§241τί δ’;
什么?
οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
难道这在任何地方不都是女人们的首要大事吗?
§242aκαλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
对于那些正确对待它的人来说确实如此;但若非如此,便不是好事。
§243οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
我们并非生活在蛮族法律治理的城邦中。
§244κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
可耻的事,无论在那里还是在这里,都会带来耻辱。
§245σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
聪明,你可真聪明;但你还是必须死。
§246ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
你难道没看见忒提斯的像正盯着你吗?
§247μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
是啊,因为阿喀琉斯之死,她正憎恨着你的祖国呢。
§248Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
是海伦害死了他,不是我,就是你的母亲。
§249ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
你难道还要进一步触碰我的创伤吗?
§250ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
瞧,我沉默了,我闭上嘴。
§251ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
说那件让我来这里的事吧。
§252λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
我说你并没有拥有你应该拥有的理智。
§253λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
你会离开这位海洋女神的神圣领地吗?
§254εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
除非我死;若非如此,我绝不离开。
§255ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
这已成定局,我不会等待丈夫归来。
§256ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
然而在丈夫回来前,我也绝不会向你屈服。
我要用火来烧你,绝不在意你的处境—— 那就烧吧;神明会知晓这一切的。
§259καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
还要让你的肉体遭受可怕伤口的痛楚。
§260σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
杀了我吧,用鲜血染红女神的祭坛,她会向你追讨这笔债。
但我很快就会让你心甘情愿地从这个座位上站起来;我手里有对付你的诱饵。
ἀλλὰ γὰρ λόγους §265κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.
不过,言语我就先隐瞒起来,行动本身很快就会显明。
§266κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι §267τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ §268πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
你就安稳地坐着吧;因为即使熔化的铅将你层层围住,我也定会让你站起来,在那个你所信赖的阿喀琉斯之子到来之前。
§269πέποιθα.
我相信他。
δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων §270ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· §271ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω, §272οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω §273κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
神明为凡人创制了克制猛兽毒虫的药方,这固然神奇;然而,那超越了蝮蛇与烈火的恶毒,至今还没有人能发明出治愈恶毒妇人的药方;我们对人类来说,竟是如此巨大的祸害。
§274Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν §275ἐς νάπαν ἦλθ’ ὁ Μαί- §276ας τε καὶ Διὸς τόκος, §277τρίπωλον ἅρμα δαιμόνων §278ἄγων τὸ καλλιζυγές, §279ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας §280σταθμοὺς ἐπὶ βούτα, §281βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν §282ἔρημόν θ’ §283ἑστιοῦχον αὐλάν.
这确是大苦难的开端,当那迈亚与宙斯的独子来到伊达的山谷,引领着三位女神那配有美丽挽具的战车,因美貌的憎恶纷争而全副武装,朝向牧牛人的棚舍,朝向那过着独居生活的年轻牧人,以及那荒僻的家宅院落。
§284ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν §285πιδάκων νίψαν αἰ- §286γλᾶντα σώματα ῥοαῖς, §287ἔβαν δὲ Πριαμίδαν ὑπερ- §288βολαῖς λόγων δυσφρόνων §289παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις, §290τερπνοῖς μὲν ἀκοῦσαι, §291πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει §292ταλαίνᾳ §292aπεργάμοις τε Τροίας.
她们一来到林木茂密的谷地,便在山中泉水的闪耀清流中洗净她们光彩夺目的身体,然后她们走向普里阿摩斯之子,用尽互相竞争的怨毒言词,互相比拼;而塞浦路斯女神以欺骗的言语胜出,听来虽悦耳,却给不幸的弗里吉亚人的城邦和特洛伊的城堡带来了生活毁灭的苦果。
§293ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν §294ἁ τεκοῦσά νιν §294aπρὶν Ἰδαῖ- §295ον κατοικίσαι λέπας· §296ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ §297βόασε Κασάνδρα κτανεῖν, §298μεγάλαν Πριάμου πόλεως λώβαν.
但愿生下他的母亲,在他在伊达山麓定居之前,就把这祸害抛诸脑后;当在神圣的月桂树旁,卡珊德拉曾大声疾呼要杀死他,视其为普里阿摩斯城邦的巨大灾星。
她找遍了谁,又向哪一位长老哀求过,要杀死这个婴孩?
§301οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε §302δούλιον, σύ τ’ ἂν γύναι, §303τυράννων §303aἔσχες ἂν δόμων ἕδρας· §304παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς §305μόχθους οὓς ἀμφὶ Τροίαν §306δεκέτεις ἀλάληντο νέοι λόγχαις.
那么伊利翁的妇女们既不会套上奴役的轭,而你,女人啊,也本可保有统治者殿宇的宝座;这也本能免除希腊人痛苦的劳役,那些青年人手持长矛在特洛伊周围徘徊十年的痛苦折磨。
床榻也绝不至于空虚荒凉,老人们也不会失去子女、孤苦伶仃。
我带回了你的孩子,你背着我的女儿偷偷地把他藏到别的人家去。
§311σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, §312τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης §313ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
你曾自夸这尊女神的木雕能救你,而藏匿他的人能救他;但你却被发现女人啊,其实你远不如我梅涅拉俄斯聪明。
如果你不离开并空出这片圣地,这孩子就将代替你被屠杀。
§316ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις §317ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ, §318ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
因此,你好好权衡一下:你是想自己死,还是让这孩子为你对我和我女儿所犯下的罪过付出生命代价。
§319ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
噢,名声啊名声!
§320οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
你让无数本是微不足道凡夫俗子,膨胀出了伟大的生涯。
§321εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο, §322εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν §323οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
那些因真才实学而获得美名的人,我视他们为幸福;至于那些靠虚假成名的人,我不认为他们配拥有它,不过是凭运气显得聪明罢了。
你当年率领着希腊的精锐之师,从普里阿摩斯手中夺取了特洛伊,自己竟是如此卑劣之人吗?
§326ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων §327τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ §328δούλῃ κατέστης εἰς ἀγῶν’;
竟因为一个小女孩的一番话,就如此大动干戈,竟与一个不幸的奴隶女人展开争斗?
οὐκ ἀξιῶ
我不认为你配