Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §94-198

仆人的劝诫与重病的淮德拉登场

第 2 段,共 16 段 · 希腊语

内容简介

希波吕托斯与仆人就傲慢和敬神进行了一番谈话后离去,随后歌队和乳母登场,哀叹淮德拉因神秘疾病而遭受的痛苦,最终淮德拉亲自出场。

§94ὀρθῶς γε·
说得对。
τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
凡人之中,傲慢而又不招人怨恨的能有谁呢?
§95ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;
那么,在温和易近的人身上,是否有一种令人喜爱的魅力呢?
§96πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
大有所在,而且只需付出微小的努力就能获得收益。
§97ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
那么您认为在神明之中,也是同样如此吗?
§98εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
是地,如果我们凡人确实是在依循神明的规律生活的话。
§99πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων §100τίν’;
那您为何如此傲慢,竟不向一位神明致敬—— 哪一位?
εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
小心别让你信口开河犯了错。
§101τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
就是这位,伫立在您门前的塞浦路斯女神。
§102πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
我是清白之人,只在远处向她致意。
§103σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
然而,她在凡人之中确实是庄严而显赫的。
§104ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
无论是神是人,各人都有各人所看重的对象。
§105εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
愿您幸福,并拥有您所必需的明智。
§106οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
在黑夜中显耀的神明,没有一个能讨我喜欢。
§107τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
孩子啊,神明所配得的尊崇,我们是必须奉献的。
§108χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους §109σίτων μέλεσθε·
进去吧,随从们,进到府邸里,准备膳食。
τερπνὸν ἐκ κυναγίας §110τράπεζα πλήρης·
狩猎之后,丰盛的餐桌是件乐事。
καὶ καταψήχειν χρεὼν §111ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο §112βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
还有,必须刷洗马匹,好让我在饱餐一顿后,套上战车,给它们适度的活动和训练。
§113τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.
至于你所说的塞浦路斯女神,我连理都不想理。
§114ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον, §115φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν, §116προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν, §117δέσποινα Κύπρι.
而我们——因为决不能效仿年轻人的做法,他们心存那样的傲慢——我们将以符合奴隶身份的言辞,在您的神像前祈祷,女主塞浦路斯。
χρὴ δὲ συγγνώμην ἔχειν, §118εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων §119μάταια βάζει· μὴ δόκει τούτων κλύειν· §120σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
您应该予以宽恕,如果有人因年轻气盛,怀着激昂的心性,说了荒唐的胡话;请装作没有听见这些话;因为神明理应比凡人更加宽宏智慧。
§121Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται, §122βαπτὰν κάλπισι ῥυτὰν πα- §123γὰν προιεῖσα κρημνῶν· §125ὅθι μοί τις ἦν φίλα §126πορφύρεα φάρεα §127ποταμίᾳ δρόσῳ §128τέγγουσα, θερ- §128aμᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ- §129αλίου κατέβαλλ’· ὅθεν §130μοι πρώτα φάτις ἦλθε δεσποίνας· §131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν §132οἴκων, λεπτὰ δὲ φάρη ξάν- §133θαν κεφαλὰν σκιάζειν· §135τριτάταν δέ νιν κλύω §136τάνδ’ ἀβρωσίᾳ §137στόματος ἁμέραν §138Δάματρος ἀ- §138aκτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ- §139πτῷ πένθει θανάτου θέλου- §140σαν κέλσαι ποτὶ τέρμα δύστανον.
歌队:据说有一块滴着大洋之水的岩石,从峭壁上吐出奔流不息的泉水,可供水罐浸汲;在那里,我的一位好友正在将紫色的衣裳在清澈的溪水里浸润,然后晾在阳光充足的岩石脊背上;正是在那里,我最先听到了关于女主人的消息:她因病痛缠身卧床不起,将身体隐在深闺,薄薄的纱巾遮蔽着她金黄的头部;我听说这已经是第三天,她滴水未进,空腹不食,拒绝德墨忒尔的谷物,保持着清净之躯,因隐秘的悲哀而渴望驶向那不幸的终点。
§141— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα, §142εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας §143ἢ σεμνῶν Κορυβάντων φοι- §144τᾷς ἢ ματρὸς ὀρείας;
——姑娘啊,你莫不是中了邪,或是因潘神,或是因赫卡忒,或是因庄严的科律班忒斯,或是因山中圣母而陷入狂乱?
§145— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί- §146κτυνναν ἀμπλακίαις ἀνίε- §147ρος ἀθύτων πελάνων τρύχῃ;
——还是说,因为对掌控众兽的迪克廷娜犯下了未献祭品的罪过,而感到神圣不容侵犯的惩罚而消瘦?
§148φοιτᾷ γὰρ καὶ διὰ λίμνας §149χέρσον θ’ ὑπὲρ πελάγους §150δίναις ἐν νοτίαις ἅλμας.
因为她甚至能穿过湖泊,越过海洋上空的陆地,在咸水的湿润旋涡中穿梭。
§151— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν §152ἀρχαγόν, τὸν εὐπατρίδαν, §153ποιμαίνει τις ἐν οἴκοις κρυ- §154πτὰ κοίτα λεχέων σῶν;
——或者是有人在府中,背着你引诱了你的丈夫、埃里克托尼乌斯后裔的高贵领袖,在密室中同床共枕?
§155— ἢ ναυβάτας τις ἔπλευσεν Κρή- §156τας ἔξορμος ἀνὴρ λιμένα §157τὸν εὐξεινότατον ναύταις, §158φήμαν πέμπων βασιλείᾳ, §159λύπᾳ δ’ ὑπὲρ παθέων §160εὐναία δέδεται ψυχά;
——或者是某个从克里特起航的船手,来到了对水手最温和的港口,给王后带来了不幸的消息,而令她为苦难所困,心魂被束缚在病榻上?
§161— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν §162ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν, §163ὠδινῶν τε καὶ ἀφροσύνας.
——而在女子忧郁多变的心境中,常伴随着痛苦与无助,那是分娩的阵痛和一时的迷惘。
§165δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ §166αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν §167τόξων μεδέουσαν ἀύτευν §168Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ §169σὺν θεοῖσι φοιτᾷ.
这种轻风也曾拂过我的子宫,那时我呼求着掌管安产的天上神射手阿耳忒弥斯;在诸神的庇佑下,她总是来到我身边,带给我渴望的安宁。
§170— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν §171τήνδε κομίζουσ’ ἔξω μελάθρων·
——看啊,年迈的乳母已在门前,正把她抬出宫殿之外。
§173τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή, §174τί δεδήληται §175δέμας ἀλλόχροον βασιλείας.
我的心灵切望知晓究竟发生了什么,为什么王后那面色惨白的躯体,竟如此衰弱。
§176ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
乳母:噢,凡人的灾祸,可憎的病痛!
§177τί σ’ ἐγὼ δράσω;
我该为你做些什么?
τί δὲ μὴ δράσω;
我又该不做些什么?
§178τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ· §179ἔξω δὲ δόμων ἤδη νοσερᾶς §180δέμνια κοίτης.
这就是给你的明亮光芒,这就是天空;你病榻上的铺盖,也已移出了府外。
§181δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι· §182τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
因为先前你一字一句都在念叨着要来这里;但很快你又会急着回到内室中去。
§183ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις, §184οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν §185φίλτερον ἡγῇ.
因为你瞬息万变,对什么都不满意,眼前的事物无法讨你欢心,不在身边的反倒觉得更为珍贵。
§186κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν· §187τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει §188λύπη τε φρενῶν χερσίν τε πόνος.
生病总比看护病人要好;因为前者是单一的,而后者则伴随着心灵的忧伤和双手的劳苦。
§189πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων, §190κοὐκ ἔστι πόνων ἀνάπαυσις.
凡人的整个生命都是痛苦的,劳苦永无停歇。
§191ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο §192σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
然而,那比生存更可贵的一事物,却被黑暗笼罩,隐藏在阴云之中。
§194τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν §193δυσέρωτες δὴ φαινόμεθ’ ὄντες, §195δι’ ἀπειροσύνην ἄλλου βιότου §196κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας· §197μύθοις δ’ ἄλλως φερόμεσθα.
对于这在地上闪亮的事物,我们显出来确是爱得盲目,由于对另一种生活一无所知,也由于冥界之下的事物未曾得到证实;我们只是徒然被神话传说所左右漂泊。
§198ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
淮德拉:扶起我的身体,挺直我的头部。

词汇与语法注释

  1. 94τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν; — 形容词 σεμνός 作表语使用,相当于省去了分词 ὤν(“身为傲慢的”),修饰主语。βροτῶν 是部分属格,修饰疑问代名词 τίς。
  2. 100μή τί σου σφαλῇ στόμα — 由祈使句 εὐλαβοῦ 引导的表示戒备或担忧的从句(μή + 虚拟语气不定过去时被动式 σφαλῇ),意为“当心你的嘴不要犯错”。不定代词 τί 在此作副词性使用,表示“在任何程度上”或“稍微”。
  3. 113πόλλ’ ἐγὼ χαίρειν λέγω — 惯用表达 χαίρειν λέγω(字面意为“祝愿安好”),与宾格连用时,意为“向……告别”或“对……不予理会、摒弃”。中性复数宾格 πόλλα 在此用作副词,修饰动词,表示“彻底地、完全地”。
  4. 118σπλάγχνον ἔντονον φέρων — 现在分词 φέρων(“怀着”)以宾格短语 σπλάγχνον ἔντονον(“紧张的/激昂的心性”)为其直接宾语,意为“怀着血气方刚的心情”。介词短语 ὑφ’ ἥβης(“在青春之下,由于年轻”)修饰整个分词短语。
  5. 131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν οἴκων — 这是由不定式 ἔχειν 和 σκιάζειν 构成的“宾格加不定式”结构(对格不定法),用于解释名词 φάτις(“传闻、消息”)的具体内容。阴性单数宾格分词 τειρομέναν 修饰省略的宾格主语(淮德拉),而 δέμας 是 ἔχειν 的直接宾语。
  6. 193τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν / δυσέρωτες δὴ φαινόμεθ’ ὄντες — 中性单数属格代名词 τοῦ 作为复合形容词 δυσέρωτες(“疯狂热爱某物的”,要求属格)的支配宾语。关系从句 ὅ τι τοῦτο στίλβει κατὰ γῆν(“这在地上闪亮的事物无论是什么”)与 τοῦ 构成同位语或进行解释。

引用这一段

欧里庇得斯, 希波吕托斯 §94-198. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:94-198

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。