Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §406-491

梅涅拉俄斯的诡计与安德洛玛刻的控诉

第 6 段,共 15 段 · 希腊语

内容简介

安德洛玛刻为救儿子自愿离开祭坛,却遭梅涅拉俄斯欺骗而使母子双双陷入险境。她怒斥斯巴达人的狡诈,歌队则歌唱一夫多妻制和多重统治带来的祸害。

§406εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου· §407τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
这个孩子曾是我生命中仅存的唯一光芒;而那些做出如此决定的人,正准备杀死他。
§408οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου· §409ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται, §410ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
不,决不能为了我这卑微的生命而让他死;因为如果他能得救,我的希望就在他身上,而为了孩子而不去死,对我而言是一种耻辱。
§411ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία §412σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
看啊,我离开祭坛,如此落入你们手中,任凭屠宰、杀戮、捆绑、绞颈。
§413ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς, §414στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον, §415μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, §416καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν §417δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας §418λέγ’ οἷ’ ἔπραξα.
噢,我的孩子,生下你的母亲为了不让你死,正走向冥府;但如果你能逃脱死劫,记住你的母亲,记住我是忍受了怎样的痛苦而灭亡,并走到你父亲身边,献上亲吻,流下眼泪,并用双手环抱拥抱他,告诉他我所遭遇的事。
πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν §419ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει, §420ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.
看来,对于所有人而言,子女就是生命;而那些因没有子嗣而指责的人,虽然少些痛苦,但却是在不幸中享受虚妄的幸福。
§421ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ §422βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
听了你的话,我深表同情;因为不幸之事对所有人而言都是值得同情的,哪怕对方是个外邦人。
§423εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν, §424Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
梅涅拉俄斯,你应当引导你的女儿达成和解,也包括这个女人,好让她免受痛苦。
§425λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, §426δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται
仆人们,替我抓住她,把她的双手绑起来;因为她将听到令人不悦的话语。
§427ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς, §428προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον §429εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
我为了让你离开女神神圣的祭坛,拿你孩子的死作诱饵,以此引诱你落入我的手中,任我宰割。
§430καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· §431τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ, §432ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
至于你的下场,你要明白就是如此;但至于这个孩子,我的女儿将做出裁决,无论她想杀死他,还是不想杀死他。
§433ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους §434δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.
现在,进这屋子里去吧,免得你身为奴隶,永远学不会不对自由人无礼。
§435οἴμοι·
天哪!
δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.
你用诡计暗算我,我们被骗了!
§436κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
向所有人宣告去吧;因为我们并不否认。
§437ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;
这就是你们这些住在埃夫罗塔斯河畔的人的智慧吗?
§438καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
对特洛伊人也是如此,受害者自当报复。
§439τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;
难道你认为神圣的事物不神圣,也不主持公道吗?
§440ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.
当那一天来到时,我们自会承受;但至于你,我要杀死你。
§441ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
你还要拉开我的羽翼,杀死这只幼雏吗?
§442οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
当然不;但如果我的女儿愿意,我会交由她来处死。
§443οἴμοι·
哀哉!
τί δῆτά σ’ οὐ καταστένω, τέκνον;
孩子,我怎能不为你痛哭?
§444οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.
至少,等待着他的绝非乐观的希望。
§445ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν §446Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια, §447ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν, §448ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ §449φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.
噢,全人类中对所有人而言最可憎的凡人,斯巴达的居民,诡计阴谋的巢穴,谎言的主宰,恶事的编织者,心思曲折,毫无健全可言,一切都在暗中盘算着,你们却在希腊不公地享有繁荣。
§450τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν;
有什么坏事不在你们中间?
οὐ πλεῖστοι φόνοι;
难道没有无数的杀戮?
§451οὐκ αἰσχροκερδεῖς;
难道不贪图卑鄙的私利?
οὐ λέγοντες ἄλλα μὲν §452γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
难道你们不总是被发现口中说这一套,心里却总是在盘算另一套吗?
§453ὄλοισθ’.
愿你们毁灭!
ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς §454ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν, §455ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν §456πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ §457ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
对我而言,死亡并不像你所认为的那样沉重;因为毁灭了我的,是当初的那些事,那时不幸的弗里吉亚人的城邦被毁,我那赫赫有名的丈夫用他的长枪,屡屡把你从陆战勇士打成船上的懦弱逃兵。
§458νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς §459κτείνεις μ’.
现在你却对一个女人显出凶悍的重装步兵模样,想要杀我。
ἀπόκτειν’·
杀吧!
ὡς ἀθώπευτόν γέ σε §460γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
因为我绝不会用我的舌头去阿谀谄媚,便如此离去。
§461ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας, §462ἡμεῖς δὲ Τροίᾳ γ’.
因为你固然在斯巴达生来伟大,而我们当年在特洛伊也是如此。
εἰ δ’ ἐγὼ πράσσω κακῶς, §463μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
但即使我如今处境落魄,也绝不要为此自夸;因为你也可能遭遇同样的命运。
§464οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν §466οὐδ’ ἀμφιμάτορας κόρους, §467ἔριδας οἴκων δυσμενεῖς τε λύπας.
我永远不会赞美凡人那双重的床榻,亦不赞同异母所生的子嗣,它们只会给家庭带来纷争与敌意的痛苦。
§468μίαν μοι στεργέτω πόσις γάμοις §469ἀκοινώ- §470νητον ἀνδρὸς εὐνάν.
愿丈夫在婚姻中只珍爱一位妻子那不与他人共用的丈夫的床榻。
§471οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες §472μιᾶς ἀμείνονες φέρειν, §475ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις·
在城邦中,双重的统治并不比单一的统治更容易承受;它们对公民而言是重担加重担,亦是内讧的根源。
§476τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν §477ἔριν Mοῦ- §478σαι φιλοῦσι κραίνειν.
即使是两位创作诗歌的匠人,缪斯也乐于促成她们之间的纷争。
§479πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί, §480κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, §481σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον §482φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
当急风载着水手们航行时,掌舵时两套相左的心智意见,以及聚集在一起的智者人群,反倒不如一个掌握独裁权的、更平庸的头脑有力。
§483ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα §484κατά τε πόλιας, ὁπόταν εὑ- §485ρεῖν θέλωσι καιρόν.
权力应当归于一人,无论在家庭还是在城邦中,每当他们想要寻得良机之时。
§486ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα §487Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ, §489κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν §490παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
这位将领梅涅拉俄斯的斯巴达女儿昭示了这一点;因为她如烈火般冲向他人的床榻,想要杀死这个可怜的伊利翁姑娘和她的孩子,仅仅为了那可憎的争斗。
§491ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
这场谋杀伤天害理、无法无天、毫无恩义。

词汇与语法注释

  1. 411ἥδε χειρία / σφάζειν — 形容词 χειρία 作为谓语性形容词修饰主语 ἥδε,意为“落入(敌人)手中”。接下来的不定式群(σφάζειν, φονεύειν 等)表示目的或结果,意为“任凭屠宰、杀戮……”。
  2. 425λάβεσθέ μοι τῆσδ’ — 与格 μοι 是伦理与格,强调说话者的关切或命令的紧迫性。属格 τῆσδ’ 受动词 λάβεσθε 支配。
  3. 457ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν — 意为“(赫克托耳以长枪)把你从陆战勇士变成了懦弱的水手(即逃回船上的懦夫)”。ναύτην 和 κακόν 在动词 ἔθηκεν 后作为双宾语补足语,呈谓语性关系。
  4. 476τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν / ἔριν Mοῦσαι φιλοῦσι κραίνειν — 双数属格 τεκόντοιν 和 ἐργάταιν 修饰 ὕμνον。Mοῦσαι(缪斯)是主语,κραίνειν 是受 φιλοῦσι 支配的不定式。直译为“缪斯乐于促成(激化)两位创作歌谣的匠人之间的纷争”。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §406-491. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:406-491

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。