Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §1-93

阿佛洛狄忒的复仇宣告与希波吕托斯的祈祷

第 1 段,共 16 段 · 希腊语

内容简介

阿佛洛狄忒宣示了她对希波吕托斯的复仇计划,因其轻视自己而独尊阿耳忒弥斯。在她离去后,希波吕托斯狩猎归来,向阿耳忒弥斯献上虔敬的花冠,并拒绝了仆人关于其傲慢的劝告。

§1Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος, §2θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω· §3ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν §4ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, §5τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, §6σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
阿佛洛狄忒:在凡人之中伟大且非默默无名,我被称为女神塞浦路斯,在天界内亦是如此;凡是居住在蓬托斯和阿特拉斯边界之内、看见太阳光芒的所有人中,那些敬畏我力量的人,我予以尊崇,但凡是对我们傲慢自大的人,我使他们毁灭。
§7ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· §8τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
因为神明种族之中确实也存在这种特性:当他们受到人类尊敬时,便感到喜悦。
§9δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα· §10ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, §11Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, §12μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας §13λέγει κακίστην δαιμόνων πεφυκέναι, §14ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων· §15Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, §16τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος· §17χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ §18κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, §19μείζω βροτείας προσπεσὼν ὁμιλίας.
我很快就会向你们展示这些话的真实性;因为忒修斯之子、亚马逊人的后代、由圣洁的庇特乌斯抚养成人的希波吕托斯,在这特罗伊岑土地的公民中唯独他一人,说我是神明中最邪恶的,他拒绝床笫并拒绝接触婚姻;但他敬奉福波斯的姐妹阿耳忒弥斯、宙斯之女,认为她是神明中最大的一位;他总是与这位处女神结伴穿行在翠绿的森林中,用敏捷的猎犬将野兽从这片土地上清除干净,陷入了超越凡人交往的伴随之中。
§20τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;
对这些事情我并不嫉妒;我何必要嫉妒呢?
§21ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι §22Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ §23πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.
但他对我所犯下的罪过,我将惩罚,就在今天,惩罚希波吕托斯;而大部分的准备工作我早已做好——我不需要花费太大的力气。
§24ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων §25σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων §26Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ §27ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο §28ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
因为有一次他从庇特乌斯的府邸出来,为了观看并参与庄严的秘仪,来到潘狄翁的土地,他父亲那高贵的妻子淮德拉看见了他,在我的策划下,她的心被可怕的爱欲所捕获。
§29καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, §30πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον §31γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, §32ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι §33τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.
而且,在来到这片特罗伊岑土地之前,就在帕拉斯的岩石旁,从那里可以俯瞰这片土地,她建造了一座塞浦路斯的庙宇,渴望着那身处异地的爱;为了将来,她命名称那女神是为希波吕托斯而建立在彼处的。
§34ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, §35μίασμα φεύγων αἵματος Παλλαντιδῶν, §36καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, §37ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, §38ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη §39κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται §40σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.
但是,当忒修斯离开凯克罗普斯的土地,为了逃避杀害帕兰提代子嗣的血污,与妻子一同乘船来到这片土地,接受了一年的异国流放,在那里,可怜的她因爱欲的刺痛而呻吟、失魂落魄,在沉默中走向毁灭;家仆中没有一个人知道她的病症。
§41ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· §42δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.
但这份爱绝不应该就这样消逝;我将把这件事情向忒修斯揭露,一切都将昭然若揭。
§43καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν §44κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος §45ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, §46μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
而那个与我们为敌的年轻人,他的父亲将用诅咒将他杀死,这是海洋之王波塞冬赐予忒修斯的特权,向神明祈求三次,绝不落空。
§47ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, §48Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν §49τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ §50δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.
而她,虽然名声高洁,但仍然要毁灭,淮德拉;因为我不会为了看重她的灾祸而不让我的仇敌向我付出足够的代价,直到让我满意。
§51ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως §52στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, §53Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
但是,因为我看到忒修斯的这个孩子正在走来,已经结束了狩猎的劳苦,希波吕托斯,我将离开这个地方。
§54πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους §55κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν §56ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας §57Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
大群的仆人跟随在他的身后,和他一起大声呼喊,用赞美诗敬奉女神阿耳忒弥斯;因为他不知道哈得斯的冥门已经打开,而他正在看这最后一次的光芒。
§58ἕπεσθ’ ἀείδοντες ἕπεσθε §59τὰν Διὸς οὐρανίαν §60Ἄρτεμιν, ᾇ μελόμεσθα.
歌队:跟随,歌唱着跟随宙斯的天之女阿耳忒弥斯,我们所侍奉的。
§61πότνια πότνια σεμνοτάτα, §62Ζανὸς γένεθλον, §63χαῖρε, χαῖρέ μοι, ὦ κόρα §65Λατοῦς Ἄρτεμι καὶ Διός, §66καλλίστα πολὺ παρθένων, §67ἃ μέγαν κατ’ οὐρανὸν §68ναίεις εὐπατέρειαν αὐ- §69λάν, Ζηνὸς πολύχρυσον οἶκον.
女主人,女主人,最庄严的一位,宙斯的子嗣,向您致敬,向您致敬,噢,勒托与宙斯之女阿耳忒弥斯,处女之中远为最美者,您居住在广阔的天空,在您高贵父亲的宫廷,宙斯那黄金满溢的府邸。
§70χαῖρέ μοι, ὦ καλλίστα καλ- §71λίστα τῶν κατ’ Ὄλυμπον.
向您致敬,噢,在奥林波斯诸神中最美最美的一位。
§73σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου §74λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, §75ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ §76οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον §77μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται, §78Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
希波吕托斯:女主人啊,我为您带来这顶编织的冠冕,它来自纯洁无瑕的草地,我将它装饰好了送来,那里牧羊人绝不认为可以放牧牲畜,铁器也从未到过那里,只有春天的蜜蜂飞过那纯洁无瑕的草地,而敬畏用河畔的露水浇灌着它。
§79ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει §80τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, §81τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
对于那些未曾受过教导,但在天性中在一切事上同样分得节制的人,只有他们可以采摘,而邪恶的人则不被允许。
§82ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης §83ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
但是,噢,亲爱的女主人,为了您金色的发丝,请从虔敬的手中接受这顶冠冕。
§84μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν· §85σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, §86κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
因为在凡人之中,唯有我拥有这一特权;我与您同在,并与您交谈,虽能听到您的声音,却见不到您的容颜。
§87τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
愿我能像开始生命一样,圆满地绕过生命的终点。
§88ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών — §89ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
仆人:我主——因为我们必须称神明为主人—— 如果我提出好的建议,您会接受吗?
§90καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.
希波吕托斯:当然接受;否则我就显得不聪明了。
§91οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος
仆人:那么您知道凡人之中所确立的律法是什么吗?
§92οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
希波吕托斯:我不知道;你究竟是为了什么向我询问这件事?
§93μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
仆人:那就是:憎恨那傲慢且不对所有人友善的事物。

词汇与语法注释

  1. §32Ἱππολύτῳ δ’ ἔπι — 介词 ἔπι(ἐπί 的倒装形)在此处表示“为了希波吕托斯”或“以希波吕托斯之名”。动词 ὠνόμαζε(命名)后接不定式短语 ἐνιδρῦσθαι θεάν(女神被供奉于此),表明她为未来而命名,以此纪念她对希波吕托斯的爱。
  2. §49τὸ μὴ οὐ παρασχεῖν — 动词不定式前使用双重否定 μὴ οὐ,其原因在于它受否定主句动词 οὐ προ提迈(我不更看重……)的支配。该结构表达了强烈的肯定语气,即“我绝不容许我的仇敌不向我付出应有的代价(从而免受惩罚)”。
  3. §87τέλος δὲ κάμψαιμ’ — 祈愿语气动词 κάμψαιμι(愿我绕过)源自赛跑中绕过折返点或终点的比喻。属格 βίου(生命)修饰 τέλος(终点),而非 ἠρξάμην(我开始),意为“愿我能圆满地绕过生命的终点”,这一隐喻预示了希波吕托斯悲剧性的命运。

引用这一段

欧里庇得斯, 希波吕托斯 §1-93. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:1-93

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。