Humanitext Reader

欧里庇得斯 · 赫卡巴 §366-441

波吕克塞娜告别赫卡柏与被带往祭坛

第 5 段,共 15 段 · 希腊语

内容简介

波吕克塞娜毅然接受牺牲,以避免奴隶的屈辱,并规劝苦苦哀求的母亲赫卡柏顺从命运。在奥德修斯押送她离去时,她与母亲及亲人作最后的悲痛诀别,在诅咒海伦的毁灭中走向祭坛。

§366χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
这张床榻先前曾被认为配得上君王,如今却将被玷污。
§367οὐ δῆτʼ·
绝不!
ἀφίημʼ ὀμμάτων ἐλευθέρων §368φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
我放弃这自由双眼的光芒,将我的身体献给哈得斯。
§369ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων· §370οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ §371θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
带我走吧,奥德修斯,在带走我的同时将我杀死;因为在我的心里,我看不见任何希望或任何期待的勇气,能让我有朝一日重获幸福。
§372μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ, §373λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι §374θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
母亲,你千万不要在任何方面阻碍我,无论在言词或行动上;倒不如劝我,在落入不相称的耻辱境地之前死去。
§375ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν, §376φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ· §377θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος §378ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
因为凡是不习惯尝受痛苦的人,虽然也在忍受,但把脖子套进轭中时仍会感到痛苦;死去反倒比活着更为幸福;因为不体面地活着是极大的痛苦。
§379δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς §380ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται §381τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
生于高贵之家在凡人中是一个显赫的印记,对于配得上它的人来说,高贵的名声还会变得更加伟大。
§382καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ §383λύπη πρόσεστιν.
女儿啊,你说得很好,但在那美好之中却伴随着悲伤。
εἰ δὲ δεῖ τῷ Πηλέως §384χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν §385ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, §386ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως §387κεντεῖτε, μὴ φείδεσθʼ·
奥德修斯,如果必须对佩琉斯的儿子施予恩德,而你们又要免遭非难,那么请不要杀她,而是把我带到阿喀琉斯的火堆前,刺杀我,不要留情!
ἐγὼ ῎τεκον Πάριν, very odd crasis mark here §388ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
是我生下了帕里斯,正是他射箭杀死了忒提斯的儿子。
§389οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως §390φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
老妇人啊,阿喀琉斯的亡灵向阿开亚人要求的并非你的死,而是她的死。
§391ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε, §392καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται §393γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
那么,至少把我和女儿一同杀死吧,这样,对于大地和提出这要求的死者来说,就将得到双倍的血之祭酒。
§394ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος §395ἄλλος πρὸς ἄλλῳ·
你女儿的死已经足够,不应再雪上加霜。
μηδὲ τόνδʼ ὠφείλομεν.
我们本不该承担这一死。
§396πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
我极有必要与女儿一同死往。
§397πῶς;
怎么会?
οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
因为我可不知道自己有了主人。
§398ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
如同常春藤缠绕着橡树,我也将紧紧抱住她。
§399οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
不会这样的,只要你听从那些比你更聪明的人的话。
§400ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
我是绝不会自愿松开这孩子的。
§401ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
但我也绝不会把她留在这里而独自离去。
§402μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου, §403χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, §404σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
母亲,听我的话吧;而你,拉厄耳忒斯之子,对那些理所当然感到愤怒的父母让步吧;还有你,不幸的母亲,不要与掌权者抗争。
§405βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν §406γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη, §407ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος §408σπασθεῖσʼ, ἃ πείσῃ;
难道你想要被强行推搡、跌倒在地,毁伤你那年迈的肌肤,并被年轻的臂膀粗暴地拉扯而受尽屈辱吗—— 这就是你将要遭受的事?
μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
千万不要这样;因为这配不上你。
§409ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα §410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· §411ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον §412ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
但是,我亲爱的母亲,把您最亲爱的手交给我,让我的脸颊贴着您的脸颊吧;因为我再也不会,而是现在最后一次,凝望太阳的光芒与轮廓了。
§413τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
现在请接受我最后的道别吧。
§414ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
噢,母亲,生下我的母亲,我这就走到下面去了。
§415ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
噢,女儿,而我们却要在光明中沦为奴隶。
§416ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
没有婚礼,没有婚歌,未能得到我本该得到的那些。
§417οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
你真可怜,孩子,而我是个悲惨的女人。
§418ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
而在那哈得斯阴间,我将与你分离而躺卧。
§419οἴμοι·
哀哉!
τί δράσω;
我该怎么办?
ποῖ τελευτήσω βίον;
我将在何处结束一生?
§420δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
我虽有自由的父亲,却将作为奴隶死去。
§421ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
而我却失去了五十个儿女。
§422τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
对于赫克托耳,或者对于你那年迈的丈夫,我要为你带去什么话?
§423ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
转告他们,我是所有人中最悲惨的。
§424ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
噢,胸膛与乳房,你们曾如此甜蜜地抚育我!
§425ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
噢,这短命而悲惨命运的女儿!
§426χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
别了,母亲! 我的卡桑德拉也别了!
§427χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
其他人都好好的,但对于母亲而言,这是不可能的。
§428ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
还有在爱马的色雷斯人那里的弟弟波吕多洛斯。
§429εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
只要他还活着;但我深感怀疑;我竟在一切事上都如此不幸。
§430ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
他还活着,并在你死后为你合上双眼。
§431τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
我确实在死前就已因种种苦难而死往。
§432κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις §433ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν §434θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
奥德修斯,请用面纱蒙上我的头,带我走吧;因为在被宰杀之前,我的心已被母亲的哀哭所融化,我也用我的恸哭融化了她的心。
§435ὦ φῶς·
噢,光明!
προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι, §436μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους §437βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
因为向你呼唤是被允许的,但除了我行走于利剑与阿喀琉斯火葬台之间的这段时间外,我与你再无瓜葛。
§438οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
噢,天哪,我支持不住了;我的四肢无力。
§439ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα, §440δός·
女儿啊,摸摸你的母亲,伸出你的手,交给我!
μὴ λίπῃς μʼ ἄπαιδʼ.
不要留下我无儿无女。
ἀπωλόμην, φίλαι
朋友们,我完蛋了。
§441ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
但愿能看到那个斯巴达女人、双子神的妹妹如此灭亡。

词汇与语法注释

  1. §366χρανεῖ — 承接§365中该句(λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν)的动词。主语为主格名词短语 δοῦλος ὠνητός(“买来的奴隶”),宾语为名词短语 λέχη τἀμὰ(“我的床榻”)。分词 ἠξιωμένα 在性、数、格上与 λέχη(中性复数宾格)一致,带有让步语气,意为“虽然先前被认为配得上……”。
  2. §373συμβούλου — 动词 συμβουλεύω/συμβουλεύομαι(建议、同意)的中间位命令式 συμβουλοῦ。此处是对母亲赫卡柏的命令,与不定式 θανεῖν 连用,表示“劝我/赞同我死去”。需注意不可将其误认为名词 σύμβουλος(顾问)的属格形式。
  3. §374μὴ — 置于由连词 πρίν(在……之前)引导的不定式短语(τυχεῖν)内部的否定词。在古典希腊语惯用法中,在避免不希望发生的情况的语境下,πρίν +不定式后面常添加 μὴ 以加强否定,或仅作为不定式的否定,此处译作“在落入不相称的耻辱境地之前”。
  4. §380ἐσθλῶν γενέσθαι — 不定式 γενέσθαι 与表示来源的属格 ἐσθλῶν(“高贵的父母”)连用,构成主语性质的名词短语“生于高贵之家”。它作为 δεινὸς χαρακτὴρ κἀπίσημος(“显赫而显著的印记”)的主语或解释性成分。
  5. §416ὧν μʼ ἐχρῆν τυχεῖν — 关系代词 ὧν 是支配属格的动词 τυχεῖν(“获得”)的宾语。其先行词在文脉中被省略(指代婚礼仪式或荣耀等中性复数概念)。它与非人称动词 ἐχρῆν(“本应该”)构成带对格的不定式结构(με τυχεῖν),表达“未能得到我本该得到的(婚礼祝福)”的遗憾。
  6. §441ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν — 带重音的副词 ὣς(“如此”、“像这样”)承接前句的 ἀπωλόμην(“我灭亡了”)。该句省略了主要动词,这是悲剧中表达强烈诅咒的惯用省略方式,通常省略了表示愿望的希求式动词如 ἴδοιμι(“愿能看见”),从而表达强烈的诅咒:“但愿能看到双子神的妹妹、那个斯巴达女人(海伦)也如此灭亡”。

引用这一段

欧里庇得斯, 赫卡巴 §366-441. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg007.humanitext-grc2:366-441

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。