§288παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος §289γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε §290βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
去说服他们吧,因为杀害那些你们最初从祭坛旁拖开时没有杀死、反而予以怜悯的妇女,是会招致怨恨的。
而在你们中间,关于流血(杀人),对自由人和奴隶都设有平等的法律。
§293τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν §294πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν §295κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
你的威信,哪怕措辞拙劣,也能说服他们;因为同样的话语,出自无名之辈之口与出自显赫之人之口,其力量是不可同日而语的。
§296οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις, §297ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων §298κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
没有任何人的天性会如此顽固,在听到你那痛苦呻吟和长久哀哭的哀歌时,竟能不流下眼泪。
歌队:赫卡柏啊,请接受劝导吧,切莫因愤怒的心灵,而把那通情达理说话的人当作仇敌。
奥德修斯:我乐意保全你本人的性命,因为我曾蒙受你的恩惠,我也绝不食言。
§303ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, §304Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ §305σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
但我对所有人说过的话,我不会否认:那就是,在特洛伊陷落之后,应当将你的女儿作为祭品,献给军中提出此要求的首要之人。
§306ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, §307ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ §308μηδὲν φέρηται τῶν κακιόνων πλέον.
因为许多城邦正是由于这一点而衰落的:每当一个高尚而热忱的勇士,却得不到比平庸之辈更多的回报。
妇人啊,对我们而言,阿喀琉斯是配受尊荣的,他是为了希腊的大地而死得最壮烈的人。
当他活着(能看见光)时,我们视他为友,而当他死去后,我们便不再视他为友,这难道不令人羞耻吗?
§313εἶεν·
好吧。
τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ §314στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
若是日后再次集结军队并与敌人交战,人们会说什么呢?
看到死者得不到尊崇,我们是会奋勇作战,还是会贪生怕死?
§317καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν §318κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι· §319τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον §320τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
事实上,对我而言,活着的时候,即便每天只拥有微薄之物,一切也就足够了;但我希望看到自己的坟墓受到尊崇,因为那样的荣光能够长久延续。
§321εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου· §322εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι §323γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, §324νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι, §325ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
如果你说你遭受了悲惨的事,那么也听听我的回答吧:在我们这里,同样有不比你少受折磨的苍老妇女和年迈父亲,还有失去了高贵新郎的年轻新娘,这个伊达山的尘土正掩埋着他们的尸骨。
§326τόλμα τάδʼ.
忍受这些吧。
ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν §327τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
而我们,如果认为尊崇高尚之人是错误的习惯,那就让我们承担愚昧的指责吧。
§328οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους §329ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας §330θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, §331ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
而你们异邦人,就既不要把朋友当朋友,也不要敬重那些壮烈牺牲的人吧,好让希腊能够繁荣,而你们则落得与你们的智谋相称的下场。
§332αἰαῖ·
歌队:哀哉!
τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ §333τολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
奴隶的命运总是何等不幸,在暴力的压迫下,不得不忍受不该忍受的事!
赫卡柏:噢,女儿啊,我关于你死期的求情,已徒然地抛向空中,烟消云散了。
§336σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις, §337σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα §338φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
但你,如果你拥有比母亲更强的力量,那就竭尽全力吧,像夜莺吐露啼鸣那般发出所有的声音,好不让自己被夺去生命。
§339πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ §340καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα §341καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
去哀怜地跪求这奥德修斯的双膝并说服他吧——你有一个极好的理由,因为他也有孩子 ——好让他同情你的命运。
§342ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος §343κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν §344στρέφοντα, μή σου προσθίγω γενειάδος.
波吕克塞娜:奥德修斯,我看见你把右手藏在衣服底下,并把脸转向一旁,生怕我碰到了你的下巴。
§345θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
放心吧,你已经免于我向祈求者守护神宙斯所作的恳求了。
§346ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν §347θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι, §348κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
因为我不仅因无可奈何而顺从,而且我自己也渴望死去;如果我不愿意,我就会显得是一个卑怯而贪生怕死的女人。
§349τί γάρ με δεῖ ζῆν;
我为什么还要活着?
ᾗ πατὴρ μὲν ἦν ἄναξ §350Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
我的父亲曾是所有弗里吉亚人的国王,这是我生命中最初的荣耀。
§351ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο §352βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων §353ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
随后,我在美好的希望中长大,本要成为国王们的新娘,甚至在谁能娶我回宫、同享炉火的问题上,引起了不小的争羡。
§354δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ §355γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα, §356ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
而今已沦为不幸者的我,曾是伊达山妇女与少女们的女主人,在她们中间备受瞩目,除了终有一死之外,与神明无异。
§357νῦν δʼ εἰμὶ δούλη.
但如今我却是个奴隶。
πρῶτα μέν με τοὔνομα §358θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
首先,光是这个名字,因为极不习惯,就让我渴望死去了。
§359ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας §360τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται, §361τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν, §362προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις, §363σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι §364λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει· §365λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
其次,我或许会落入某个用银钱买下我的、残暴的主人手中—— 我这赫克托耳和许多显赫兄弟的妹妹,他会在家中强加给我做面包的劳役,强迫我扫地、守在织机旁,强迫我度过痛苦的一天;而不知道从哪里买来的奴隶将玷污我的床榻……