ἀρκέσει;
有人听到吗? 或者没人来帮忙?
τί μέλλετε;
你们还在等什么?
§1094γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες·
女人们毁灭了我,那些女囚们。
δεινὰ §1095δεινὰ πεπόνθαμεν.
我们遭受了可怕、可怕的苦难。
§1098ὤμοι ἐμᾶς λώβας.
啊,我受到的毁灭痛苦啊。
§1099ποῖ τράπωμαι, ποῖ πορευθῶ;
我该转向何处,该往哪里走?
§1100ἀμπτάμενος οὐράνιον §1101ὑψιπετὲς ἐς μέλαθρον, §1102Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- §1105σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα §1106μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
我该飞向天空,飞向高耸的天宫,去那俄里翁或天狼星从眼中射出烈火光芒的地方,还是我该冲向哈得斯那黑皮肤的渡口,可怜的我?
§1107συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ §1108πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
歌队:当一个人遭受了无法承受的厄运时,摆脱可怜的生命是值得原谅的。
§1109κραυγῆς ἀκούσας ἦλθον·
阿伽门农:我听到喊声就来了。
οὐ γὰρ ἥσυχος §1110πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν §1111Ἠχὼ διδοῦσα θόρυβον·
因为山中岩石的女儿,山谷回音,并未安静,而是在军营中鸣响,传达着骚动。
εἰ δὲ μὴ Φρυγῶν §1112πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, §1113φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
若不是我们知道弗里吉亚的城墙已被希腊人的长枪击毁,这阵喧闹必会引发不小的恐慌。
§1114ὦ φίλτατʼ·
波吕墨斯托耳:最亲爱的朋友!
ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν §1115φωνῆς ἀκούσας·
阿伽门农,我听到了你的声音,察觉到了你的到来。
εἰσορᾷς ἃ πάσχομεν;
你看到我们遭受的痛苦了吗?
§1116ἔα·
阿伽门农:天哪!
§1116aΠολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
波吕墨斯托耳,不幸的人,是谁毁灭了你?
§1117τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας, §1118παῖδάς τε τούσδʼ ἔκτεινεν;
是谁刺瞎了你的眼睛,让你的瞳孔流血,又杀害了这些孩子?
ἦ μέγαν χόλον §1119σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
那个人无论是谁,对你和孩子们都怀有极大的仇恨。
§1120Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
波吕墨斯托耳:赫卡贝和那些女囚们一起,毁灭了我。
§1121ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
不,不是毁灭,而是更甚。
§1122τί φῄς;
阿伽门农:你在说什么?
σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
如他所说,你做了这件事吗?
§1123σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
赫卡贝,你竟敢做出如此惊人的疯狂举动吗?
§1124ὤμοι, τί λέξεις;
波吕墨斯托耳:啊,你要说什么?
ἦ γὰρ ἐγγύς ἐστί που;
她真的在附近吗?
§1125σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν §1126διασπάσωμαι καὶ καθαιμάξω χρόα.
指出来,告诉我她在哪里,好让我用双手抓住她,把她撕碎,让她的皮肉流血。
§1127οὗτος, τί πάσχεις;
阿伽门农:你,你在干什么?
§1127bπρὸς θεῶν σε λίσσομαι, §1128μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
波吕墨斯托耳:看在神明的份上,我哀求你,放开我,让我把狂怒的手伸向她。
§1129ἴσχʼ·
阿伽门农:住手!
ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον §1130λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει §1131κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
把野蛮行径赶出你的心胸,把话说明白。 让我依次听取你和她的陈述,好公正地裁决你为何遭受这一切。
§1132λέγοιμʼ ἄν.
波吕墨斯托耳:我说。
ἦν τις Πριαμιδῶν νεώτατος, §1133Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ §1134πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν, §1135ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
曾有一个普里阿摩斯家族中最小的孩子,波吕多罗斯,赫卡贝的儿子,普里阿摩斯由于预感到特洛伊会被攻陷,于是将他送出特洛伊,交由我在我府中抚养。
§1136τοῦτον κατέκτεινʼ·
我杀了他。
ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν, §1137ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
至于我为何杀他,请听我说明,这是多么正当且富有远见卓识的预防措施。
§1138ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς §1139Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν, §1140γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα §1141Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον, §1142κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε §1143λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
我担心如果这孩子活着成为你的敌人,他会重建特洛伊并让人民再次聚集,而阿开亚人知道普里阿摩斯的子嗣还活着,会再次对弗里吉亚的土地发起远征,随后他们会践踏我们色雷斯的这些平原,四处掠夺,从而给邻人带来灾难。

词汇与语法注释

  1. 1056πᾷ βῶ, πᾷ στῶ, πᾷ κέλσω; — 这些都是在痛苦和困惑中自问时使用的“思虑虚拟语气(deliberative subjunctive)”(βῶ 源自 βαίνω,στῶ 源自 ἵστημι,κέλσω 源自 κέλλω,均为不定过去时虚拟语气)。
  2. 1058τετράποδος βάσιν θηρὸς ὀρεστέρου τιθέμενος — 分词短语 τιθέμενος 的宾语是 βάσιν,意为“迈着四足野兽般的步伐”。这形象地描绘了双目失明的波吕墨斯托耳手脚并用地爬行以追踪袭击者的惨状。
  3. 1107συγγνώσθʼ — 这是形容词 συγγνωστόν(可原谅的、值得同情的)的词尾省略形式,作为非人称句构,以其后的不定式短语(ἐξαπαλλάξαι)作主语,意为“……是可原谅的(συγγνωστόν ἐστι)”。
  4. 1111εἰ δὲ μὴ ... ᾖσμεν ... παρέσχεν — 表示与过去事实相反的虚拟条件句。在归结从句(第1113行的 παρέσχεν)中,助词 ἄν 被省略,这种省略通常为了增强戏剧效果,突出结果的直接性与明确性。
  5. 1137ὡς εὖ καὶ σοφῇ προμηθίᾳ — 连接词 ὡς 引导间接疑问句“如何……”,其中副词 εὖ 与表示方式/手段的与格短语(σοφῇ προμηθίᾳ,省略了前置词 σὺν)并列,用以强调他自认为其杀人行为具有充分的合理性。

引用这一段

欧里庇得斯, 赫卡巴 §1047-1143. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg007.humanitext-grc2:1047-1143

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。