Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §729-833

斐德拉自尽与忒修斯归来的哀恸

第 9 段,共 16 段 · 希腊语

内容简介

斐德拉宣告将以死给他人留下灾祸后退场,歌队哀叹其悲惨的命运。归国的忒修斯得知妻子悬梁自尽,在她的遗体前陷入了极度的绝望与哀恸。

§729θανοῦσ’, ἵν’ εἰδῇ μὴ’πὶ τοῖς ἐμοῖς κακοῖς §730ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι §731κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.
我将死去,使他无法因我的不幸而高傲自大、幸灾乐祸;而他将与我共同分担这疾病,并学会克制。
§732Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν, §733ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι §734ποταναῖς θεὸς ἐνθείη· §735ἀρθείην δ’ ἐπὶ πόντιον §736κῦμα τᾶς Ἀδριηνᾶς §737ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ· §738ἔνθα πορφύρεον σταλάσ- §738aσουσιν ἐς οἶδμα πατρὸς τάλαι- §739ναι κόραι Φαέθοντος οἴ- §740κτῳ δακρύων §741τὰς ἠλεκτροφαεῖς αὐγάς.
愿我能置身于那高耸的隐秘深处,愿神明将我化作长有双翼的鸟儿,置于飞行的群鸟之中;愿我升腾至亚得里亚海沿岸的波涛之上,以及埃里达诺斯河的流水之上;在那里,可怜的法厄同的女儿们因对父亲的哀悼,将那泪水化作琥珀般闪烁的光芒,滴落入紫色的波涛之中。
§742Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν §743ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο- §744μέδων πορφυρέας λίμνας §745ναύταις οὐκέθ’ ὁδὸν νέμει, §746σεμνὸν τέρμονα κυρῶν §747οὐρανοῦ, τὸν Ἄτλας ἔχει· §748κρῆναί τ’ ἀμβρόσιαι χέον- §749ται Ζηνὸς μελάθρων παρὰ κοί- §750ταις, ἵν’ ἁ βιόδωρος αὔ- §750aξει ζαθέα §751χθὼν εὐδαιμονίαν θεοῖς.
[included above] [included above] 愿我能抵达赫斯珀里得斯那些歌唱者的长满苹果的岸边,在那里,海洋的统治者不再允许航海者在紫色的海面上通行, [included above] 从而划定了天空的庄严边界,那是阿特拉斯所支撑的;圣洁的甘泉在宙斯宫殿的闺榻旁涌流,在那里,赐予生命的、神圣的大地为神明增添福乐。
§752ὦ λευκόπτερε Κρησία §753πορθμίς, ἃ διὰ πόντιον §754κῦμ’ ἁλίκτυπον ἅλμας §755ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων, §756κακονυμφοτάταν ὄνασιν.
噢,白翼的克里特船只,你穿过那海浪击打的盐渍波涛,将我的女主人从富庶的家中运走,带来这最不幸的婚姻福祉。
ἦ γὰρ ἀπ’ ἀμφοτέρων §757ἁ Κρησίας ἐκ γᾶς δύσορ- §758νις ἔπτατο κλεινὰς Ἀθή- §759νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ- §760δήσαντο πλεκτὰς πεισμάτων §761ἀρχάς, ἐπ’ ἀ- §762πείρου τε γᾶς ἔβασαν.
因为,两地皆有不祥之兆,无论是从克里特的土地起飞,还是飞往那声名显赫的雅典;他们在慕尼基亚的海岸上系紧了编织的缆绳,并踏上了大陆。
§764ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ- §765των δεινᾷ φρένας Ἀφροδί- §766τας νόσῳ κατεκλάσθη·
[included above] 为此,她因阿佛洛狄忒恐布的疾病而在心中被不洁的爱彻底摧毁。
§767χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων §768ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον §769λευκᾷ καθαρμόζουσα δεί- §770ρᾳ, δαίμονα στυγνὸν καται- §771δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ- §772αιρουμένα φήμαν, ἀπαλ- §773λάσσουσά τ’ ἀλ- §774γεινὸν φρενῶν ἔρωτα.
遭受沉重灾难打击的她,将从婚礼之室的梁上,在白皙的颈项周围系上一条悬挂的绳套, [included above] 因羞于那令人痛恨的神明,从而选择名声显赫的美名,并将折磨心灵的爱驱逐出去。
§776ἰοὺ ἰού·
[included above] 哎呀,哎呀!
§776aβοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
邸宅附近的各位,快来帮忙啊!
§777ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
女主人,忒修斯的妻子悬梁自尽了!
§778— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ §779γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
――啊,啊,大事去矣;王后陛下已经不在人世,她正悬挂在垂吊的绳套之中。
§780οὐ σπεύσετ’;
你们不快点吗?
οὐκ οἴσει τις ἀμφιδέξιον §781σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
谁能拿一把两刃的铁器来,让我们解开她颈上的这个绳结?
§782— φίλαι, τί δρῶμεν;
――朋友们,我们该怎么办?
ἢ δοκεῖ περᾶν δόμους §783λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
是要进屋去将女主人从紧绷的绳套中解救出来吗?
§784— τί δ’;
――为什么?
οὐ πάρεισι πρόσπολοι νεανίαι;
难道没有年轻的男仆在场吗?
§785τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
多管闲事在生活中并非安全之举。
§786ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν· §787πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
伸直并平放这具可怜的尸体;这对我的主人们来说,是悲痛的留守结局。
§788— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή· §789ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
――据我所闻,那个不幸的女人已经死了;因为他们已经像对待死者那样将她伸展平放。
§790γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;
女人们,你们知道屋里为何喧哗?
§791ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
仆人们沉重的哭喊声传了出来。
§792οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος §793πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
因为这所宅邸并不屑于向神谕使者归来的我打开大门,并以亲切之语迎接。
§794μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
难道是年迈的皮特乌斯发生了什么变故?
§795πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν §796λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.
他的生命虽然已经走得很远,但若他离开这所宅邸,我们依然会感到悲伤。
§797οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη, §798Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.
忒修斯,这不幸并非降临在老者身上;逝去的年轻人将令你深感痛苦。
§799οἴμοι·
呜呼!
τέκνων μοι μή τι συλᾶται βίος;
难道是我孩子们的生命被掠夺了吗?
§800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
他们还活着,但母亲的死对你而言是最痛苦的。
§801τί φῄς;
你说什么?
ὄλωλεν ἄλοχος;
妻子死了?
ἐκ τίνος τύχης;
因何种命运?
§802βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
她自己系上了上吊的死结。
§803λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;
是因悲伤而冻结,还是因为某种灾祸?
§804τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις, §805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
我们只知道这么多;忒修斯,因为我也刚刚赶到这所宅邸,作为你不幸的哀悼者。
§806αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα §807πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
换句话说,作为不幸的神谕使者回来,我为何要用编织的绿叶装饰头部?
§808χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων, §825ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν §810γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.
仆人们,打开大门的闩锁,解开接头,让我看看这悲惨的一幕:那个因死去而毁灭我的妻子的身姿。
§811— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν· §811aἔπαθες, εἰργάσω §812τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
――噢,噢,不幸之人的悲惨遭遇;你所承受的,你所做出的,足以让这所宅邸陷入混乱。
§813— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’ §814ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς §815πάλαισμα μελέας.
――啊,你那狂妄而暴烈的死,伴随着不圣洁的灾难,这是你那可怜之手的最后挣扎。
§816— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
――不幸的人啊,究竟是谁夺去了你的生命?
§817ὤμοι ἐγὼ πόνων·
――噢,痛苦的我啊!
ἔπαθον, ὦ πόλις, §818τὰ μάκιστ’ ἐμῶν κακῶν.
市民们,我遭受了最大的不幸。
ὦ τύχα, §819ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης, §820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
噢,命运啊,你对我和我的宅邸施加了多么沉重的打击,那是由某个复仇怨灵带来的无法言喻的污点。
§821κατακονὰ μὲν οὖν ἀβίοτος βίου· §822κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ §823τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν, §824μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
的确,这是使生命无法存活的破灭;噢,不幸的我啊,我看到了如此巨大的苦难海洋,以至于无法再次游回,也无法越过这灾难的波涛。
§826τίνα λόγον τάλας, τίνα τύχαν σέθεν §827βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
不幸的我啊,妻子,你的这般悲惨命运,我该用何种言辞来面对?
§828ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ, §829πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
因为你就像一只从我手中消失的鸟儿,向着冥府完成了那迅疾的跳跃,离我而去。
§830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
呜呼,呜呼,这是多么悲惨和痛苦的遭遇。
§831πρόσωθεν δέ ποθεν ἀνακομίζομαι §832τύχαν δαιμόνων §833ἀμπλακίαισι τῶν πάροιθέν τινος.
却是因为遥远的过去某人的过错,我在此承受了神明所降下的不幸。

词汇与语法注释

  1. 729θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς ὑψηλὸς εἶναι — 动词 `εἰδῇ`(让他学会)的主语是希波吕托斯,他同样也是不定式 `εἶναι` 的逻辑主语。形容词 `ὑψηλός` 采用主格而非宾格,是因为不定式的逻辑主语与从属从句的主语一致。
  2. 756κακονυμφοτάταν ὄνασιν — 前句动作的同格宾格,用以将这次旅程的悲惨结果描述为“最不幸的婚礼福祉”。
  3. 767ὑπέραντλος οὖσα — 比喻性形容词 `ὑπέραντλος`(字面意为“船底积水过满”、濒临沉没)与分词 `οὖσα` 连用,生动地描绘了斐德拉在灾难打击下极度崩溃、完全被淹没的精神状态。
  4. 813αἰαῖ τόλμας — 伴随叹词 `αἰαῖ`(啊)使用的“感情属格”,表达了歌队对斐德拉果敢而惨烈的自尽行为的震惊与哀伤。
  5. 827προσαυδῶν τύχω — 疑虑虚拟语气 `τύχω`(来自 `τυγχάνω`)与补充性分词 `προσαυδῶν` 连用,构成了“我将如何得以称呼……”的句式,表现了忒修斯面对突来悲剧时不知所措的绝望心境。

引用这一段

欧里庇得斯, 希波吕托斯 §729-833. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:729-833

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。