Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §166-240

赫耳弥俄涅的羞辱与安德洛玛刻的辩驳

第 3 段,共 15 段 · 希腊语

内容简介

赫耳弥俄涅激烈地羞辱安德洛玛刻的奴隶身份和蛮族背景,指责其不道德,而安德洛玛刻则予以反击,指出赫耳弥俄涅自身的嫉妒、傲慢以及缺乏妇德才是导致丈夫憎恶的真正原因。

§166σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων §167τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον, §168γνῶναί θ’ ἵν’ εἶ γῆς.
还要去打扫我的屋子,用双手从锻金的器皿中,洒下阿克洛俄斯的露水,并且认清你在大地的什么地方。
οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, §169οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
因为这里没有赫克托耳,也没有普里阿摩斯,也没有黄金,而是希腊人的城邦。
§170εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, §171ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν, §172τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα §173τίκτειν.
你竟落到了这般无知的地步,你这不幸的女人,竟然胆敢与那杀害你丈夫的父亲的儿子同床共枕,并从这杀害你家人的仇人那里生育子嗣。
τοιοῦτον πᾶν τὸ βάρβαρον γένος· §174πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται §175κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι §176χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
整个蛮族都是如此:父亲与女儿结合,儿子与母亲结合,妹妹与哥哥结合,最亲近的人在杀戮中行动,而法律并不禁止其中的任何一件事。
§177ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν §178δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
请不要把这些风气带到我们这里;因为一夫掌管两个女人的缰绳(有两个妻子)绝非好事。
§179ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν §180στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
相反,凡是渴望家庭和睦的人,都会专注于唯一的床榻之爱并为此满足。
§181ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς §182καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
女人的心确实是个充满嫉妒的东西,且对于共同拥有婚姻的人总是极其不友善。
§183φεῦ φεῦ· §184κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ §185τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
呜呼,青春对凡人来说确实是个祸害,而在年轻的时候,那些心存不义的人则更为可悲。
§186ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι §187λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, §188ἢν δ’ αὖ κρατήσω, μὴ’πὶ τῷδ’ ὄφλω βλάβην·
然而我害怕,我作为你的奴隶这一身份会让我虽然手握许多正义之理,却被推翻,即使我赢了,也会因此反受其害。
§189οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους §190πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· §191ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
因为那些心高气傲的人,最不能忍受身份低微者提出更为优越的论据;但即使如此,我也决不会自暴自弃。
§192εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ §193πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
告诉我,年轻的姑娘,我是凭着什么可靠的理由才被说服,要将你从正当的婚姻中排挤出去?
§194ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, §195τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;
难道是因为拉科尼亚比弗里吉亚人的城邦微不足道,并且你在命运上更胜一筹,而你看到我是一个自由的女人?
§196ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι §197πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη §198οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
还是因为我仗着年轻、丰满的身体,或者是城邦的伟大、朋友的众多,想要占领你的家并取代你?
§199πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω §200δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
还是为了让我代替你生下孩子,生出奴隶和对我来说是个悲惨拖累的后代?
§201ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται §202Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
又或者,如果你不生育,有谁能容忍我的孩子们成为弗提亚的统治者?
§203φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;
难道希腊人会因为赫克托耳而爱戴我?
§204αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
我自己曾经在弗里吉亚人中是个显赫的人,而不是统治者?
§205οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, §206ἀλλ’ εἰ ξυνεῖναι μὴ’πιτηδεία κυρεῖς.
你的丈夫憎恶你,绝非由于我的毒药,而是因为你并不适合与他共同生活。
§207φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι, §208ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
这才是媚药:女人啊,不是美色,而是德行才能取悦同床共枕之人。
§209σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις §210μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· §211πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι §212μείζων Ἀχιλλέως.
却把斯基罗斯贬得一文不值;你在不富裕的人中炫耀财富,而梅涅拉俄斯在你眼中比阿喀琉斯更为伟大。
ταῦτά τοί σ’ ἔχθει πόσις.
正是这些让你的丈夫憎恶你。
§213χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, §214στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.
因为妇人即使嫁给了不好的丈夫,也应当顺从,而不应在心气上与他争锋。
§215εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον §216τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος §217δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
如果你在大雪覆盖的色雷斯拥有一个统治者为夫,那里一个男人轮流与许多妇人分享床榻并共同生活,你会把她们都杀了吗?
§218ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους §219πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.
那样一来,你就会被发现将对床榻的贪得无厌加诸所有女人身上。
§220αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον §221ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
这实在是羞耻;然而我们在这方面比男人患有更深的病,但我们却能克制得很好。
§222ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν §223σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, §224καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς §225ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
噢,最亲爱的赫克托耳,我为了你的缘故甚至接纳你的爱,每当爱神让你误入歧途,我也曾多次向你的庶子授乳,免得给你带来任何不快。
§226καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην §227πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου §228τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
通过这些德行,我赢得了丈夫的心;然而你,甚至连屋外露水的一滴落在你丈夫身上,你都会因为恐惧而不允许。
§229μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, §230ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων §231φεύγειν τρόπους χρὴ τέκν’, ὅσοις ἔνεστι νοῦς.
女人啊,不要在对男人的溺爱上,企图超越养育你的母亲;因为凡有理智的孩子,都应该避开恶劣母亲的行为方式。
§232δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, §233τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
主母啊,只要你能轻易做到,就请说服自己接受这位女子的劝言吧。
§234τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, §235ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;
你为什么说得如此道貌岸然,还要来参与言辞的较量,仿佛你真的贞洁,而我的行径不贞洁似的?
§236οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.
至少在你现在所持的言论上,你并不贞洁。
§237ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
愿你的心思不要与我同住,女人。
§238νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
你还年轻,说起话来却尽是些羞耻的事情。
§239σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.
你不仅仅是在嘴上说,更是在你力所能及的范围内,对我行羞耻之事。
§240οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
你难道就不能在对爱神的痛苦中保持沉默吗?

词汇与语法注释

  1. 166σαίρειν ... σπείρουσαν — 此句为受164行非人称表达 `δεῖ σ’`(你必须……)所支配的不定式结构。宾格分词 `σπείρουσαν` 与其逻辑主语 `σ'`(安德洛玛刻,宾格)保持一致,修饰不定式 `σαίρειν`,表示“用手洒水的同时打扫”。
  2. 168ἵν’ εἶ γῆς — 由关系副词 `ἵνα`(在何处)与部分属格 `γῆς`(大地的)结合而成的结构,意为“你在世上的什么地方”(即认清自己作为奴隶的处境)。
  3. 186ταρβῶ μὴ ... μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην — 此句是由表示恐惧的动词 `ταρβῶ` 支配的两个并列 `μή` 从句。由于中间插入了条件句 `ἢν δ’ αὖ κρατήσω`(或者如果我赢了),使得结构稍显复杂,但后半句的 `μὴ ... ὄφλω`(免得受害)同样属于由 `ταρβῶ` 支配的虚拟式过去时(第一人称单数)。
  4. 222τὴν σὴν χάριν — 宾格名词短语用作副词,伴随所有形容词 `σὴν`,表示目的或原因,意为“为了你”或“为了取悦你”。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §166-240. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:166-240

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。