Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §1-80

安德洛玛刻在忒提斯神殿的悲叹与爱子之危

第 1 段,共 15 段 · 希腊语

内容简介

特洛伊沦陷后,安德洛玛刻沦为阿喀琉斯之子新普托勒莫斯的奴隶。她因受到赫耳弥俄涅及其父梅涅拉俄斯的生命威胁而避难于忒提斯神殿。此时,一名侍女前来告急,称其秘密托付给别处的独子也危在旦夕。

§1Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, §2ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ §3Πριάμου τύραννον ἑστίαν ἀφικόμην §4δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
亚细亚土地的美丽装饰,忒拜城啊,我曾几何时带着富丽黄金的聘礼从那里,来到普里阿摩斯君王般的家园,作为生育子嗣的妻子被赐予赫克托耳。
§5ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, §6νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
昔日,我安德洛玛刻确实是令人羡慕的人,但如今,如果还有旁人,我便是最不幸的女人。
§8ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως §9θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει §10ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, §11ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
我目睹了我的丈夫赫克托耳被阿喀琉斯所杀,以及我为丈夫所生的孩子阿斯提阿纳克斯从高耸的城墙上被扔下,当时希腊人占领了特洛伊的平原。
§12αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων §13οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην §14τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας §15δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον.
而我自身,虽被视为出身于最自由的家族,却作为奴隶来到了希腊,作为长枪的战利品,被赐予岛民新普托勒莫斯,成为特洛伊掠夺物中精选的赏赐。
§16Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
在这片与弗提亚和法萨里亚城相邻的平原上,我居住于此。
§17σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία §18Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις §19φεύγουσ’ ὅμιλον·
在那里,海洋女神忒提斯曾与珀琉斯同居,避开人群,远离尘嚣。
Θεσσαλὸς δέ νιν λεὼς §20Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
色萨利的人民称此处为忒提斯神殿,以纪念女神的婚礼。
§21ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, §22Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, §23ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
阿喀琉斯的儿子便在此处建立了这座家园,并让珀琉斯统治法萨里亚的土地,因为他不愿在老人还活着的时候接管王权。
§24κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, §25πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.
而我也在这座宅邸中生下了一个男孩子,与阿喀琉斯的儿子、我的主人结合。
§26καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως §27ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου §28ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·
以前,虽然身处不幸之中,但孩子获救的希望总是在引导着我,以为能找到某种御敌的保障和免于灾祸的救助。
§29ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ §30τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, §31κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
然而,自从主人娶了斯巴达的赫耳弥俄涅,抛弃了我这奴隶的床榻,我便因她而陷入了可怕的苦难之中。
§32λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις §33τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, §34αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω §35τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·
因为她说我用隐秘的毒药使她无法生育,并被丈夫所憎恨,还说我自己想要霸占这座房子,用武力驱逐她并取代她的床榻。
§36ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, §37νῦν δ’ ἐκλέλοιπα·
这床榻我起初并非自愿接受,如今我也早已离弃。
Ζεὺς τάδ’ εἰδείη μέγας, §38ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.
愿伟大的宙斯作证,我并非自愿与他共用这床榻。
§39ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, §40πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
但我无法说服她,她想要杀了我,她的父亲梅涅拉俄斯也正协助女儿做这等事。
§41καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν §42ἐπ’ αὐτὸ τοῦτο·
如今他就在家里,为了这同一个目的从斯巴达赶来。
δειματουμένη δ’ ἐγὼ §43δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον §44θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.
我因恐惧,来到了邻近宅邸的忒提斯圣所,坐在这里,以防她置我于死地。
§45Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως §46σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
因为珀琉斯和珀琉斯的子嗣都敬重此地,视之为涅瑞伊得斯婚礼的明证。
§47ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ §48ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
至于我唯一的儿子,因害怕他被害,我已悄悄送去别的家里。
§49ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα §50προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν
因为生育他的父亲既不在我身边施以援手,对孩子也无能为力,他正身处外地,在德尔斐的土地上。
§51Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην
他在那里因昔日的狂妄,向洛克西阿斯赎罪。
§52δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν §53ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
他曾去往皮托,要求斐波斯为他被杀的父亲偿命。
§54εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος §55θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
他希望通过为过去的过错请求宽恕,使神明此后对他变得仁慈。
§56δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε §57καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν §58τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον, §59εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,
侍女:女主人——我绝不逃避用这个称呼来称呼您,因为当我们在特洛伊平原居住时,在您的家里,我也是这样称呼您的,并且我对您以及您在世的丈夫都怀有忠心。
§60καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, §61φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, §62οἴκτῳ δὲ τῷ σῷ·
如今,我给您带了新的消息,一方面带着恐惧,害怕被哪位主人察觉,另一方面也出于对您的同情。
δεινὰ γὰρ βουλεύεται §63Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.
因为梅涅拉俄斯和他的女儿正在针对您策划可怕的阴谋,您必须加以防范。
§64ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ §65τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— §66τί δρῶσι;
安德洛玛刻:噢,最亲爱的同奴——因为你确实与这位昔日的女主人、如今的不幸者同为奴隶—— 他们在做什么?
ποίας μηχανὰς πλέκουσιν αὖ, §67κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
他们又在编织怎样的阴谋,想要杀死我这极其悲惨的人?
§68τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, §69κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
侍女:他们正准备杀死你的儿子,噢,不幸的你啊,就是你悄悄送到屋外的那个孩子。
§70οἴμοι·
安德洛玛刻:天哪!
πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
我藏在外面的孩子被发现了吗?
§71πόθεν ποτ’;
到底是从哪儿知道的?
ὦ δύστηνος, ὡς ἀπωλόμην.
噢,不幸的我啊,我全完了!
§72οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
侍女:我不知道,但我从他们那里听到了这些。
§73φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
梅涅拉俄斯已经离开家,朝着孩子去了。
§74ἀπωλόμην ἄρ’.
安德洛玛刻:那我真的完了。
ὦ τέκνον, κτενοῦσί σε §75δισσοὶ λαβόντες γῦπες·
噢,孩子,他们会杀了你,两个秃鹰般的人会把你抓住。
ὁ δὲ κεκλημένος §76πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.
而那个被称为父亲的人,现在却依然留在德尔斐。
§77δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς §78κείνου παρόντος·
侍女:是的,因为我想,要是他在场,你绝不会落到如此悲惨的境地。
νῦν δ’ ἔρημος εἶ φίλων.
但现在你孤立无援。
§79οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;
安德洛玛刻:难道关于珀琉斯,也没有他要来的消息吗?
§80γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.
侍女:那人太老了,即使在场也帮不了你。

词汇与语法注释

  1. §6εἴ τις ἄλλη — 这是一种习惯表达,通过插入假设条件“如果有其他女人的话”来强调最高级“最不幸”。省略的主语和动词可根据上下文理解为“如果其他女人也是不幸的”。
  2. §8ἥτις — 关系代名词 ὅστις 在此强调性质或原因(“我,作为这样一个……的人”),而非单纯的关系连接。它指代 Andromache,并引出她过去与现在的悲惨遭遇。
  3. §12νομισθεῖσ' — 动词 νομίζω 的被动语态分词,意为“被视为/被对待为”。以 δούλη 为其补足语。可作让步(“虽然被视为……”)或原因解释,突出了她昔日高贵出身与如今奴隶身份的鲜明对比。
  4. §27σωθέντος τέκνου — 此结构既可理解为表示条件的属格绝对结构(“如果孩子获救的话”),也可理解为依附于名词 ἐλπίς 的宾格性属格(“对孩子获救的希望”)。在后一种情况下,分词起修饰限制作用。
  5. §44ἤν με κωλύσῃ θανεῖν — 带虚拟语气的 ἤν (= ἐάν) 从句。此处并非普通的条件从句,而是表示期待或尝试(“希望能阻碍我死亡”或“看它是否能”),类似于间接疑问或目的表达。
  6. §80γέρων ἐκεῖνος ὥστε σ' ὠφελεῖν παρών — 形容词 γέρων(年老的)后接表示程度的 ὥστε 与不定式,表达因过度而产生的否定结果:“他太老了,即使在场也无法帮助你”。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §1-80. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:1-80

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。