Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §81-165

歌队登场与赫耳弥俄涅对安德洛玛刻的指控

第 2 段,共 15 段 · 希腊语

内容简介

安德洛玛刻派侍女前去向珀琉斯报信并哀叹自己的悲惨命运。歌队登场在表达同情之余劝其认清现实,随后赫耳弥俄涅出现,因不孕之怨对安德洛玛刻展开激烈的指责与威胁。

§81καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.
事实上,我曾不止一次派人去请他。
§82μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;
那么你以为,那些使者中会有人在乎你吗?
§83πόθεν;
怎么会呢?
θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
那么,你愿意为我充当使者前去吗?
§84τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;
我久不在家,到底该怎么解释呢?
§85πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.
你能找到许多办法的,因为你是女人。
§86κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
这很危险,因为赫耳弥俄涅绝不是个疏忽的监视者。
§87ὁρᾷς;
你看到了吗?
ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.
你在朋友落难时退缩了。
§88οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.
绝非如此,请千万不要用这事来责备我。
§89ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος
我这就去。
§90δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
因为一个身为女奴的生命并不值钱,即便我遭遇了什么不幸也是如此。
§91χώρει νυν·
那么你去吧。
ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ §92θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, §93πρὸς αἰθέρ’ ἐκτενοῦμεν·
而我们,则要把自己一直沉溺其中的悲叹、哀哭与泪水,倾诉给苍天。
ἐμπέφυκε γὰρ §94γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν §95ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
因为对女人来说,把眼前的痛苦诉诸口舌,始终是一种天生的慰藉。
§96πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, §97πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα §98στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην §99δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.
我所要哀叹的并非只有一事,而是有许多:祖国的城池、死去的赫克托耳,以及我那被套上枷锁的残酷命运—— 我竟如此不值地坠入了奴役的日子。
§100χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, §101πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς §102ὅπως περάσας ἡμέραν ἥξει κάτω.
绝不可称任何凡人是幸福的,直到你看到他死后的最后一天,看到他如何度过了那一天并走向冥府。
§103Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν §104ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
帕里斯带回险峻的伊利翁的,不是婚礼,而是某种毁灭性的婚床,将海伦迎入了新房。
§105ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον §106εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
为了她,啊特洛伊,你被枪矛与烈火蹂躏掠夺,希腊统领千艘战船的迅捷战神阿瑞斯攻陷了你。
§107καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη §108εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
还有我这可怜人的丈夫赫克托耳,在城墙周围,被海洋女神忒提斯之子驾着战车拖曳。
§109αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, §110δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
而我自身也被从新房带到海边,将可恶的奴役之锁套在头上。
§111πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον §112ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
当我离弃城池、新房,以及那尘土中的丈夫时,无数泪水流下我的脸颊。
§113ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
呜呼,可怜的我!
§114Ἑρμιόνας δούλαν;
为什么我还必须看见光明,去做赫耳弥俄涅的女奴?
ἇς ὕπο τειρομένα §115πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα §116τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
在她的折磨下,我作为哀求者,双臂环抱着这尊女神之像,渐渐消融,犹如岩石间流淌的泉水。
§117ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις §118δαρὸν οὐδὲ λείπεις,
噢,妇人,你长久地坐在忒提斯的圣地与神殿里,至今不肯离去。
§119Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, §120εἴ τί σοι δυναίμαν §121ἄκος τῶν δυσλύτων πόνων τεμεῖν, §122οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, §123τλάμον’ ἀμφὶ λέκτρων §124διδύμων ἐπίκοινον ἐοῦσαν §125ἀμφὶ παῖδ’ Ἀχιλλέως.
尽管我是弗提亚的女孩子,我还是来到了你这亚细亚的后代面前,看看我是否能够为你那难以化解的痛苦切除病灶,这痛苦将你和赫耳弥俄涅困于可憎的争斗之中,让你如此悲惨,因为你在阿喀琉斯之子周围分享了双重的床榻。
§126γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
认清你的命运,思量你如今陷入的眼前灾祸。
§127δεσπόταις ἁμιλλᾷ §128Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
你作为一个伊利翁的女子,竟然要与你的主人—— 拉刻代蒙土生土长的后代相抗衡吗?
§129λεῖπε δεξίμηλον §130δόμον τᾶς ποντίας θεοῦ.
离开这接纳祭羊的、海洋女神的庙宇吧。
τί σοι §131καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν §132δεσποτῶν ἀνάγκαις;
对于惊惶的你,在主人的强迫之下,让自己那不堪的面容渐渐消瘦,这又是何苦呢?
§133τὸ κρατοῦν δέ σ’ ἔπεισι.
统治者的力量终将降临在你身上。
τί μόχθον §134οὐδὲν οὖσα μοχθεῖς;
你既然微不足道,为什么还要白白受苦呢?
§135ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, §136γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας §137δμωὶς ἐπ’ ἀλλοτρίας §138πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς §139σῶν, ὦ δυστυχεστάτα, §140παντάλαινα νύμφα.
去吧,离开涅瑞伊得斯女神辉煌的宝座,认清自己是在异乡、在他人的城邦里当女奴,在那里你见不到任何一个你的朋友,噢,最不幸的、极其可怜的新娘。
§141οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους §142δεσποτῶν ἐμῶν·
伊利翁的妇人啊,在我的眼中,你极其可怜地来到了我主人们的家中。
φόβῳ δ’ §143ἡσυχίαν ἄγομεν— §144τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω— §145μὴ παῖς τᾶς Διὸς κόρας §146σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.
然而出于恐惧,我们保持沉默—— 尽管我心中其实对你深感同情—— 唯恐宙斯之女的女儿知道我对你心存好意。
§147κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς §148στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων §149οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο §150δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, §151ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς §152Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ §153πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.
我头上戴着的这黄金华丽的首饰,以及身上穿戴的这件花哨的衣裳,并非是从阿喀琉斯或珀琉斯的家中拿来的初献之礼,带到这里来的,而是从拉科尼亚、斯巴达的土地上,我的父亲梅涅拉俄斯将这些赠予我,并附带了丰厚的聘礼,好让我能够自由地开口说话。
§154ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·
那么对于你们,我便用这些话来作答。
§155σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ §156δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις
至于你,一个奴隶、一个被长枪虏获的女人,竟想要将我们赶走并占领这所宅子。
§157τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς, §158νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·
由于你的毒药,我被我的丈夫所憎恶,也是因为你,我的子宫无法受孕,濒于坏死。
§159δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε §160ψυχὴ γυναικῶν·
因为在这些勾当上,亚洲女人的心肠极其阴险。
ὧν ἐπισχήσω σ’ ἐγώ, §161κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε, §162οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
但我会制止你做这些事,这涅瑞伊得斯的圣殿对你毫无益处,无论是祭坛还是神庙,你都难逃一死。
§163ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ, §164δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων §165πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,
哪怕凡人或神明中有谁想要救你,你也必须放弃先前那高傲的心气,卑微地畏缩着,向我的双膝跪倒,

词汇与语法注释

  1. 89ἤν τι καὶ πάθω κακόν — 由连词 ἤν (ἐάν) 引导的虚拟语气条件从句。其中 καί 加强了让步语气,表示“即便我万一遭遇什么不幸”,反映了女奴对危险的觉悟。
  2. 93ἐμπέφυκε — 作为无人称句(或准无人称动词)“生来就根植于……”使用,伴随与格 γυναιξὶ(对于女人)及后文的不定式短语 ἔχειν(口说,叙述)。虽然 τῶν παρεστώτων κακῶν 提前造成了语序倒装,但其核心骨架为“对于女人来说,诉说眼前的痛苦乃是一种慰藉(τέρψις)”。
  3. 101θανόντος — 乍看之下像是属格独立结构,但此处属于先期预流(prolepsis)构型,即将后续 ὅπως 从句的主语或主题提前作为主句动词 ἴδῃς 的属格宾语。整句语法结构为“直到你看到那死者,他如何度过最后一天并走向冥府”。
  4. 121τεμεῖν — 动词 τέμνω(切、割)的无定式不定过去式。其本义源自医术中的“切药、割除病灶”,在此处与 ἄκος 连用,比喻为苦难“切出药方,寻得解决之道”。
  5. 147ἀπαρχὰς — 宾格复数形式。作为动词 ἀφικόμην 携带的直接宾语 κόσμον(首饰)和 στολμόν(衣裳)的“谓语性同位语”,在语义上限定为“我并非将这些作为初献之物(礼物)携至此处”。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §81-165. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:81-165

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。